← 辛普里丘

亚里士多德《物理学》注释

§1169.10-1170.16

从潜能持存论证运动的不可毁灭性

辛普利丘阐明了亚里士多德在《物理学》第八卷第一章(251b28)中论证运动不可毁灭性的方式,即补足此前出自定义的论据以表明运动潜能亦在运动之后持存,并引述亚历山大的见解,探讨了毁灭与严格意义上的运动之间的区别以及“燃烧”之例引发的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.12#1

" Ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν ἕως τοῦ ἡ γὰρ φθορὰ μεταβολή τις." Προθέμενος δεῖξαι, ὅτι οὐδὲ ἐγένετο κίνησίς ποτε μὴ καὶ πρότερον οὖσα οὔτε φθείρεται, ὡς μὴ καὶ ὕστερον εἶναι, δυσὶν ἐχρήσατο ἐπιχειρήμασιν, ἑνὶ μὲν τῷ ἀπὸ τοῦ ὁρισμοῦ τῆς κινήσεως, ἑτέρῳ δὲ τῷ ἀπὸ τοῦ χρόνου διχῶς ἐκ τούτου τὸ ζητούμενον κατασκευάσας, ἔκ τε τοῦ προτέρου καὶ ὑστέρου καὶ ἐκ τοῦ νῦν τοῦ ἀεὶ ἐν μέσῳ ὄντος τοῦ τε παρεληλυθότος καὶ τοῦ μέλλοντος, ἀλλ’ ἐν μὲν τοῖς ἀπὸ τοῦ χρόνου ἐπιχειρήμασιν ἀμφοτέροις ἀμφότερα ἔδειξε, καὶ ὅτι οὐκ ἦν ὅτε οὐκ ἦν κίνησις, καὶ ὅτι οὐκ ἔσται ὅτε οὐκ ἔσται κίνησις. ἐν δὲ τῷ ἀπὸ τοῦ ὁρισμοῦ τὸ ἕτερον δείξας, ὅτι ἀγένητός ἐστιν ἡ κίνησις καὶ οὐκ ἦν ὅτε οὐκ ἦν κίνησις, καὶ μεταβὰς ἐπὶ τὸ ἀπὸ τοῦ χρόνου ἐπιχείρημα τὰ νῦν προστίθησι τὸ λεῖπον τῷ ἀπὸ τοῦ ὁρισμοῦ ἐπιχειρήματι τὸ ὅτι καὶ ἄφθαρτός ἐστιν ἡ κίνησις.1 ὥσπερ γὰρ ἀγένητον ἔδειξεν ἐν ἐκείνοις τὴν κίνησιν διὰ τοῦ προὑπάρχειν ἀεὶ τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως, οὕτως ἐν τούτοις ἄφθαρτον αὐτὴν δείκνυσι διὰ τοῦ μεθυπάρχειν ἀεὶ τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως. τοῦτο γάρ ἐστι τὸ οὐ γὰρ ἅμα παύσεται κινούμενον καὶ κινητὸν ὂν οὐδὲ κινοῦν καὶ κινητικὸν ὄν. εἰ μὲν γὰρ παυσάμενον τοῦ κινεῖν ἢ τοῦ κινεῖσθαι καὶ ἐφθείρετο εὐθέως, οὐκ ἂν ὑπέμενε μετὰ τὴν κίνησιν τὸ δυνάμενον κινεῖσθαι. εἰ δὲ καὶ μὴ κινούμενον, ἀλλ’ ἠρεμοῦν εἶναι δυνατόν, διότι καὶ ἠρεμίας ὥσπερ καὶ κινήσεώς ἐστιν ἀρχὴ ἡ φύσις, οὐκ ἐν τῷ παύεσθαί τι τοῦ κινεῖσθαι ἤδη καὶ τοῦ κινητὸν εἶναι πέπαυται, ὅταν ἡ κίνησις κίνησις ᾖ κυρίως, ἀλλὰ μὴ φθορὰ τοῦ κινουμένου. ἐπὶ κινήσεως γὰρ τοῦτον τὸν λόγον ἐρωτᾷ, ὡς ὁ Ἀλέξανδρος βούλεται. εἰ οὖν παυσάμενον τοῦ κινεῖσθαι μένει κινητὸν ὄν, δῆλον ὅτι πάλιν κινήσεται, καὶ οὐκ ἦν ἐσχάτη κίνησις ἐκείνη, ἧς ἐπαύσατο. καὶ αὐτὸς μὲν ὡς σαφεῖ ἠρκέσθη, ὁ δὲ ἐξηγητὴς προσέθηκε καὶ τὰς αἰτίας· τὸ γὰρ κινητικὸν καὶ τὸ κινητὸν ἤτοι φθαρτά ἐστιν ἢ ἀίδια· καὶ εἰ μὲν φθαρτά, κἂν φθαρείη πᾶσα φθορὰ διὰ κινήσεως, ὥστε ὑστέρα πάλιν ἔσται κίνησις τῆς ὑστάτης ῥηθείσης· εἰ δὲ ἄφθαρτα, εἰ τὸ μὲν κινητικὸν εἴη, τὸ δὲ κινητὸν τὸν ἄπειρον χρόνον, πάλιν αὐτῶν τὸ μὲν κινήσει, τὸ δὲ κινήσεται· τοῦτο γάρ ἐστι τὸ δυνατόν, ὃ γένοιτο ἄν, εἰ μὴ φθαρῆναι φθάσοι τὸ λεγόμενον δύνασθαι.2 Εἰς πίστιν δὲ τοῦ μὴ παύεσθαι ἅμα τάς τε ἐνεργείας τῶν κινουμένων καὶ κινούντων καὶ τὰς δυνάμεις παρέθετο τὸ μὴ ἀνάγκην εἶναι ἅμα παύεσθαι καιόμενον καὶ καυστὸν ὄν. καὶ δοκεῖ μὲν ἀσάφειαν ἐμποιεῖν τῷ λόγῳ τὸ καιόμενον λαβὼν εἰς παράδειγμα, ὃ καὶ φθείρεσθαι ἅμα τῷ κινεῖσθαι δοκεῖ, καίτοι τοῦ λόγου οὐκ ἐπὶ τῶν φθειρομένων, ἀλλ’ ἐπὶ τῶν κινουμένων ἀληθεύοντος, ὡς ὁ ἐξηγητής φησι. τὰ γὰρ κινούμενα σῴζεται ἐν τῷ κινεῖσθαι, καὶ οὐκ ἔστιν αὐτῶν ἡ κίνησις φθορά· καὶ τούτῳ διαφέρει τῆς κινήσεως ἡ φθορά, ὅτι τὸ μὲν κινούμενον ὑπομένει, τὸ δὲ φθειρόμενον οὐχ ὑπομένει. πῶς οὖν τὸ καιόμενον παρέθετο, ὃ φθείρεται ὡς ἐπίπαν;

“关于运动是不可毁灭的,也有同样的论证,直到‘因为毁灭乃是某种变化’。” 在打算证明运动既从未在先前不存在时产生,也未曾以在后不再存在的方式遭到毁灭时,他运用了两个论据:其一是出自运动定义的论据,另一则是出自时间的论据,并且从后者以两种方式确立了所探究之事,即既出自“先”与“后”,又出自始终处于过去与未来中间的“现在”。但是,在出自时间的两个论据中,他证明了这两点:既不存在运动不在之时,也不会存在运动不在之时。然而,在出自定义的论据中证明了其中一点——即运动是无始的,且不存在运动不在之时——并转入出自时间的论据之后,他如今补足了出自定义的论据中所缺少的部分,即运动也是不可毁灭的。因为正如在那些论述中,他通过能够被运动之物始终在先于运动而持存,表明了运动是无始的;同样在这些论述中,他通过能够被运动之物在运动之后也始终持存,表明了运动是不可毁灭的。因为所谓“因为它不会同时停止被运动且停止成为能被运动的,也不会同时停止运动且停止成为能运动的”,正是这个意思。因为如果它在停止运动或被运动时也随即遭到毁灭,那么能够被运动之物就不会在运动之后存留下来。但如果它有可能不在运动而处于静止——因为正如自然是运动的本原一样,它也是静止的本原——那么,只要运动在严格意义上是运动而非被运动之物的毁灭,某物在停止被运动时,便并未随之停止成为能被运动的。因为正如亚历山大所主张的,他是就运动提出这一论证的。因此,如果它在停止被运动后依然是能被运动的,显然它将再次被运动,而它所停止的那个运动也就不是最后的运动了。〔亚里士多德〕本人以此事明白易懂而未再深究,但解释家还补述了其原因:因为能运动者与能被运动者要么是可毁灭的,要么是永恒的;如果它们是可毁灭的,既然一切毁灭都通过运动发生,它们也终将被毁灭,以致在被说成最后的运动之后将再次存在后继的运动;如果它们是不可毁灭的,倘若一者在无限时间内是能运动的,另一者是能被运动的,它们就将再次一者去运动,另一者被运动;因为所谓可能之物,就是只要被称作具有潜能之物不曾预先遭到毁灭便会发生之物。 为了证明被运动者与运动者的活动与潜能不会同时停止,他援引了“没有必要同时停止被燃烧且停止成为能被燃烧的”这一事实。而他取“被燃烧之物”作为范例——该物看似在被运动的同时也遭到毁灭——似乎给论证带来了晦涩,尽管正如解释家所说,这一论证并非在被毁灭之物上为真,而是在被运动之物上为真。因为被运动之物在被运动中得以保全,它们的运动并非毁灭;并且毁灭与运动的不同之处正在于:被运动之物存留下来,而被毁灭之物则不存留。那么,他究竟为何要援引按常理而言遭到毁灭的“被燃烧之物”呢?

语法注2 条
  1. 8.12τὸ λεῖπον τῷ ἀπὸ τοῦ ὁρισμοῦ ἐπιχειρήματι τὸ ὅτι καὶ ἄφθαρτός ἐστιν ἡ κίνησις

    动词 προστίθησι 的直接宾语由带冠词的分词短语 τὸ λεῖπον(“缺少之物”)及其同位语名词性从句 τὸ ὅτι καὶ ἄφθαρτός ἐστιν ἡ κίνησις(“即运动也是不可毁灭的”)共同构成。与格短语 τῷ ἀπὸ τοῦ ὁρισμοῦ ἐπιχειρήματι 依附于分词 λεῖπον(“对出自定义的论证而言所缺少的”)。

  2. 8.12εἰ μὴ φθαρῆναι φθάσοι τὸ λεγόμενον δύνασθαι

    动词 φθάνω 搭配不定式 φθαρῆναι,意为“在……之前先行”、“先一步……”。其主语是带冠词的分词短语 τὸ λεγόμενον δύνασθαι(“被说成具有潜能之物”)。整句构成条件从句:“只要被称作具有潜能之物不曾先行遭到毁灭[从而未能实现]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1169.10-1170.16