← 辛普里丘

亚里士多德《物理学》注释

§1170.16-1171.20

可燃物与毁灭者的被毁灭及运动无穷性

辛普里丘解决了关于亚里士多德“能燃烧之物”这一例子的疑难,并从毁灭者本身亦须被毁灭的论证中推导出运动的不可断绝。他进而回应了有关太阳不可毁灭性的异议,评析了亚历山大关于相反者与相似者致毁的看法,并解释了为何此处未曾借助无始与不可毁灭的相互换位来进行论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.12#2

ἢ δυνατὸν μὲν λέγειν, ὅτι ἀντὶ κινουμένου παρέλαβεν αὐτό. ἢ ὅτι ἐνδέχεται καὶ καυθέντα τινὰ μὴ ἐφθάρθαι, ὡς τὰ χεόμενα οἷον χρυσόν, μόλυβδον, χαλκὸν καὶ τὰ τοιαῦτα. ἢ οὐ μάτην τὸ καυστὸν παρέθετο, ἀλλ’ ἐνδεικνύμενος, ὅτι καὶ τὰ οὕτω κινούμενα ὡς τὰ καιόμενα καὶ φθείρεσθαι δοκοῦντα καὶ αὐτὰ μετὰ τὴν κίνησιν ἀπολείπει τι κινητὸν καὶ μετὰ τὴν καῦσιν καυστόν, ὃ πάλιν καυθήσεται. κἂν γὰρ εἰς πῦρ ἡ μεταβολὴ γένηται τοῦ καιομένου, ἐπειδὴ καὶ τὸ πῦρ εἰς ἄλλα στοιχεῖα μεταβάλλει, ἔχει καὶ αὐτὸ τὸ καυστόν, εἰ καὶ μὴ προσεχῶς. ὅτι δὲ κατὰ ταύτην μᾶλλον τὴν ἔννοιαν ὁ Ἀριστοτέλης τὸ καυστὸν παρέθετο, ὡς καὶ ἐπὶ τοῦ φθαρτοῦ ἀληθῶς ἔχοντος τοῦ λόγου,1 δηλοῖ ἐπαγαγών· καὶ τὸ φθαρτικὸν δὲ δεήσει φθαρῆναι, ὡς φθαρτὸν λαβὼν τὸ καυστὸν καὶ δεικνύς, ὅτι καὶ ἀπὸ τούτου τὸ αὐτὸ φανήσεται τὸ μὴ εἶναι κίνησιν ἐσχάτην ὥσπερ οὐδὲ πρώτην. ὡς γὰρ τὸ κινούμενον πᾶν ὑπό τινος κινεῖται, οὕτω καὶ τὸ καιόμενον ὑπό τινος καίεται καὶ τὸ φθειρόμενον ὑπό τινος φθείρεται. τὸ δὴ φθεῖραν οὐ δήπου καὶ αὐτὸ συνέφθαρται τῷ φθαρέντι ὑπ’ αὐτοῦ, ὑπομεῖναν δὲ δῆλον ὡς ὕστερον φθαρήσεται καὶ αὐτὸ φθαρτὸν ὄν, καὶ πάλιν τὸ τοῦτο φθεῖραν ὕστερον. εἰ οὖν ἡ φθορὰ διὰ κινήσεως καὶ κίνησις ἤτοι μεταβολή, ὅπερ ἐδήλωσεν εἰπών· καὶ γὰρ ἡ φθορὰ μεταβολή τις, δῆλον ὅτι οὐκ ἔσται τις ὑστάτη μεταβολή, ἀλλ’ ἀεὶ τῆς λαμβανομένης ἔστιν ὑστέραν λαβεῖν· ὥστε καὶ ἡ κίνησις ἀνέκλειπτός ἐστιν.2 ἀλλὰ πῶς ἔλαβεν, ὅτι τὸ φθαρτικόν τινος καὶ αὐτὸ φθαρτόν ἐστι; φθείρεται γὰρ ἀσθενὴς ὀφθαλμὸς ἀτενίζων πρὸς ἥλιον, καὶ ξηραίνεται πολλὰ τῶν φυτῶν ὑπὸ τοῦ ἡλίου ἄφθαρτον τὴν οὐσίαν ἔχοντος. ἢ πρῶτον μὲν οὐχ ὑπὸ τοῦ ἡλίου φθείρεται τὰ εἰρημένα, ἀλλ’ ὑπὸ τῆς ἐν τῷ ἀέρι γενομένης ἐκ τοῦ ἡλίου διαθέσεως. εἰ γὰρ ἐξ ἐναντίων φθείρεται τὰ φθειρόμενα, τὰ δὲ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστὶ καὶ ἐν τῷ αὐτῷ ὑποκειμένῳ καὶ πανταχόθεν ὁμόφυλα, οὐκ ἂν ὑφ’ ἡλίου φθείροιτο τὰ ἐν γενέσει προσεχῶς. ἔπειτα εἰ μὴ γίνεται προσεχῶς ὑπὸ ἡλίου τὰ γινόμενα, ἀλλὰ διὰ μέσων (ἄνθρωπον γὰρ ἥλιος γεννᾷ, ἀλλὰ δι’ ἀνθρώπου), πολὺ μᾶλλον οὐκ ἂν φθείροιτο προσεχῶς. ἀρκεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ὑπὸ σελήνην εἰς ἄλληλα μεταβολὴ καὶ τὰ ἐνταῦθα φθείροντα καὶ φθειρόμενα ἀνέκλειπτον δεικνύντα τὴν κίνησιν. ἐπισημαίνομαι δὲ πρὸς τὸ ὑπὸ τοῦ Ἀλεξάνδρου ῥηθὲν ἐν τούτοις,3 ἐν οἷς φησιν “ὡς γινομένης μὲν τῆς φθορᾶς ὑπ’ ἐναντίου ἢ ὑπὸ ὁμοίου, ὡς ἡ κατὰ μάρανσιν καὶ σβέσιν γινομένη.” λέγει μὲν γὰρ ὡς ἔοικε τοῦτο ἐπὶ τῆς ἐλάττονος φλογὸς τῆς μαραινομένης καὶ σβεννυμένης ὑπὸ τῆς πλείονος· μαραίνεται δὲ καὶ σβέννυται οὐχ ὡς φλὸξ ὑπὸ φλογός, ἀλλ’ ὡς ἐλάττων ὑπὸ πλείονος, ἅπερ πάλιν ἐναντία ἐστίν.4 ἐπιστῆσαι δὲ ἄξιον, ὅτι δείξας ἀγένητον τὴν κίνησιν ὁ Ἀριστοτέλης καὶ δυνάμενος ἐκ τοῦ ἀγενήτου δεῖξαι, ὅτι καὶ ἄφθαρτος, εἴπερ μηδεὶς μέχρι νῦν ἐκαρτέρησεν ἀγένητόν τι φθαρτὸν εἰπεῖν, οὐκ ἠξίωσεν ἐκ τούτου ποιήσασθαι τὴν ἀπόδειξιν, ὅτι μήπω μηδὲ ἔδειξεν, ὅτι ἀντιστρέφει ταῦτα ἀλλήλοις τὸ γενητὸν καὶ φθαρτὸν καὶ τὸ ἀγένητον καὶ ἄφθαρτον, ἅπερ ὕστερον ἀποδείκνυσιν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ πραγματείας.

或者一方面可以说,他是用它代替了“被运动之物”。或者另一方面可以说,某些东西即便被燃烧也可能不被毁灭,就像熔化之物,例如金、铅、铜等等。或者说,他援引“能燃烧之物”并非徒劳,而是表明,即使像被燃烧并看似被毁灭那样被运动之物,它们自身在运动之后也会留下某种能被运动之物,并在燃烧之后留下再次被燃烧的能燃烧之物。因为纵使被燃烧之物的变化是化为火,既然火也变化为其他元素,它自身也具有能燃烧性,即便并非直接地如此。而亚里士多德宁可说是按照这一意向援引了“能燃烧之物”,视此论证在可毁灭之物上也同样为真,他通过接下去补充说“毁灭者也将必须被毁灭”表明了这一点;他将“能燃烧之物”当作可毁灭之物,并指出从这一点同样可以显明:既不存在最后的运动,正如也不存在最初的运动一样。因为正如一切被运动之物皆被某物所运动,同样被燃烧之物亦被某物所燃烧,被毁灭之物亦被某物所毁灭。毁灭者绝不至于与被它所毁灭之物一同被毁灭;而它既已存留下来,显然它自身作为可毁灭之物,随后也将被毁灭,而毁灭此物者随后亦将再次被毁灭。因此,如果毁灭是通过运动发生的,且是运动亦即变化——他通过说“因为毁灭乃是某种变化”表明了这一点——显然就不会有某种最后的变化,而是总能在取定的变化之后再取出一个后继的变化;以致运动是不可断绝的。 然而,他又何以设定毁灭某物者自身亦是可毁灭的呢?因为孱弱的眼睛注视太阳时便会受损,许多植物亦被具有不可毁灭之实体的太阳所晒干。或者首先,上述事物并非被太阳所毁灭,而是被因太阳而在空气中产生的状态所毁灭。因为如果被毁灭之物是被相反者所毁灭,而相反者属于同一属并在同一基底中,且在各方面皆为同族,那么生成之物便不会直接被太阳所毁灭。其次,如果生成之物并非直接由太阳生成,而是通过中介生成(因为太阳生育人,但是通过人来生育),它们就更不可能直接被毁灭了。而月下界事物彼此之间的变化,以及此处的毁灭者与被毁灭者,对于该论证表明运动的不可断绝而言已经足够了。不过,我在此要对亚历山大在这些论述中所说的话提出注意,他在那里说:“既然毁灭是由相反者产生,抑或由相似者产生,犹如由于衰竭和熄灭而产生者那样。”因为看来他是就较小的火焰被较大的火焰所衰竭和熄灭而言说此话的;然而它被衰竭和熄灭,并非作为火焰被火焰所致,而是作为较小者被较大者所致,而这二者又是相反者。此外值得注意的是,亚里士多德在证明了运动是无始的之后,本能够从其无始性证明它也是不可毁灭的——既然至今未曾有人敢于说某种无始之物是可毁灭的——但他并未认为适宜由此做出证明,因为他甚至尚未证明这两组概念相互换位,即生成者与可毁灭者,以及无始者与不可毁灭者;而他随后在《论天》第一卷中证明了这一点。

语法注4 条
  1. 8.12ὡς καὶ ἐπὶ τοῦ φθαρτοῦ ἀληθῶς ἔχοντος τοῦ λόγου

    由 ὡς 引导的属格绝对结构。它修饰 ὅτι 从句中的 παρέθετο,表示亚里士多德行文时的出发点或主观设想,即“认为该论证在可毁灭之物上也同样为真”。

  2. 8.12ὥστε καὶ ἡ κίνησις ἀνέκλειπτός ἐστιν

    底本中的 ταὶ 被视为 καὶ 的排印错误或异读(读作 ὥστε καὶ ἡ κίνησις...)。句法上,ὥστε 引导带直陈式的独立结果从句,得出“因此运动亦是不可断绝的”这一结论。

  3. 8.12ἐπισημαίνομαι δὲ πρὸς τὸ ὑπὸ τοῦ Ἀλεξάνδρου ῥηθὲν ἐν τούτοις

    ἐπισημαίνομαι πρὸς 加宾语为习语,意为“我对……提出注意/发表意见”。后接由 ὡς 引出的引文,进一步同格说明亚历山大所言的具体内容(τὸ ὑπὸ τοῦ Ἀλεξάνδρου ῥηθέν)。

  4. 8.12οὐχ ὡς φλὸξ ὑπὸ φλογός, ἀλλ’ ὡς ἐλάττων ὑπὸ πλείονος, ἅπερ πάλιν ἐναντία ἐστίν

    ὡς 标明事物的规定方面(即“并非作为火焰被火焰,而是作为较小者被较大者”)。这是对亚历山大“相似者亦可致毁”观点的句法与逻辑反驳,将该现象重新归结为“大与小”这一对相反者(ἐναντία)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1170.16-1171.20