- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1167.32-1169.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了乞求论题的第三种方式,辩明亚里士多德从“现在”的中介性推导时间永恒性乃是正当的证明而非同义反复。他还批判了文法学家斐洛庞努斯在线上之点的几何类比及对现在时态理解上的错误,驳斥了他关于宇宙与时间非永恒性的论调。
τρίτος δὲ τρόπος τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι,1 ὅταν τῶν ἀλλήλοις ἀντιστρεφόντων τοῦ ἑτέρου ζητουμένου τὸ ἕτερόν τις λαμβάνοι, οἷον εἰ ζητούντων ἡμῶν, εἰ ἡ διάμετρος σύμμετρος τῇ πλευρᾷ, λαμβάνοι τις, ὅτι ἡ πλευρὰ τῇ διαμέτρῳ ἀσύμμετρος. μήποτε δὲ οὐχ ἁπλῶς ὁ τὸ ἀντίστροφον λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖ, εἴπερ ἐκ τῶν ὁρισμῶν αἱ κυρίως ἀποδείξεις γίνονται, ἀλλὰ τότε μόνον, ὅταν ὁμοίως ἄδηλον ᾖ καὶ τὸ ἀντιστρέφον. τοῦ οὖν Ἀριστοτέλους ἐκ τῆς ἐναργείας λαβόντος, ὅτι τὸ νῦν μεσότης ἐστὶ χρόνου, καὶ ἐκ τούτου δείξαντος, ὅτι ἀίδιος ὁ χρόνος, οὗτος ταὐτὸν εἶναί φησιν ἄμφω. καὶ ὅτι μὲν οὐκ ἔστι ταὐτόν, πρόδηλον, οὔτε τῇ λέξει οὔτε τῷ σημαινομένῳ. οὐ γάρ ἐστι τὸ μέσον νῦν ὁ ἀΐδιος χρόνος, εἴπερ ὁ χρόνος πᾶς καὶ ἐκ τοῦ παρεληλυθότος καὶ ἐκ τοῦ μέλλοντος συμπληροῦται. οὐ μέντοι οὔτε διὰ τὸ ἀΐδιον εἶναι τὸν χρόνον δείκνυται τὸ νῦν μέσον, ἀλλὰ καὶ ἐκ τῆς τοῦ νῦν ἐννοίας. ἀλλ’ οὐδὲ ὁμοίως δῆλά ἐστι τὸ ἀΐδιον εἶναι τὸν χρόνον καὶ τὸ μεσότητα εἶναι τὸ νῦν. εἰ δὲ τὰ ἐξ ἀνάγκης ἑπόμενα τὰ αὐτὰ νομίζει οὗτος, ὥρα λέγειν αὐτῷ,2 ὅτι αἱ διὰ τῶν ἐξ ἀνάγκης ἑπομένων γινόμεναι ἀποδείξεις διὰ τῶν αὐτῶν γίνονται καὶ τὸ ἐν ἀρχῇ αἰτοῦσι, τοιαῦται δὲ αἱ ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων, τοιαῦται δὲ αἱ κυρίως ἀποδείξεις. Ἴδωμεν δὲ καὶ τὸ ἀπὸ τοῦ κατὰ τὴν γραμμὴν σημείου ληφθὲν ἐπιχείρημα· κἀνταῦθα γὰρ τὸ κοινὸν ἔλαβεν τοῦ τε σημείου καὶ τοῦ νῦν τὸ ἀμερές, καθ’ ὃ ἀρχαὶ καὶ πέρατα γίνονται τὸ μὲν γραμμῆς τὸ δὲ χρόνου, οὐκέτι προσλογισάμενος, ὅτι τὸ μὲν σημεῖον καὶ πεπερασμένης γραμμῆς ἀρχὴ καὶ πέρας εἶναι δύναται μὴ ἐμφαῖνον μεσότητα, ἀλλὰ μόνον τὸ ἀμερὲς ἐν τοῖς θέσιν ἔχουσι, τὸ δὲ νῦν οὐχ ἁπλῶς ἀμερές ἐστιν, ἀλλ’ οὕτως ὡς τὸ ἐνεστὸς τοῦ χρόνου· τοῦτο δὲ εὐθὺς συναναφέρει τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, διότι οὔτε πρότερόν ἐστιν οὔτε ὕστερον, ἀλλὰ νῦν. ὥστε ὁ παντὸς τοῦ νῦν ἐφ’ ἑκάτερα χρόνον εἶναι λέγων καὶ διὰ τοῦτο ἀίδιον εἶναι τὸν χρόνον ἀποδεικνὺς οὐ τὸ ἐν ἀρχῇ αἰτεῖ οὐδὲ τὸ ζητούμενον λαμβάνει, ἀλλὰ τὸ ἐξ ἀνάγκης ἑπόμενον τῇ ἐναργεῖ τοῦ νῦν μεσότητι λαμβάνει. τίς δὲ ἂν ἤλπισεν, ὅτι γραμματικός τις εἶναι βουλόμενος ἀντείποι ἂν πρὸς 〈τὸ〉 τὸν ἐνεστῶτα χρόνον ἀεὶ μέσον εἶναι3 παρεληλυθότος καὶ μέλλοντος, καὶ λέγοι ἂν ἅπερ οὗτος, ὅτι ὁ μὲν παρ’ ἡμῖν ἐνεστὼς τοιοῦτός ἐστιν, ἦν δέ ποτε ἐνεστὼς καὶ ἔσται μὴ τοιοῦτος. ὅμοιον γάρ μοι δοκεῖ λέγειν τῷ λέγοντι ‘νῦν ἡ δεκὰς πέρας μέν ἐστι τῶν μοναδικῶν ἀριθμῶν, ἀρχὴ δὲ τῶν δεκαδικῶν· ἦν δὲ ὅτε οὐκέτι ἡ δεκὰς ἕξει πρὸ ἑαυτῆς τοὺς μοναδικοὺς ἀριθμούς, καὶ ἔσται ὅτε οὐχ ἕξει μεθ’ ἑαυτὴν τοὺς δεκαδικούς, καίτοι ὡς δεκὰς ἀεὶ ἀμφότερα ἔχει’. οὕτω δὲ καὶ ὁ ἐνεστὼς καθὸ ἐνεστὼς πέρας μέν ἐστι τοῦ παρεληλυθότος, ἀρχὴ δὲ τοῦ μέλλοντος. ὡς εἴ γε οὗτος κατὰ τὸ ἐν ἀρχῇ νῦν ἐκεῖνο, ὅ φησι, γραμματικευόμενος ἐτεχνολόγει, τὸν ἐν τοῖς ῥήμασι παρεληλυθότα χρόνον οὐ παρελάμβανεν. ἀλλ’ οὐδὲ τοὺς παρατατικοὺς καὶ παρακειμένους καὶ ὅλως τοὺς συντελικοὺς ἐνεστῶτας χρόνους ἔχειν τινὰ τότε φύσιν εἶπεν ἄν, εἴπερ ἐπικοινωνοῦσί πως οὗτοι πρὸς τὸν παρεληλυθότα. ἀλλ’ ὡς ἔοικεν ὑπόθεσιν οἰκείαν περαίνειν βουλόμενος οὗτος καὶ τὰς κοινὰς τῶν ὀνομάτων ἐννοίας ἐν ἑαυτῷ διαφθείρει. ‘καὶ οὐκ ἔστι, φησί, δεῖξαι τὸ νῦν μεσότητα χρόνου, εἰ μὴ προαποδειχθείη ὅτι ἀΐδιός ἐστιν ὁ χρόνος’. καίτοι εἰ ἀπὸ τῶν σαφεστέρων χρὴ τὰς ἀποδείξεις εἶναι (πολὺ δὲ σαφεστέρα ἡ τοῦ νῦν μεσότης τοῦ ἀΐδιον εἶναι τὸν χρόνον· τίς γὰρ οὐκ οἶδε καὶ μὴ γραμματικὸς ὤν, ὅτι ὁ ἐνεστὼς χρόνος μέσος ἐστὶ τοῦ παρεληλυθότος καὶ μέλλοντος), καλῶς ὁ Ἀριστοτέλης ἐκ τῆς τοῦ νῦν μεσότητος ἀπέδειξε τὸ ἀίδιον. “ἐπειδὴ δέ, φησί, τῷ οὐρανῷ καὶ τῷ κόσμῳ συνυφέστηκεν ὁ χρόνος, οὐδεὶς δὲ λόγος τῶν ἀίδιον δεικνύντων τὸν κόσμον ἀνέλεγκτος ἔμεινε, συναπελέγχοιτο ἂν καὶ ἡ περὶ τῆς τοῦ χρόνου ἀιδιότητος ὑπόληψις.” εἰ οὖν, ὡς ἐγὼ νομίζω, πάντας αὐτοῦ τοὺς τὴν ἀιδιότητα ἐλέγχειν ἐπιχειροῦντας λόγους ἔδειξα σαθροὺς τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ τοῦ Ἀριστοτέλους πραγματείας ἐπισκεπτόμενος, δῆλον ὅτι κενὸν ἂν εἴη αὐτοῦ καὶ τοῦτο τὸ νεανίευμα.
乞求论题的第三种方式,是在两个互为可逆的项中有一项处于探求中时,有人却预先假定了另一项;例如,当我们在探求对角线是否与边可通约时,有人却假定边与对角线不可通约。然而,假定可逆项的人或许并非无条件地在乞求论题——既然严格意义上的证明来自定义——而唯有当该可逆项同样不明显时才是如此。因此,当亚里士多德根据显明性假定“现在”是时间的中点,并由此证明时间是永恒的时,这个人[斐洛庞努斯]却声称二者是同一回事。而二者无论在词句上还是在含义上都不是同一回事,这一点是不言而喻的。因为中间的“现在”并非永恒的时间,既然全部时间都是由过去和未来共同构成的。而且,“现在”之为一个中点,也绝非通过时间是永恒的来证明,而是来自“现在”本身的概念。况且,时间是永恒的与“现在”是一个中点,也并非同样显明。如果这个人认为必然随之而来的结论与前提就是同一回事,那么他正是时候该宣称:通过必然随之而来的结论所作的证明,都是通过同一事物所作的证明,并且都在乞求论题;然而出自本质属性的证明正是这一类的,严格意义上的证明也正是这一类的。 我们再来看看取自线上之点的论证。因为在这里,他也同样取了点与“现在”所共有的一点,即不可分性——凭借这种不可分性,一者成为线的始点和终点,另一者成为时间的始点和终点——却不再进一步考虑到:点即使作为一条有限线的始点和终点也能够存在,并不显明出中点,而只显明出具有位置之物中的不可分者;然而“现在”却并非简单地是不可分的,而是作为时间的“现在”而是不可分的。而这立即连带引入了过去与未来,因为它既不是在先的也不是在后的,而是“现在”。因此,主张每一个“现在”的两端都有时间并因此证明时间是永恒的人,既不是在乞求论题,也不是在预先假定所探究之物,而是在假定必然伴随着“现在”显明的中介性的事物。 谁能料想,一个自诩为文法学家的人竟会反对现在时始终是过去与未来的中间,竟会说出如同这个人所说的话:我们当下的现在固然是这样的,但曾经存在过、且将来也会存在某种并非如此的现在。因为在我看来,他的说法就像有人声称:“现今十是个位数的终点,却是十位数的开端;但曾经有一时,十不再在其之前拥有个位数,也将会有一时,它在其之后不再拥有十位数,尽管它作为十始终同时拥有两者。”然而,现在只要在其作为现在的意义上,同样也是过去的终点与未来的开端。因为假若此人依照他所说的那个“起初的‘现在’”来施展文法学术,他就不会在动词中列入过去时态。甚至他也不会说,未完成过去时、完成时以及总括而言各完成类现在时在当时具有任何实在本质,假若这些时态确实在某种程度上与过去有所相通的话。然而显而易见的是,这个人为了完成自己特有的预设,甚至在自身之中毁坏了词语的普遍概念。他说:“如果不预先证明时间是永恒的,就不可能表明‘现在’是时间的中点。”然而,如果证明应当出自更为清楚显明之事(而“现在”的中介性远比时间是永恒的更为显明;因为哪怕不是文法学家,又有谁不知道现在时间是过去与未来的中间呢?),那么亚里士多德从“现在”的中介性出发证明其永恒性便是合理的。“而且,”他说道,“既然时间与天体和宇宙共同持存,而证明宇宙是永恒的诸论证中没有一个未遭驳斥,那么关于时间永恒性的看法也当一同被驳倒。”因此,正如我认为的那样,如果我在探讨亚里士多德《论天》的第一部分时,已经表明了他试图反驳永恒性的所有论证都是站不住脚的,那么显而易见,他的这一狂妄之论同样也是空洞无物的。
- 8.11τρίτος δὲ τρόπος τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι
属格定冠词 τοῦ 统辖带有冠词的不定式短语 τὸ ἐν ἀρχῇ αἰτεῖσθαι,作名词 τρόπος 的修饰性属格。整个分句省略了系动词 ἐστί,构成名词谓语句。
- 8.11ὥρα λέγειν αὐτῷ
成语结构 ὥρα [ἐστί] 搭配与格及不定式,意为“某人该是时候做某事”。此处用于揭示对手前提所导致的荒谬后果,与格 αὐτῷ 作不定式 λέγειν 的逻辑主语。
- 8.11ἀντείποι ἂν πρὸς 〈τὸ〉 τὸν ἐνεστῶτα χρόνον ἀεὶ μέσον εἶναι
校勘所补充的冠词 〈τὸ〉 将带有逻辑主语的宾格不定式短语 τὸν ἐνεστῶτα χρόνον ἀεὶ μέσον εἶναι 名词化,作介词 πρός 的宾语,使“反对现在时始终为中间”的修饰关系十分清晰。
