- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1171.21-1173.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了亚里士多德关于运动永恒性(不可生成与消灭)的结论(252a3),并反驳了文法学家(斐洛庞努斯)的异议;针对后者列举心脏、火等事物停止运动即停止存在以否定运动后续性的做法,辛普里丘指出其混淆了普遍的可运动性与特定运动潜能。
" Εἰ δὴ ταυτ’ ἀδύνατα ἕως τοῦ ὁτὲ δὲ οὔ." Ἀποδείξας, ὅτι ἀδύνατον γενητὴν ἢ φθαρτὴν εἶναι τὴν κίνησιν τὸ μὲν ἐκ τοῦ1 πάσης τῆς λαμβανομένης ὡς πρώτης προυπάρχειν πάντως ἄλλην κίνησιν, τὸ δὲ ἐκ τοῦ πάσης τῆς ὡς ὑστέρας λαμβανομένης ἄλλην μεθυπάρχειν, δείξας δὲ ταῦτα καὶ ἐκ τῆς τοῦ χρόνου ἀιδιότητος, ὃς κινήσει πάντως σύνεστιν, εἰκότως συμπεραινόμενος εἶπεν, ὅτι εἰ ταῦτα ἀδύνατα τὸ γενητήν τε καὶ φθαρτὴν εἶναι τὴν κίνησιν, τουτέστι τὸ ἀρχὴν ἢ τέλος ἔχειν, ὅπερ ταὐτὸν τῷ εἶναι πρώτην καὶ ὑστάτην, ἀνάγκη ἀΐδιον αὐτὴν εἶναι καὶ μὴ οὕτως ἔχειν ὡς ποτὲ μὲν εἶναι, ποτὲ δὲ μὴ εἶναι. Ὁ δὴ Γραμματικὸς καὶ ἐν τούτοις αὐθαδιζόμενος· “εἰ δι’ ὧν, φησίν, ἐπεχείρησεν ὁ φιλόσοφος ἀποδεῖξαι, ὅτι ἀγένητος ἡ κίνησις, διὰ τούτων καὶ ὅτι ἄφθαρτος κατασκευάζει, δι’ ὧν ἄρα, φησί, καὶ ἡμεῖς ἐκείνους τοὺς λόγους διελυσάμεθα, δι’ αὐτῶν καὶ τοὺς προκειμένους εὐθύνομεν”. ῥητέον οὖν πρὸς αὐτὸν κατὰ τὴν διὰ τριῶν λεγομένην παρὰ τοῖς νεωτέροις ἀγωγήν, ὡς εἰ δι’ ὧν λόγων οὗτος ἀνατρέπειν ἐπεχείρησε τὸ ἀγένητον εἶναι τὴν κίνησιν, οὗτοι περικρουσθέντες σαθρὸν ἐφάνησαν παντοίως φθεγγόμενοι, καὶ οἱ τὸ ἄφθαρτον εὐθύνοντες τὰ αὐτὰ πείσονται βασανισθέντες. ἐπειδὴ δὲ ὡς νικήσας τὸ πρῶτον πάλαισμα λοιπὸν ἐπ’ ἀδείας καὶ κουφοτέροις ἐπιχειρήμασιν οὐκ ὀκνεῖ χρήσασθαι, φέρε καὶ ταῦτα παραθέντες ἐπισκεψώμεθα· “οἷς γὰρ ἐν κινήσει, φησί, τὸ εἶναι ἢ ἁπλῶς ὅσα σωστικὴν καὶ τελειωτικὴν τοῦ εἶναι ἔχει τὴν κίνησιν αὐτῶν τὴν κατὰ φύσιν, ταῦτα παυσάμενα τοῦ κινεῖσθαι καὶ τοῦ εἶναι παύεται. καρδία γοῦν καὶ ἀρτηρίαι καὶ πνεύμων ἅμα τῇ φθορᾷ τῆς κινήσεως συνεφθαρμένην ἔχουσι καὶ τοῦ κινεῖσθαι τὴν δύναμιν, μᾶλλον δὲ καὶ αὐτὸ τὸ εἶναι ταῦτα, ἅπερ καλεῖται, καὶ τῶν λοιπῶν δὲ τοῦ ζῴου μορίων ἕκαστον. καὶ τὸ πῦρ, φησίν, ἔστ’ ἂν ᾖ κινούμενον, παυσάμενον τῆς κινήσεως καὶ τοῦ πῦρ εἶναι παύεται· οὐκ ἄρα ἀνάγκη, φησί, μετὰ πᾶσαν τὴν ὑποτεθεῖσαν φθορὰν τῆς ἐσχάτης κινήσεως ἄλλην ὑστέραν τῆς ἐσχάτης ὑπολείπεσθαι κίνησιν.” ἆρα καὶ ἐνταῦθα παρακολουθεῖν οὗτος δόξει τοῖς εἰρημένοις; ὅτε ὁ Ἀριστοτέλης “οὐ γὰρ ἅμα παύεται, φησί, κινούμενον καὶ κινητὸν ὄν”,2 τουτέστι δυνάμενον κινεῖσθαι οὐ τὴν αὐτὴν πάντως κίνησιν, ἀλλὰ τὴν ὁποιανοῦν. οὐ γὰρ τοῦτο προὔκειτο δεῖξαι, ὅτι ἀΐδιος ἡ τῶν ἐν γενέσει ἑκάστου κίνησις, ὧν οὐδὲ τὴν οὐσίαν ἀΐδιόν φησιν,3 ἀλλ’ ὅτι ἀεί ἐστι καὶ ἐν τοῖς ὑπὸ σελήνην κίνησις καὶ οὐκ ἔστι τις ὑστέρα κίνησις, ἀλλὰ καὶ μετὰ ταύτην ἔστι τις, κἂν ἄλλην ἄλλη ἀεὶ διαδέχηται. οὗτος δὲ καρδίαν φησὶ καὶ πῦρ καὶ τὰ τοιαῦτα παυόμενα τοῦ κινεῖσθαι καὶ τοῦ εἶναι παύεσθαι, καὶ οὐκ ἐνενόησεν, ὅτι τοῦ μὲν εἶναι καρδία καὶ πῦρ παύεται καὶ τοῦ δύναμιν ἔχειν, καθ’ ἣν κινήσεται τὴν αὐτὴν κίνησιν, οὐ μέντοι τοῦ κινητὰ εἶναι· ἡ γὰρ καρδία φθαρεῖσα δηλονότι εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνετέθη, διαλύεται καὶ τὸ πῦρ εἰς ἀέρα μεταβάλλει· τὰ δὲ στοιχεῖα καὶ τὰ ἄλλα καὶ ὁ ἀὴρ ὅτι κινητά ἐστι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κινούμενα, οὐδὲ οὗτος οἶμαι διαμφιβάλλει. καὶ ὅρα ὅπως καὶ προανελόντος τοῦ Ἀριστοτέλους τὴν τοιαύτην παράνοιαν δι’ ὧν φησιν “οἷον καιόμενον καὶ καυστὸν ὄν” οὐκ ἴσχυσεν οὗτος παρακολουθῆσαι τῷ εἰρημένῳ, ἀλλ’ ἐνόμισε λέγειν αὐτόν, ὅτι παυσαμένης τῆς κινήσεως αὐτὸ ἐκεῖνο μένει κινητὸν ὂν κατὰ τὴν αὐτὴν κίνησιν, καίτοι ἔδει κἂν ἀπὸ τῆς πρὸς τὴν γένεσιν παραβολῆς ἐπιστῆσαι. “καθάπερ γάρ, φησίν, ἐπὶ τοῦ γενέσθαι κίνησιν συνέβαινε προτέραν τινὰ εἶναι μεταβολὴν τῆς πρώτης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας. ὥσπερ οὖν ἐκεῖ τῆς πρώτης ὑποτιθεμένης προτέρα ἐδείκνυτο ἐκείνη, καθ’ ἣν τὸ πρώτως κινηθὲν ἢ γενητὸν ὂν ἐγένετο ἢ ἀίδιον ὂν μετέβαλεν εἰς τὸ δύνασθαι κινεῖσθαι, οὕτω καὶ ἐνταῦθα τῆς τελευταίας ὑποτεθείσης ἔστιν ἄλλη ὑστέρα, καθ’ ἣν τὸ ὑπολειφθὲν κινηθήσεται, ἢ καθ’ ἣν τὸ φθεῖραν φθαρήσεται”. ἀλλ’ οὔτε ἐκείνοις οὔτε τούτοις ὁ Γραμματικὸς φαίνεται παρακολουθήσας. Ἀλλ’ ἴδωμεν τὸ μετὰ τοῦτο ἔτι σοφώτερον αὐτοῦ δοκοῦν ἐπιχείρημα· “ἀλλ’ οὐδὲ εἰ ἀληθές, φησί, τὸ μετὰ τὸ παύσασθαι τῆς κινήσεως ὑπομένειν τι τὴν τοῦ κινεῖσθαι δύναμιν ἔχον, οὐδὲ οὕτω καλῶς τὸ ἑξῆς ὁ φιλόσοφος συλλογίζεται.
“如果这些是不可能的”直至“在某一时刻却不然”。 既然已经证明了运动不可能是被生成的或可毁灭的,一方面是因为在每一个被视为第一的运动之前必然预先存在着另一个运动,另一方面是因为在每一个被视为最后的运动之后必然还存在着另一个运动,并且也从在任何情况下都与运动并存的时间的永恒性中指明了这些,[亚里士多德]顺理成章地得出结论说:如果运动是被生成的和可毁灭的(即具有开端或终结,这与存在第一和最后是一回事)这些情况是不可能的,那么它必然是永恒的,并且不处于有时存在而有时不存在的状态。然而那位文法学家在这些事情上也表现得狂妄自大:“如果哲学家试图据以证明运动是未生成的那套论据,”他说,“他也正是据以确立运动是不可毁灭的,那么正如我们据以瓦解了那些论证,”他说,“我们也正是据以纠正当下的论证。”因此应当按照近代人所谓的“通过三项”的推理方法对他说:如果此人试图据以推翻运动之未生成的论据,在被敲击之后显出在各方面都发出残破的声音,那么那些试图纠正其不可毁灭性的论据在经受检验时也将遭受同样的命运。但既然他仿佛赢得了第一场角力,此后便毫无顾忌地毫不迟疑地使用更轻浮的论据,那么且让我们也把这些列出来加以考察:“因为凡是其存在就在于运动中的事物,”他说,“或者简言之,凡是其符合本性的运动能维持并完满其存在的事物,这些事物一旦停止运动,也就停止了存在。例如心脏、动脉和肺,随着其运动的消灭,也连同其运动的潜能一并消灭了,或者不如说,连同作为它们所被称为的这些事物而存在本身也一并消灭了,动物的其余各个部分也是如此。火也是如此,”他说,“只要在运动,它就存在,而一旦停止运动,也就停止作为火而存在;因此,”他说,“在所设定的最后运动的一切毁灭之后,绝无必然性要在最后的运动之后留下另一个更后的运动。”难道此人在这里也会被认为理解了所说的话吗?正当亚里士多德说“因为正在被运动与作为可运动的存在并不是同时停止的”——也就是说具有能够被运动的潜能,并非必然指同一种运动,而是指任何一种运动。因为当时提出的论题并不是要证明生成之中的每一个别事物的运动是永恒的——他甚至并未说它们的主体是永恒的——而是要证明在月下界的事物中也始终存在着运动,并不存在某种最后的运动,而是在这个运动之后也依然存在着某种运动,即使总是由另一个运动相继接替另一个运动。然而此人却声称心脏、火以及诸如此类的事物停止运动也就停止了存在,却没有想到,它们固然停止了作为心脏和火的存在,停止了依据其进行同一种运动的潜能,但并没有停止作为可运动的存在;因为心脏毁灭之后,显然分解为构成它的元素,而火则转化为空气;至于诸元素中的其余〔元素〕以及空气是可运动的,而且不仅如此,并且还在运动着,我认为连此人也不会怀疑。请看,甚至在亚里士多德通过所说的“正如正在被燃烧与作为可燃烧的存在”预先排除了这种误解之后,此人仍未能理解所说的话,反而以为他说的是在运动停止后,那同一事物依然按照同一种运动保持为可运动的,尽管他本应当至少从与生成的类比中意识到这一点。“正如在运动生成的情形中,”他说,“结果是在第一运动之前存在着某种更先的变化,在这里同样是在最后运动之后存在着某种更后的变化。因此,正如在那边设定了第一运动时,显示出了那个在先的变化,依之首先被运动的事物或是作为被生成的而生成,或是作为永恒的而转变为能够被运动;在这里设定了最后运动时,同样存在着另一个更后的变化,依之遗留下来的事物将被运动,或者依之引起毁灭的事物将被毁灭。”然而那位文法学家似乎对那些论证和这些论证都未能领会。但让我们看他在此之后看似更为高明的论据:“然而,即使在运动停止之后仍有某种保有被运动潜能的事物留存下来这是真的,”他说,“哲学家也绝没有由此妥当地推导接下来的结论。
- 8.13τὸ μὲν ἐκ τοῦ ... τὸ δὲ ἐκ τοῦ ...
带有定冠词不定式的介词属格短语(ἐκ τοῦ c. inf.)表示前面分词 Ἀποδείξας(“证明了……”)的根据或手段,通过中性宾格相对应短语 τὸ μέν ... τὸ δέ(“一方面……另一方面……”)以副词性/限定性的方式并列。
- 8.13ὅτε ὁ Ἀριστοτέλης “οὐ γὰρ ἅμα παύεται, φησί, κινούμενον καὶ κινητὸν ὄν”
连词 ὅτε(“当……之时 / 鉴于……”)接续在前面的反问句(ἆρα καὶ ἐνταῦθα ... δόξει; “难道……会被认为……吗?”)之后,用以引出揭示论敌错误的背景事实,带有转折或让步意味(“而在亚里士多德明明说……的时候”)。
- 8.13ὧν οὐδὲ τὴν οὐσίαν ἀΐδιόν φησιν
关系代词 ὧν(复数属格)的先行词为紧接其前的 τῶν ἐν γενέσει ἑκάστου(“生成中的每一个别事物”)。该属格作 τὴν οὐσίαν 的定语(“它们的主体/实质”),οὐδέ 意为“甚至不”。
