← 辛普里丘

亚里士多德《物理学》注释

§1175.34-1177.10

经由对立者的生灭与内在耗竭说的批判

辛普里丘论证了生成与毁灭是由对立者或匮乏经由外部原因引起的,反驳了菲洛波诺斯关于事物仅凭有限力量自身耗竭而毁灭的观点,并批评菲洛波诺斯混淆了无穷倒退与连锁论证(堆垛悖论)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13#4

εἴρηται δὲ περὶ τούτων καὶ πρὸ ὀλίγου τὰ σύμμετρα, εἰ δὲ χρὴ καὶ νῦν ἅψασθαι τοῦ λόγου· εἰ μὴ πρότερον ὄντα ὕστερον ἔστιν, ἀδύνατον ἐκ μὴ ὄντων γίνεσθαι. τὰ μὲν γὰρ ἐξ ὄντων γινόμενα κατὰ τὸν εἱρμὸν τῶν τε προηγησαμένων καὶ τῶν ἑπομένων ἀναφαίνεται. τὰ γὰρ Τρωικά, εἰ τύχοι, τότε καὶ οὐκ ἄλλοτε δυνατὸν ἦν γενέσθαι διὰ τὸν εἱρμὸν τῶν τε προηγουμένων καὶ τῶν συνιστάντων ἐκεῖνα τὰ πράγματα καὶ τῶν ἑπομένων αὐτοῖς, τὰ δὲ ἐκ τοῦ μὴ ὄντος ὑφιστάμενα, τί μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε τῷ χρόνῳ γένοιτο ἄν;1 ἐῶ λέγειν, ὅτι σαφῶς αἱ γενέσεις καὶ αἱ φθοραὶ μεταβολαί τινές εἰσιν ἄλλου μετ’ ἄλλο τὴν ὑπόστασιν ἴσχοντος. εἰ οὖν τὸ γινόμενον ἔκ τινος γίνεται, ἢ ἐξ ὁμοίου γίνεται ἢ ἐξ ἐναντίου ἤτοι τῆς οἰκείας στερήσεως. ἀλλὰ τὸ ἐξ ὁμοίου καὶ οὗτος ἀποδοκιμάζων φαίνεται. ἢ οὖν ἐξ ἐναντίου ἢ ἐκ τῆς στερήσεως διὰ τὸ μὴ εἶναι τῇ οὐσίᾳ ἐναντίον. ὥστε ἐφ’ ὧν οὐκ ἔστιν ἐναντίον, ἐκ τῆς στερήσεως ἡ γένεσις, καίτοι καὶ ἐπὶ τούτων τῷ ἐπιβλέποντι2 κατὰ τὴν τῶν ἐναντίων εἰς ἄλληλα μεταβολὴν αἱ γενέσεις ἐπιτελοῦνται καὶ αἱ φθοραί· ὅταν γὰρ ἐξ ἄρτου (ὃς οὐκ ἔστι σάρξ, ἐπιτηδείως δὲ ἔχει πρὸς σάρκα) γίνηται σάρξ, κατὰ τὴν τῶν ἐναντίων ποιοτήτων εἰς ἀλλήλας δρᾶσίν τε καὶ πεῖσιν ἡ μεταβολὴ γίνεται. ‘ἀλλ’ οὐκ ἀνάγκη, φησίν, ἔξωθεν εἶναι τὸ τῆς φθορᾶς αἴτιον, ἀλλ’ ἀρκεῖ ποτε τὸ μεμετρημένον τῆς τῶν φθειρομένων δυνάμεως πρὸς τὸ ἀπορρεῖν, κἂν μηδὲν ᾖ τὸ λυμαινόμενον.’ πάλιν οὖν ὁ αὐτὸς ἥξει λόγος, ὃν ἀγνοήσας οὗτος πολλὰ λέγειν καὶ ἀκούειν ἠνάγκασται. καὶ γὰρ εἰ μὲν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἐγίνετο ἡ ἀπόρροια, τάχα ἂν ἀπέρρει καὶ μηδενὸς ἐνοχλοῦντος τὸ ὑποκείμενον. εἰ δὲ εἰς θερμὸν ἐκ ψυχροῦ μεταβάλλειν ἀνάγκη, δῆλον ὅτι οὐχ ὑφ’ ἑαυτοῦ μεταβάλλοι ἂν εἰς τοὐναντίον, ἀλλ’ ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ τὸ τέως μὲν ψυχρόν, δυνάμει δὲ θερμόν, μεταβάλλεται. πῶς δὲ καὶ δυνατὸν τὰ ἐν γενέσει πάντα ἐξ ἐναντίων ποιοτήτων συνεστῶτα καὶ πλησιάζοντα μὴ δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων, ἀλλ’ ἀνενοχλήτως τὴν δύναμιν ἀπορρεῖν; ἐγὼ μὲν οὖν οἶμαι συντρέχειν τὰ μέτρα τῆς δυνάμεως πρὸς τὴν δρᾶσιν καὶ τὴν πεῖσιν τῶν ἐναντίων ποιοτήτων. τοιγαροῦν τὸ αὐτὸ τοιᾶσδε μὲν τυχὸν ὁμιλίας θᾶττον φθείρεται, τοιᾶσδε δὲ ἧττον. πρὸς δὲ τὸν τούτου λόγον εἴποιμι ἄν, ὅτι εἰ μὴ τὸ δραστικὸν τοῦτο καὶ παθητικὸν ἦν τῶν ἐν γενέσει ποιοτήτων τὸ φθεῖρόν τε καὶ φθειρόμενον, ἀλλ’ ἦσαν τελεσιουργῶς μόνον καὶ ζωτικῶς μεταδιδοῦσαί τε καὶ μεταλαμβάνουσαι ὡς ἐν τοῖς οὐρανίοις, οὐκ ἂν ἦν αὐτῶν ἡ δύναμις τῆς οὐσίας ἀπορρέουσα οὐδὲ μέρει χρόνου μεμετρημένη. καλῶς οὖν ἔξω τοῦ φθειρομένου τὸ φθεῖρον ὑπέθετο καὶ ὁ ἐξηγητής, καὶ εἴτε ἀίδιον εἴτε φθαρτὸν εἴη τοῦτο, συνελογίσατο, ὅτι ἔσται κίνησις μετὰ τὴν ὑστέραν ὑποτιθεμένην. ἀλλ’ εἰ χρὴ καὶ τούτῳ ἐφιστάνειν διὰ τοὺς ἀνεξετάστως τῷ πλήθει τῶν τούτου λόγων ἠπατημένους, δοκεῖ μοι νομίζειν οὗτος τὸν σωρίτην λόγον εἰς τὸ ἄπειρον ἁπλῶς ἀπάγειν καὶ ἀρκεῖν οἶμαι τὸ δειχθῆναι τοῦτον μηδὲ τὴν τούτων διάκρισιν ἐπιστάμενον.3 ἡ μὲν γὰρ εἰς τὸ ἄπειρον ἀπαγωγὴ ἀποδεικτικὴ οὖσα οὐδαμοῦ στάσιν ἔχει τῆς προβάσεως, ὡς εἴ τις λέγοι πᾶν τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθαι καὶ πᾶν τὸ κινούμενον ὑπό τινος ἔξωθεν κινεῖσθαι· τούτων γὰρ τεθέντων ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι κινοῦν πρὸ κινοῦντος τιθέντα. ὁ μέντοι σωρίτης σοφιστικός ἐστι λόγος ἐκ τῆς παρὰ μικρόν, ὥς φασιν, ἐρωτήσεως ἀπάγων κατὰ τὴν ἔκλυσιν τῶν φαντασιῶν ἐπ’ ἄδηλον ἢ ψεῦδος ἐκφανές. ἐρωτῶσι γὰρ πότερον ἡ πρώτη ῥανὶς ἔδρασέ τι εἰς τὴν πέτραν ἢ οὔ· εἰ μὲν γὰρ ἔδρασε, πῶς οὐχ ὁρᾶται τὸ πάθος; εἰ δὲ μή, οὔτε ἡ δευτέρα οὔτε ἡ ἐσχάτη· πῶς οὖν ἡ κοιλότης ἐγένετο τῆς πέτρας; ὁρᾷς, ὅτι οὗτος οὐκ εἰς τὸ ἄπειρον ἀπάγει. πῶς οὖν τῷ σωρίτῃ φησὶν εἰς τὸ ἄπειρον ἀπάγειν; ἀλλὰ ταῦτα μὲν τοῖς 〈τὴν〉 ἕξιν τἀνδρὸς κρίνειν βουλομένοις γεγράφθω. τί γὰρ ὅλως νῦν ἐδεῖτο τοῦ σωρίτου λόγου, εἰ μὴ πρὸς ὀνομάτων ἐπίδειξιν.

关于这些事情,不久之前已经作了适度的说明,但如果现在仍有必要探讨这一论证的话:如果不先存在的事物后来存在,它们便不可能从非存在者生成。因为从存在者生成的事物,乃是依照在先者与随行者的连贯次序而显现的。例如,特洛伊战争的事端之所以在那时而非另一时间可能发生,正是由于在先的事物、构成那些事件的事物以及随它们而来的事物之间的连贯次序;但至于从非存在中立足的事物,凭什么更应该在这个时间而非那个时间生成呢?更不用说,生成与毁灭显然是某种转变,是一个事物在另一事物之后获得实体存在。因此,如果生成的事物是从某物生成的,它要么是从同类生成,要么是从对立者——即其固有的匮乏——生成。然而从同类生成这一点,此人似乎也是排斥的。因此,要么是从对立者生成,要么由于实体没有对立者而从匮乏生成。所以在不存在对立者的情况下,生成是由匮乏而来的;然而即便在这些情况下,对明察者而言,生成与毁灭也是依照对立者相互之间的转变而完成的。因为当肉从面包(它不是肉,但对肉具有适宜的倾向)中生成时,这种转变是依照对立性质之间的相互作用与承受而发生的。“然而,”他说,“毁灭的原因并不必然在外部,而是被毁灭者的力量具有有限尺度,有时就足以使其耗竭流失,哪怕没有任何东西加害它。”因此,同样的论点将再次到来,正是由于对此无知,此人才不得不说出并听到许多话。因为如果流失是进入在任何意义上、任何方式下都不存在的事物之中,那么底层质料或许还可能在没有任何事物扰动的情况下流失。但如果是必然从冷转变为热,显而易见,它不会自行转变为对立面,而是那当下为冷、潜能上为热者,被现实上为热者所转变。而且,生成之中的一切事物既然由对立性质构成并彼此临近,又怎么可能不相互作用并相互承受,反而不受干扰地任其力量耗竭流失呢?因此我认为,力量的尺度是与对立性质的作用和承受相吻合的。因此,同样的事物遭遇这种交往时毁灭得更快,遭遇那种交往时则毁灭得较慢。针对他的论点,我可以说:如果生成之中的诸性质的这种能动与受动并非那引起毁灭者与被毁灭者,而〔诸性质〕只是像在天界事物中那样,以完成性和充满生机的方式进行赋予与领受,那么它们实体的力量就不会耗竭流失,也不会由时间的某个部分所衡量。因此,诠释者将引起毁灭者设定在被毁灭者之外是正确的,且不论这是永恒的还是可毁灭的,他都推论出在假设的最后一个运动之后仍将有运动存在。但是,如果为了那些未加审察就被此人卷帙浩繁的话语所欺骗的人,而有必要对此也予以关注的话,那么在我看来,他以为连锁论证就是单纯地引向无穷,而我认为,只要表明他甚至连这两者的区别都不知道就足够了。因为归谬于无穷乃是论证性的,在其推进中绝无停顿,正如有人若说每一推动者其自身也必定被推动,且每一被推动者都由外部的某物所推动;因为一旦设定了这些,就必然要在推动者之前不断设定推动者而走向无穷。然而连锁论证却是一种诡辩性的论说,正如人们所说,它是从步步微小的提问出发,借着表象的松懈,引向幽暗不明或显而易见的荒谬。因为他们会问,第一滴水究竟是否对岩石起了某种作用;因为如果起了作用,为何看不到承受的痕迹?如果没有起作用,那么第二滴和最后一滴也没有起作用;那么岩石上的坑凹又是如何生成的呢?你看,这并不引向无穷。那么他凭什么说是通过连锁论证引向无穷呢?不过,就让这些话写给那些愿意评判此人学识修养的人吧;因为若不是为了炫耀词藻,他现在究竟何以需要这连锁论证呢?

语法注3 条
  1. 8.13τὰ δὲ ἐκ τοῦ μὴ ὄντος ὑφιστάμενα, τί μᾶλλον ἐν τῷδε ἢ ἐν τῷδε τῷ χρόνῳ γένοιτο ἄν;

    短语 τὰ δὲ ἐκ τοῦ μὴ ὄντος ὑφιστάμενα 构成了悬垂/先取主格结构,置于修辞疑问句 τί μᾶλλον... γένοιτο ἄν 之前,充当其意义上的主语。此处前置是为了与前文的 τὰ μὲν γὰρ ἐξ ὄντων γινόμενα 形成鲜明的首尾对照。

  2. 8.13τῷ ἐπιβλέποντι

    与格分词 τῷ ἐπιβλέποντι 用作视角/关涉与格(dative of perspective/reference),意为“对于细致观察的人而言”,表示后文整个论断(生成与毁灭依对立者的相互转变而完成)的观察与评判主体。

  3. 8.13καὶ ἀρκεῖν οἶμαι τὸ δειχθῆναι τοῦτον μηδὲ τὴν τούτων διάκρισιν ἐπιστάμενον

    不定式 ἀρκεῖν 依附于 οἶμαι,其主语是由定冠词不定式构成的名词性短语 τὸ δειχθῆναι。被动不定式 δειχθῆναι 之后接宾格 τοῦτον 及与之同格的分词 ἐπιστάμενον,构成“表明他甚至不知晓……”的受动补足结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1175.34-1177.10