- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1174.16-1175.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指责对手一方面承认创世神无时间地产生宇宙,另一方面却主张创世神在特定时间创造与毁灭或分阶段创世的逻辑矛盾,进而批判了对手关于毁灭并非源于对立者的论调。
εἰ δὲ ὁμολογεῖ τὸν δημιουργὸν οὗτος ἀχρόνως παράγειν τὸν οὐρανὸν καὶ τὸν κόσμον, πῶς πρότερον μὴ παράγοντα ὕστερον παράγειν φησὶ καὶ παραγαγόντα μετὰ τοῦτο παύσασθαι τοῦ παράγειν. οὐ γὰρ νομίζει νῦν παράγειν αὐτὸν ἤδη παραγαγόντα καὶ ἔτι μετὰ τοσάδε ἔτη φθείρειν αὐτόν. πῶς οὖν ἀχρόνως παράγει καὶ φθείρει τὸν κόσμον κατὰ τὴν τοῦ χρόνου παράτασιν εἰς αὐτὸν ἐνεργῶν; εἴπερ ποτὲ μὲν παράγει, ποτὲ δὲ φθείρει, καὶ παράγει τὰ μὲν πρότερον, τὰ δὲ ὕστερον, ὡς οὗτος ὁμολογεῖ, καὶ ποτὲ μὲν τάδε, ποτὲ δὲ ἐκεῖνα, ὥστε ἐν ἓξ ἡμέραις ποιήσαντα τὸν κόσμον ἄλλο τι κατ’ ἄλλην τῶν ἡμερῶν ἀπεργάσασθαι. ἕως γὰρ ἂν χρονικὴν ταῦτα καὶ οὐκ ἄλλην σημασίαν ἐμφαίνῃ, οὐ δυνατὸν τὸν κατὰ ταῦτα ἐνεργοῦντα μὴ χρονικῶς ἐνεργεῖν. ἀλλ’ εἴπερ ἀχρόνως παράγει (τοῦτο γὰρ ἀληθές), ἀεὶ παράγει καὶ οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ· ταῦτα γὰρ χρονικά. οὗτος δὲ οὐκ ἐφιστάνει τὰ ἀσύνακτα συνάγων τὸ ἄχρονον καὶ τὸ ποτὲ μὲν ποτὲ δὲ οὔ. καίτοι καὶ τοῦτο μόνον αὔταρκες ἦν τὴν ἀιδιότητα τοῦ κόσμου δεικνύναι, ὅπερ οὗτος ὁμολογεῖ, τὸ τὸν θεὸν ἀμέσως αὐτὸν παράγοντα καὶ μὴ διὰ μέσου τινὸς ἀχρόνως παράγειν. εἰ γὰρ ἀχρόνως αὐτὸν παράγει, οὐ ποτὲ μὲν παράγει, ποτὲ δὲ οὔ· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀεὶ παράγει. ὁ δὲ ὡς ἤδη δεδομένον αὐτῷ τὸ ποτὲ μὲν 〈ποτὲ δὲ οὔ〉 (ταὐτὸν δὲ εἰπεῖν ἐν μέρει χρόνου) ἀχρόνως εἶναι παράγειν τὸν θεόν, “καὶ ὅτε, φησί, φθεῖραι τὸν κόσμον θελήσει, ἀχρόνως αὐτὸν φθείρει”. εἰ οὖν καὶ τὸ ‘ὅτε’ χρόνον σημαίνει, πάλιν ἂν εἴη λέγων, ὅτι ἐν μέρει χρόνου ἀχρόνως αὐτὸν φθείρει, καὶ † τό, εἰ ἐν μέρει χρόνου ποιεῖ, ἀνάγκη τὰ μὲν πρότερα ποιεῖν, τὰ δὲ ὕστερα, καὶ τὰ μὲν ἐν ἄλλῳ, τὰ δὲ ἐν ἄλλῳ χρόνῳ. πῶς γὰρ δυνατὸν πᾶσιν ἅμα τοῖς τοῦ ζῳδιακοῦ τόποις ἐνυπάρχοντας ποιῆσαι τοὺς πλανωμένους ἀστέρας; ἢ πόθεν ἀρξάμενον ἕκαστον τῆς κινήσεως ἐποίησεν; ἢ ποίαν θέσιν ἔχοντα τὸν οὐρανόν; εἰ δὲ παρ’ ἡμῖν ἔαρ πρῶτον ποιήσας ἐπαύσατο τῆς ποιήσεως ἐν ἓξ ἡμέραις ἢ ὁσαισοῦν ποιήσας, δῆλον ὅτι θέρους καὶ χειμῶνος κατ’ αὐτοὺς οὐκ ἔσται δημιουργός. τούτων δὲ καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποριῶν αἴτιον τὸ τὸν θεὸν ὁμοίως τοῖς ἀνθρώποις ἐνεργεῖν νομίζειν καὶ μέχρι ὀνόματος μόνον τὸ ἄχρονον διδόντας χρονικὰς ἄντικρυς αὐτοῦ τὰς ἐνεργείας ὑποτίθεσθαι, ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν καὶ ποτὲ μὲν φθείρειν ποτὲ δὲ μὴ λέγοντας, δέον ἀχρόνως ποιεῖν αὐτὸν λέγοντας συνορᾶν,1 ὅτι ἀεὶ ποιεῖν ἀνάγκη. Εἶτα ἐφεξῆς συμπεφυρμένως, ὡς οἶμαι, καὶ πρὸς τὸν Ἀριστοτέλην ἀντιλέγων εἰπόντα “καὶ τὸ φθαρτικὸν δὴ δεήσει φθαρῆναι, ὅταν φθείρῃ”, καὶ πρὸς τὸν Ἀλέξανδρον εἰπόντα “ἔλαβεν δέ, ὅτι τὸ φθαρτικόν τινος καὶ αὐτὸ φθαρτόν, ἴσως ὡς γινομένης τῆς φθορᾶς ἢ ὑπ’ ἐναντίου ἢ ὑπὸ ὁμοίου”, καὶ ὅτι τὸ φθεῖρον, εἰ μὲν ἀΐδιον μένοι, πάλιν κινηθήσεται, εἰ δὲ φθείροιτο διὰ κινήσεως, φθαρήσεται· πρὸς ταῦτα οὖν ἀντιλέγων ἐν τῷ τετάρτῳ λόγῳ δεδειχέναι φησίν,2 ὅτι οὐ πάντως ἐκ τοῦ ἐναντίου τὰ γινόμενα γίνεται οὐδὲ εἰς τὸ ἐναντίον αὐτοῖς μεθίσταται τὰ φθειρόμενα οὐδὲ ὑπὸ τοῦ ἐναντίου τὴν φθορὰν ὑπομένει, ἐπεὶ μηδὲ παντὶ γινομένῳ καὶ φθειρομένῳ ἔστι τι ἐναντίον· ἀλλ’ ἔστι τινὰ τῶν φθειρομένων οὐκ ἔξω τὸ τῆς φθορᾶς αἴτιον ἔχοντα, ἀλλὰ διὰ τὸ μεμετρημένον τῆς φυσικῆς αὐτῶν δυνάμεως τῷ χρόνῳ κατὰ μέρος ἀπορρεῖ κάμνοντα, εἰ καὶ μηδὲν ἦν αὐτὰ τὸ λυμαινόμενον ἔξωθεν. “οὐκ ἄρα, φησίν, ἐπὶ πάντων ἔδει τῶν φθειρομένων ζητεῖν, εἰ τὸ τῆς φθορᾶς αἴτιον ὑπομένει μετὰ τὸ φθεῖραι τὴν δύναμιν ἔχον τοῦ φθείρειν, καὶ εἴτε ἀΐδιον τοῦτό ἐστιν εἴτε φθαρτόν, καὶ οὕτως εἰς τὸ ἄπειρον τῷ σωρίτῃ λόγῳ ἀπάγει τὸ ἄτοπον”. πρὸς δὴ ταῦτα ὅτι μὲν τὰ γινόμενα (ταῦτα δέ ἐστι κατὰ τὸν Ἀριστοτέλην, ὡς πολλάκις δέδεικται, ἃ πρότερον μὴ ὄντα ὕστερον ἔστιν), ὅτι οὖν ταῦτα ἐξ ὄντων γίνεται ἢ ἐξ ἐναντίων ἢ ἐκ τῶν οἰκείων στερήσεων καὶ φθείρεται ἢ εἰς ἐναντία ἢ εἰς στέρησιν, πάλιν δὲ εἰς ὄντα, δέδεικται μὲν προηγουμένως ἐν τοῖς εἰς τὸ πρῶτον τῆς Φυσικῆς ἀκροάσεως εἰρημένοις, δέδεικται δὲ καὶ ἐν οἷς τὰ τολμηρῶς ὑπὸ τούτου ῥηθέντα πρὸς τὰ πρῶτα τῆς Περὶ οὐρανοῦ βασανίζειν ἐπειράθην τὸ τέταρτον αὐτοῦ βιβλίον, οὗ νῦν ἐμνημόνευσε, περικρούων.
然而,如果此人承认创世神是无时间地产生天与宇宙的,那么他为何又说[创世神]先前不产生,后来才产生,并且在产生之后便停止了产生呢?因为他认为,[创世神]在已经产生之后如今并未在产生它,而且在如此多的年岁之后还会毁灭它。那么,当祂按照时间的延展对宇宙起作用时,祂又如何能够无时间地产生并毁灭宇宙呢?如果真如他所承认的那样,祂有时产生,有时毁灭,并且先产生某些事物,后产生某些事物,有时产生这些,有时产生那些,以至于在六日之内造出宇宙,在每一日完成不同的事物。因为只要这些说法显露出时间性的含义而非别的含义,按照这些方式起作用者便不可能不是时间性地起作用。但如果祂确实是无时间地产生(因为这是真实的),祂就是一直在产生,而不是有时产生有时不产生;因为后者乃是时间性的。然而此人却没有意识到,他把互不相容的事情结合在了一起,即无时间性与“有时如此,有时不如此”。况且单单这一点——正如他自己所承认的那样,神直接而非通过任何中介地产生宇宙,是无时间地产生——就足以证明宇宙的永恒性了。因为如果祂是无时间地产生它,祂就不是有时产生有时不产生;而如果这是事实,显然祂一直在产生它。但他却仿佛已经被赋予了神有时[产生,有时不产生](这等同于说在时间的一部分中)是无时间地产生这一点似的,说道:“而且无论何时,”他说,“祂若意欲毁灭宇宙,祂也是无时间地毁灭它。”因此,如果“无论何时”这一词也指示时间,那么他便会再次是在说:在时间的一部分中无时间地毁灭它;而且如果在时间的一部分中创造,就必然是先创造某些事物,后创造某些事物,且在某一时间创造这些,在另一时间创造那些。因为,怎么可能创造出行星同时内在存在于黄道十二宫的所有位置之中呢?或者祂是从哪里开始每一颗星的运动而创造它们的呢?抑或祂是在天具有何种位置时创造它的呢?如果祂在我们这里首先创造了春天,在六日或无论多少日创造完毕之后便停止了创造,那么显而易见,按照他们的说法,祂就不会是夏天和冬天的创世者了。这些困难以及其他类似困难的原因在于:认为神的作用方式与人类相似,仅仅在名义上赋予无时间性,却公然将祂的作用设定为时间性的,说祂有时创造,有时不创造,有时毁灭,有时不毁灭;而本应当在说祂无时间地创造的同时领悟到,祂必然是一直在创造的。随后,依我之见是以一种混乱的方式,[菲洛波诺斯]既反驳亚里士多德所说的“引起毁灭的事物在毁灭时也必须被毁灭”,又反驳亚历山大所说的“但他假定了使某物毁灭者其自身也是可毁灭的,这或许是因为毁灭要么是由对立者引起,要么是由同类引起”,以及反驳如果引起毁灭者保持永恒,它将再次被运动,而如果它通过运动被毁灭,它就将被毁灭;在反驳这些观点时,他声称自己在第四篇论文中已经证明,生成的事物绝非必然由对立者生成,被毁灭的事物也不会转移到其自身的对立者之中,更不会由对立者承受毁灭,因为并非对每一生成和被毁灭的事物都存在着某种对立者;相反,在被毁灭的事物中,有些并非在外部具有毁灭的原因,而是由于其自然力量的有限尺度,随着时间而疲竭并逐部分地流失,即便没有任何来自外部的事物伤害它们。“因此,”他说,“并不需要在所有被毁灭的事物上探究,引起毁灭的原因在毁灭之后是否仍保持着毁灭的能力,以及这究竟是永恒的还是可毁灭的,从而通过连锁论证将荒谬引向无穷。”针对这些言论,生成的事物(按照亚里士多德,正如多次证明的那样,这些事物是在先不存在而后来存在的事物)是从存在者生成——即从对立者或其固有的匮乏生成——并且毁灭为对立者或匮乏,进而再次进入存在者之中,这一点首先在针对《自然学》第一卷的评注中已经得到了证明,并且在我就其针对《论天》首要部分的狂妄言论进行检验、反驳他刚才提及的第四卷时,也同样得到了证明。
- 8.13δέον ἀχρόνως ποιεῖν αὐτὸν λέγοντας συνορᾶν
这是无人称动词 δεῖ 的绝对宾格 δέον(意为“本应当……”),其后接不定式 συνορᾶν 以及作其逻辑主语的宾格分词 λέγοντας(指菲洛波诺斯等人)。它表达了与对手拟人化的错误设定相对立的、理应看清的必然推论。
- 8.13πρὸς ταῦτα οὖν ἀντιλέγων ἐν τῷ τετάρτῳ λόγῳ δεδειχέναι φησίν
在前面列举被反驳对象的一长串插入性修饰(καὶ πρὸς τὸν Ἀριστοτέλην ἀντιλέγων ... καὶ πρὸς τὸν Ἀλέξανδρον εἰπόντα ...)之后,通过 πρὸς ταῦτα οὖν ἀντιλέγων 对分词结构进行了再开性重复,最终连接到主要动词 φησίν。其未明言的主语是对抗论者(菲洛波诺斯)。
