← 辛普里丘

亚里士多德《物理学》注释

§1177.10-1178.29

驳无中生有与运动有限性的论证

辛普里丘驳斥了斐洛庞诺斯对亚历山大关于毁灭论述的误解及其无中生有的创造论,并批判性地介绍了斐洛庞诺斯用以否定运动永恒性的三条公理及无限倒退论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13#5

εἰπόντος δὲ τοῦ Ἀλεξάνδρου, ὅτι τὰ φθειρόμενα κινουμένων τινῶν φθείρεται, τῶν φθειρόντων δηλονότι (οὕτω γὰρ καὶ ὁ Ἀριστοτέλης εἶπεν), καὶ εἰ μὲν ἄφθαρτα ταῦτα, πάλιν κινηθήσεται, εἰ δὲ φθαρτά, ἔσται καὶ οὕτω πάλιν ὑστέρα τις τῆς τελευταίας κινήσεως ἡ κατὰ τὴν τούτων γινομένη φθοράν, οὗτος μὴ νοήσας οὐ τὰ φθείροντα, ἀλλὰ τὰ φθειρόμενα νομίζων λέγεσθαι νῦν ὑπὸ τοῦ Ἀλεξάνδρου κινούμενα,1 ‘‘οἷον φέρε, φησί, τὰ στοιχεῖα καὶ αὐτὰ φθαρτὰ ὄντα2 πάλιν ἄλλων κινουμένων καὶ αὐτὰ φθείρεται, τῆς ὕλης φέρε καὶ τοῦ εἴδους, ἡ δὲ ὕλη οὐκέτι συμφθειρομένη τοῖς πράγμασι μένει τὴν δύναμιν ἔχουσα τοῦ κινεῖσθαι.’’ οὕτως οὖν οὗτος παρανοήσας καὶ μήτε τοῦ Ἀριστοτέλους ἀκούσας λέγοντος ‘‘καὶ τὸ φθαρτικὸν δὴ δεήσει φθαρῆναι, ὅταν φθείρῃ, καὶ τὸ τούτου φθαρτικὸν πάλιν ὕστερον,’’ λῦσαι ταύτην φησὶ πολλαχοῦ τὴν ἀπορίαν. ‘‘κἂν γὰρ ἡ φύσις, φησί, μὴ ποιῇ τὴν πρώτην ὕλην, ἀλλ’ ὁ θεὸς ποιεῖ αὐτὴν οὐκ ἐξ ὕλης, ὥστε καὶ φθείρει αὐτήν, ὅταν θελήσῃ εἰς τὸ μὴ ὄν, ἐξ οὗ γέγονεν, ὥσπερ, φησί, καὶ τὸ εἶδος οὐκ εἰς ἄλλο εἶδος μεθίσταται, ἀλλ’ εἰς τὸ πάντῃ μὴ ὂν ἐξ οὗ καὶ γέγονεν ἀνατρέχει’’. δέδεικται δὲ πολλάκις, ὡς οἶμαι, ὅτι τὰ μὲν ἐξ οὐκ ὄντων ὑπὸ τοῦ δημιουργοῦ παραγόμενα οὐκ ἔστι γενητὰ κατὰ τοῦτο τοῦ γενητοῦ τὸ σημαινόμενον, καθ’ ὃ τὸ πρότερον μὴ ὂν ὕστερον ἔστιν, ἀλλὰ ἀίδιον ἔχει τὴν ὑπόστασιν· οὐ γὰρ ἔστι τὰ ἐξ οὐκ ὄντων παραγόμενα διὰ τί τότε, ἀλλὰ μὴ ἄλλοτε, παρῆλθεν εἰς τὰ ὄντα, ὥσπερ τὰ ἐξ ὄντων γινόμενα εὐσύνοπτον ἔχει τὴν αἰτίαν τοῦ τότε γενέσθαι διὰ τὸν εἱρμόν, ὡς εἶπον, τῶν τε προηγησαμένων καὶ τῶν ἑπομένων. ταῦτα μὲν οὖν ἀίδια ἐξ ἀνάγκης ἐστί, τὰ μέντοι γενητὰ κατὰ τὸν εἰρημένον τρόπον ἐξ ὄντων τε τὴν γένεσιν ἔχει καὶ εἰς ὄντα τὴν φθορὰν μεταβολῆς οὔσης τῆς γενέσεως καὶ τῆς φθορᾶς. καὶ ποῖον γὰρ εἶδος οὐκ ἀπὸ τοῦ δυνάμει πρότερον ὄντος εἰς τὸ ἐνεργείᾳ μετέβαλε καὶ ἀπὸ τοῦ ἐνεργείᾳ εἰς τὴν ἑαυτοῦ στέρησιν, ἀλλ’ εἰς τὸ πάντῃ μὴ ὄν, ὡς οὗτός φησιν, ἀνατρέχει; Ταῦτα εἰπὼν ἐπαγγέλλεται δείξειν, ὅτι οὐκ εἰς ἀνυπαρξίαν παντελῆ, ἀλλ’ εἰς ἄλλο τι κρεῖττον καὶ θειότερον ἡ τοῦ κόσμου μεταβολὴ γίνεται. καὶ θαυμαστόν, ὅτι τὴν μὲν φθορὰν τοῦ κόσμου μεταβολὴν εἰς ὄν τι καὶ θειότερον οἴεται, τὴν δὲ γένεσιν οὐκ ἐξ ὄντος ἔχειν φησίν· ἐνδείκνυται δέ, ὅπερ ἐν τοῖς ἑξῆς βιβλίοις πραγματεύεται, ὅτι ὁ κόσμος οὗτος εἰς ἄλλον τινὰ κόσμον μεταβάλλει θειότερον, οὐκ ἐφιστάνων ὅτι τοῦτο οὐκ ἔστι φθορὰ τοῦ κόσμου, ἀλλὰ τελείωσις. συμπεραινόμενος δὲ τὰ πρὸς τοὺς ἀγένητον καὶ ἄφθαρτον τὴν κίνησιν δεικνύντας λόγους ἐπιχειρήματα, ἱκανῶς αὐτοὺς ἀπελεγχθῆναί φησιν ἐκ τῶν οὕτω σαθρῶν αὐτοῦ τερετισμάτων. καὶ ὡς ἐκείνους διελέγξας τολμᾷ καὶ αὐτὸς καθ’ αὑτὸν ἀποδεικνύναι, ὅτι ἀδύνατον ἀγένητον εἶναι τὴν κίνησιν. ἀξιώματα δὲ πρὸς τὴν ἀπόδειξιν προλαμβάνει τρία, ἓν μέν, ὡς εἴ τι τῶν γινομένων ἀναγκαίως δεῖται προϋπάρχοντός τινος, ἵνα γένηται, οἷον ναῦς ξύλων, οὐκ ἂν γένοιτο μὴ προγενομένων ἐκείνων· δεύτερον ὅτι ἀριθμὸν ἄπειρον ὑποστῆναι ἐνεργείᾳ ἀδύνατον ἢ διεξελθεῖν τινα ἀριθμοῦντα τὸν ἄπειρον, καὶ ὅτι μεῖζον εἶναι τοῦ ἀπείρου ἢ αὐξηθῆναι τὸ ἄπειρον ἀδύνατον· τρίτον ὡς, εἴ τινος εἰς γένεσιν ἄπειρα δέοι προυποστῆναι ἓν ἐξ ἑνὸς γινόμενον, τοῦτο ἀδύνατον γενέσθαι. “ἐκ τούτου γάρ, φησί, καὶ Ἀριστοτέλης ἐν τῇ Περὶ γενέσεως ἔδειξεν, ὅτι ἀδύνατον ἄπειρα εἶναι καὶ κατ’ ἀριθμὸν τὰ τῶν σωμάτων στοιχεῖα, εἴπερ ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις· τὸ γὰρ ἄπειρον ἀδιεξίτητον, ὥστε οὐ φθάσει τὸ πῦρ, εἰ τύχοι, γενέσθαι, εἰ ἀπείρων προγενομένων γένοιτο ἄν.3 τούτων οὖν, φησί, προωμολογημένων, εἰ ἡ τοῦδε τοῦ πυρὸς μερικὴ κίνησις ἀρχὴν τοῦ εἶναι καὶ πέρας ἔχει, ἵνα δὲ αὕτη γένηται, ἔδει πρὸ αὐτῆς ἄλλην γενέσθαι κίνησιν, καθ’ ἣν ἐξ ἀέρος φέρε μεταβάλλοντος ἔδει τὸ τοῦ πυρὸς σῶμα γενέσθαι, καὶ πάλιν πρὸ τῆς τοῦ ἀέρος κινήσεως τοῦ εἰς πῦρ μεταβεβληκότος προϋπῆρξεν ἑτέρα κίνησις ἡ τοῦ ὕδατος, εἰ τύχοι, καθ’ ἣν εἰς ἀέρα μετέβαλε, καὶ πρὸ ἐκείνης ἄλλη καὶ τοῦτο ἐπ’ ἄπειρον, εἴπερ οὐκ ἔσχεν ἀρχὴν οὔτε ὁ κόσμος οὔτε ἡ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολή, ἀπείρους ἄρα ἔδει προυπάρξαι κινήσεις, ἵνα τόδε τὸ πῦρ τὸ μερικὸν γένηται· οὐ γὰρ ἂν ἐγένετο, εἰ μὴ ἄπειροι προϋπῆρξαν, διὰ τὸ πρῶτον, ὡς λέγει, τῶν ἀξιωμάτων.

当亚历山大说,被毁灭的事物是由于某些事物被推动而毁灭的——显然是指毁灭它们的事物(因为亚里士多德也是这样说的)——且如果这些事物是不灭的,它们将再次被推动,而如果是可灭的,那么依此类推,在最后的运动之后也必定有某种后继的运动,即依循这些事物的毁灭而发生的运动;此人由于不理解,以为亚历山大现在所说的被推动者不是毁灭者而是被毁灭者自身,便说:“例如诸元素自身也是可灭的,在另一些事物被推动时它们自身也再次被毁灭,比如质料和形式,而质料不再与诸事物一同被毁灭,却保留着被推动的潜能存留下来。”因此,由于这样误解,并且根本没有听见亚里士多德所说的“引起毁灭者在毁灭时也必定被毁灭,且引起此物毁灭者在后也必定被毁灭”,他便声称在许多地方解决了这一疑难。“因为即使自然不产生第一质料,”他说,“但神不是从质料中创造它,从而当神意愿时,也将它毁灭归入它所由生成的非存在之中,正如形式,”他说,“也不是迁移到另一形式中,而是回归到它所由生成的全然的非存在之中。”然而我认为,已经多次表明,凡是由造物主从非存在中产生的事物,依照“先前不存在而后来存在”这一关于受造者的涵义而言,并非是生成的,而是具有永恒的存立;因为由非存在产生的事物,并没有为何在那时而非另一时间进入存在者的原因,而从存在者生成的事物,正如我所说,由于在先者与随行者的连贯次序,对其为何在那时生成具有清晰明了的原因。因此,那些事物出于必然是永恒的;然而以所述方式生成的事物,则是从存在者生成并毁灭归入存在者之中,因为生成与毁灭乃是转变。究竟有哪一种形式不是从先前潜在的存在转变为现实的存在,并从现实的存在转变为自身的匮乏,反而如这人所说,回归到全然的非存在之中呢?说了这些之后,他许诺将表明,世界的转变不是走向完全的不复存在,而是走向另一种更好、更神圣的事物。令人惊奇的是,他一方面认为世界的毁灭是向着某种存在者和更神圣之物的转变,另一方面却说它的生成不是来自存在者;而且他暗示了他在随后的各卷中所探讨的内容,即这个世界将转变为另一个更神圣的世界,却未曾注意到这不是世界的毁灭,而是圆满成就。在总结针对那些证明运动是无生成且不可毁灭的论证的反驳时,他说那些论证已经被他这些如此脆弱的空洞吟唱充分驳倒了。并且仿佛已经驳倒了它们一样,他竟敢由他自己来论证运动绝不可能是无生成的。为了进行论证,他预先设定了三条公理:其一,如果生成的任何事物在生成时必然需要某种预先存在之物(如同船需要木材),那么若没有那些东西预先生成,它就不可能生成;其二,现实中存在无限的数目,或者数数者能够遍历无限,这是不可能的,并且存在大于无限者或无限能够被增加也是不可能的;其三,若某一事物的生成必须有无限的事物以一物生自一物的方式预先存立,那么该事物绝不可能生成。“因为根据这一点,”他说,“亚里士多德在《论生成与毁灭》中也表明,物体的元素在数量上也不可能是无限的,如果它们的生成是互生的;因为无限是不可遍历的,从而若必须有无限者预先生成,那么比方说火就永远不会生成。因此,在预先承认了这些之后,”他说,“如果这一特定的火的运动具有存在的开端与终结,且为了让它生成,必须在它之前有另一运动生成,比方说依照这一运动空气转变而必定生成火的物体,而在转变为火的空气的运动之前,又预先存在着另一运动,比如水转变为空气的运动,且在那之前又有另一运动,若世界与事物之间的相互转变都没有开端,这一过程便推至无限,那么就必须预先存在着无限的运动,为了让这一特定的火生成;因为按照公理中的第一条,正如他所说,若不是预先存在着无限的运动,它就不可能生成。”

语法注3 条
  1. 8.13οὗτος μὴ νοήσας οὐ τὰ φθείροντα, ἀλλὰ τὰ φθειρόμενα νομίζων λέγεσθαι νῦν ὑπὸ τοῦ Ἀλεξάνδρου κινούμενα

    分词 μὴ νοήσας 与 νομίζων 共同依附于主语 οὗτος,其中 νομίζων 支配带有不定式 λέγεσθαι 的宾格加不定式结构。述语成分为 κινούμενα,而不定式的主语部分则是“非毁灭者(οὐ τὰ φθείροντα)而是被毁灭者自身(ἀλλὰ τὰ φθειρόμενα)”。

  2. 8.13οὐ γὰρ ἔστι τὰ ἐξ οὐκ ὄντων παραγόμενα διὰ τί τότε, ἀλλὰ μὴ ἄλλοτε, παρῆλθεν εἰς τὰ ὄντα

    由 διὰ τί 引导的从句为间接疑问从句,依附于表存在的非人称表达 οὐκ ἔστι(“不存在……的理由”)。名词短语 τὰ ἐξ οὐκ ὄντων παραγόμενα 则是从属从句动词 παρῆλθεν 的主语先提到主句结构中的提前结构(prolepsis)。

  3. 8.13ὥστε οὐ φθάσει τὸ πῦρ, εἰ τύχοι, γενέσθαι, εἰ ἀπείρων προγενομένων γένοιτο ἄν

    动词 φθάνω 搭配不定式 γενέσθαι 在否定句中构成习惯表达,意为“绝不能达到……/绝无法成功生成”。条件从句 εἰ ἀπείρων προγενομένων γένοιτο ἄν 中,连接词 εἰ 与带有 ἄν 的希求法(潜在表达)连用,表达“若只有在无限者预先生成的前提下才可能生成”的假定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1177.10-1178.29