← 辛普里丘

亚里士多德《物理学》注释

§115.10-117.3

巴门尼德论证形式的传述与残篇考察

针对亚里士多德批评巴门尼德假定存在是单纯被说(186a24)之处,辛普里丘梳理了泰奥弗拉斯托斯、欧德谟和波菲利所传述的巴门尼德论证形式及其逻辑缺陷,并结合巴门尼德本人的残篇诗句进行了对照考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#1

" Ψευδὴς μὲν ᾗ ἁπλῶς λαμβάνει τὸ ὂν λέγεσθαι." Τὸν Παρμενίδου λόγον, ὡς ὁ Ἀλέξανδρος ἱστορεῖ, ὁ μὲν Θεόφραστος οὕτως ἐκτίθεται ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἱστορίας “τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα τὸ ὄν”, Εὔδημος δὲ οὕτως “τὸ παρὰ τὸ ὂν οὐκ ὄν, ἀλλὰ καὶ μοναχῶς λέγεται τὸ ὄν· ἓν ἄρα τὸ ὄν.” τοῦτο δὲ εἰ μὲν ἀλλαχοῦ που γέγραφεν οὕτως σαφῶς Εὔδημος, οὐκ ἔχω λέγειν· ἐν δὲ τοῖς Φυσικοῖς περὶ Παρμενίδου τάδε γράφει, ἐξ ὧν ἴσως συναγαγεῖν τὸ εἰρημένον δυνατόν· “Παρμενίδης δὲ οὐ φαίνεται δεικνύειν ὅτι ἓν τὸ ὄν, οὐδὲ εἴ τις αὐτῷ συγχωρήσειε μοναχῶς λέγεσθαι τὸ ὄν, εἰ μὴ τὸ ἐν τῷ τί κατηγορούμενον ἑκάστου ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος.1 καὶ ἀποδιδομένων τῶν λόγων καθ’ ἕκαστον ἐνυπάρξει ὁ τοῦ ὄντος λόγος ἐν ἅπασιν εἷς καὶ ὁ αὐτὸς ὥσπερ καὶ ὁ τοῦ ζῴου ἐν τοῖς ζῴοις. ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα καλὰ καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε τὸ καλὸν ἀλλὰ πολλά (τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται τὸ δὲ ἐπιτήδευμα τὸ δὲ ὁτιδήποτε), οὕτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἓν οὐδὲ τὸ αὐτό· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ. Παρμενίδου μὲν οὖν ἀγασθείη τις ἀναξιοπίστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος,2 ἃ οὔπω τότε διεσαφεῖτο (οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδείς, ἀλλὰ Πλάτων πρῶτος τὸ δισσὸν εἰσήγαγεν, οὔτε τὸ καθ’ αὐτὸ καὶ κατὰ συμβεβηκός)· φαίνεταί τε ὑπὸ τούτων διαψευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογίζεσθαι· οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαίνοιτο ἀναγκαῖον· οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαίνοντο”. καὶ μέχρι τούτου τὰ περὶ Παρμενίδου προαγαγὼν ἐπὶ Ἀναξαγόραν μετέβη. Πορφύριος δὲ καὶ αὐτὸς τὰ μὲν ἐκ τῶν Παρμενιδείων ἐπῶν ὡς οἶμαι τὰ δὲ ἐκ τῶν Ἀριστοτέλους καὶ ὧν ἄν τις πιθανῶς ἐκθέσθαι τὴν Παρμενίδου δόξαν βουλόμενος εἴποι γράφει ταῦτα. ἔχει δὲ αὐτοῦ ὁ λόγος οὕτως. “εἴ τι παρὰ τὸ λευκόν ἐστιν, ἐκεῖνο οὐ λευκόν ἐστι, καὶ εἴ τι παρὰ τὸ ἀγαθόν ἐστιν, ἐκεῖνο οὐκ ἀγαθόν ἐστι, καὶ εἴ τι παρὰ τὸ ὄν ἐστιν, ἐκεῖνο οὐκ ὄν ἐστι. τὸ δὲ οὐκ ὂν οὐδέν· τὸ ὂν ἄρα μόνον ἐστίν· ἓν ἄρα τὸ ὄν. καὶ γὰρ εἰ μὴ ἕν ἐστιν ἀλλὰ πλείω τὰ ὄντα, ἤτοι τῷ εἶναι διοίσει ἀλλήλων ἢ τῷ μὴ εἶναι· ἀλλ’ οὔτε τῷ εἶναι διαφέροι ἄν (κατὰ γὰρ αὐτὸ τὸ εἶναι ὅμοιά ἐστι, καὶ τὰ ὅμοια ᾗ ὅμοια ἀδιάφορα καὶ οὐχ ἕτερα τυγχάνει ὄντα, τὰ δὲ μὴ ἕτερα ἕν ἐστιν) οὔτε τῷ μὴ εἶναι· τὰ γὰρ διαφέροντα πρότερον εἶναι δεῖ, τὰ δὲ μὴ ὄντα οὐδὲν διαφέρει ἀλλήλων· εἰ τοίνυν πλείω φησὶν ὑποτιθέμενα μήτε τῷ εἶναι μήτε τῷ μὴ εἶναι διαφέρειν οἷόν τε καὶ ἕτερα εἶναι ἀλλήλων,3 δῆλον ὡς ἓν πάντα ἔσται καὶ τοῦτο ἀγένητόν τε καὶ ἄφθαρτον”. ὁ μέντοι Ἀριστοτέλης ἐν τοῖς ἑξῆς ἔοικεν οὕτω πως ἀπομνημονεύειν τοῦ Παρμενιδείου λόγου· εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε εἶναι ἅμα τὴν ἀντίφασιν, οὐκ ἔσται οὐδὲν μὴ ὄν. ταὐτὸν δὲ καὶ οὗτος ἐννοεῖ τοῖς προτέροις. εἰ γὰρ ἓν σημαίνει τὸ ὄν, τὸ παρ’ ἐκεῖνο οὐκ ὂν καὶ οὐδέν ἐστι. καὶ εἰ μὴ συνυπάρχει ἡ ἀντίφασις, ὥστε ταὐτὸν καὶ ὂν ἅμα καὶ οὐκ ὂν εἶναι, δῆλον ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὂν ἔσται καὶ τὸ οὐκ ὂν οὐδέν. Εἰ δέ τις ἐπιθυμεῖ καὶ αὐτοῦ τοῦ Παρμενίδου ταύτας λέγοντος ἀκοῦσαι τὰς προτάσεις, τὴν μὲν τὸ ‘παρὰ τὸ ὂν οὐκ ὂν καὶ οὐδὲν’ λέγουσαν, ἥτις ἡ αὐτή ἐστι τῷ τὸ ὂν μοναχῶς λέγεσθαι, εὑρήσει ἐν ἐκείνοις τοῖς ἔπεσιν· ἡ μὲν ὅπως ἔστι τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι πειθοῦς ἐστι κέλευθος (ἀληθείῃ γὰρ ὀπηδεῖ), ἡ δ’ ὡς οὐκ ἔστι τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν. οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐόν (οὐ γὰρ ἀνυστόν) οὔτε φράσαις. ὅτι δὲ ἡ ἀντίφασις οὐ συναληθεύει, δι’ ἐκείνων λέγει τῶν ἐπῶν, δι’ ὧν μέμφεται τοῖς εἰς ταὐτὸ συνάγουσι τὰ ἀντικείμενα.

“一方面,在假定存在是单纯地被说的这一点上,它是虚假的。” 据亚历山大记载,泰奥弗拉斯托斯在《自然学史》第一卷中将巴门尼德的论证表述如下:“在存在之外者是非存在;非存在即无;因此存在是一”;而欧德谟则表述如下:“在存在之外者是非存在,但存在也只以单一种方式被说;因此存在是一。”至于欧德谟是否在其他某处如此明晰地写过这句话,我无法说明;但在《自然学》中关于巴门尼德他写下了如下内容,从中或许可以推导引申出上述说法:“巴门尼德并未显得证明了存在是一,哪怕有人向他让步承认存在只以单一种方式被说,除非[他指]在各事物的本质中所述谓者,正如对人述谓人一样。并且当依个别事物给出定义时,存在的定义将作为同一个定义内在存在于万物之中,犹如动物的定义存在于诸动物之中一样。但正如如果所有的存在者都是美的,且不可能取得任何非美之物,那么万物诚然将是美的,然而美绝非单一而是多数(因为颜色是美的,行事也是美的,不论其他何物皆然),同样地,万物诚然将是存在者,但绝非一,也非同一者;因为水是一物,火则是另一物。因此,人们可能会对巴门尼德追随不足凭信的论证并被当时尚未澄清的事物所欺骗而感到惊异(因为当时尚无人指出事物有多重含义,而是柏拉图首先引入了双重性,也无人指出依自身与依偶性);而他似乎正是被这些事物所误导。但这些区分以及进行三段论推论,是从论辩与反驳中被观察到的;因为除非显得必然,否则不会被承认;而此前的人们则是未加证明地作出断言。”在将有关巴门尼德的论述推进到此处之后,他便转向了阿那克萨哥拉。波菲利本人也写下了这些内容,据我想一部分采自巴门尼德的诗句,一部分采自亚里士多德的著作,以及凡欲令人信服地阐发巴门尼德见解的人所会说的话。他的论证如下:“如果有某物在白之外,那物就不是白的;如果有某物在善之外,那物就不是善的;如果有某物在存在之外,那物就是非存在。但非存在即无;因此唯有存在存在;因此存在是一。因为如果存在者不是一而是多数,它们彼此相异或者通过存在,或者通过非存在;但它们不可能通过存在而相异(因为就存在本身而言它们是相似的,而相似者就其相似而言是无差别的且并非相异的,非相异者则是一),也不可能通过非存在而相异;因为相异者必须首先存在,而非存在者彼此毫无差异;因此他说,如果假设为多数的事物既不可能通过存在也不可能通过非存在而相异且彼此成为相异之物,显而易见万物将是一,且这一是不生不灭的。”然而亚里士多德在接下来的论述中似乎大致这样记述巴门尼德的论证:如果存在意指一,且矛盾不可能同时成立,那么就不会有任何非存在。他也与前述诸人怀有同一意旨。因为如果存在意指一,在其之外者就是非存在即无。如果矛盾并不并存,以致同一事物同时既是存在又是非存在,显而易见在存在之外者将是非存在,而非存在即无。如果有人希望听到巴门尼德本人陈述这些前提,那么陈述‘在存在之外者是非存在即无’——这与‘存在以单一种方式被说’是同一的——的前提,他将在那些诗句中找到:“其一,即它存在且不可能不存在,这是劝导之路(因为它伴随着真理);另一条,即它不存在且必然不存在,我告诉你,这全然是一条不可探知的路径。因为你既不能认识那非存在者(因为这是无法做到的),也不能将其道出。”至于矛盾并不一同为真,他是通过那些斥责将对立物归结为同一者的人的诗句来说明的。

语法注3 条
  1. 1.21εἰ μὴ τὸ ἐν τῷ τί κατηγορούμενον ἑκάστου ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος

    由 εἰ μή 引导的从句是跟在主句否定式 οὐ φαίνεται δεικνύειν(“未显得证明了……”)之后的例外限制条件。此处需要补出省略的谓词(如“意指”或“被取作”),作“除非[他指的是]在各事物的本质中被述谓者,正如对人述谓人一样”解。

  2. 1.21Παρμενίδου μὲν οὖν ἀγασθείη τις ἀναξιοπίστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος

    动词 ἄγαμαι 在此支配表示对象或原因的人物属格(Παρμενίδου)以及同格的分词(ἀκολουθήσαντος, ἀπατηθέντος)。搭配不定代词 τις 的潜能希求法(ἀγασθείη τις)表达一种推测性评价(“人们或许会惊叹于巴门尼德追随了……”)。

  3. 1.21εἰ τοίνυν πλείω φησὶν ὑποτιθέμενα μήτε τῷ εἶναι μήτε τῷ μὴ εἶναι διαφέρειν οἷόν τε καὶ ἕτερα εἶναι ἀλλήλων

    φησίν 在此为插入语(指所引用的作者波菲利),嵌套在条件从句 εἰ … οἷόν τε 的结构之中。中性复数分词 ὑποτιθέμενα 作不定式 διαφέρειν 和 εἶναι 的宾格逻辑主语(“被假设为多数的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:115.10-117.3