- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1166.14-1167.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了斐洛庞诺斯将《创世记》作为时间生成的依据,引述了斐洛庞诺斯指责亚里士多德在通过“现在”推导时间的永恒性时犯了乞求论题的论证,并由此通过界定乞求论题的真正逻辑性质而展开反驳。
καὶ οὐχὶ τοῦτο λέγω, ὅτι πάντες ἐν πᾶσι συμφώνως περὶ τῶν φυσικῶν μάλιστα πραγμάτων ἀπεφήναντο, ἀλλ’ ὅτι τὰ πλεῖστα ταῖς ἐννοίαις συμφωνήσαντες τῷ φαινομένῳ τῶν ὀνομάτων διήνεγκαν, πρὸς ὃ τὰς πολλὰς ἀντιλογίας ὁ Ἀριστοτέλης πεποίηται. ἐπειδὴ δὲ πλείονάς φησιν ἔχειν ἐπιδεικνύναι καὶ ἀρχαιοτέρους καὶ μᾶλλον ἀξιοπίστους τοὺς τὸν χρόνον γενητὸν λέγοντας, ἆρα ἐφθόνησεν ἡμῖν τούτους μαθεῖν, οὓς Ἀριστοτέλης ἠγνόησε σαφῶς εἰπὼν “ἔξω ἑνὸς ὁμονοητικῶς” πάντας ἀγένητον λέγειν τὸν χρόνον, ἢ μηδένα ἔχων εἰπεῖν τῇ δῆθεν ἀποσιωπήσει τὴν ἄγνοιαν συνεκάλυψεν; εἰ δὲ τὸν τῶν Ἰουδαίων νομοθέτην ἐνδείκνυται λέγοντα “ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος”, εἶτα ποιήσαντος αὐτοῦ τὸ φῶς καὶ διαχωρίσαντος ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους ἐπήγαγε “καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία”, εἰ οὖν ταύτην τοῦ χρόνου νομίζει γένεσιν τὴν ἀπὸ χρόνου,1 ἐννοείτω ὅτι μυθική τίς ἐστιν ἡ παράδοσις καὶ ἀπὸ μύθων Αἰγυπτίων εἱλκυσμένη. ἐπεὶ πῶς εἶχε λόγον τὸν ἥλιον τὸν τῆς ἡμέρας αἴτιον, ὡς καὶ αὐτὸς ὁ Μωϋσῆς φησι, τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι; Τὸ δὲ τρίτον τῶν τοῦ Ἀριστοτέλους ἐπιχειρημάτων τὸ λέγον ‘εἰ ἀδύνατον εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν, διότι μηδὲν ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν, τὸ δὲ νῦν ἔστι μεσότης ἀρχὴν μὲν ἔχον τοῦ ἐσομένου χρόνου τελευτὴν δὲ τοῦ παρελθόντος, ἀνάγκη ἀεὶ εἶναι χρόνον, εἰ δὲ χρόνον, φανερὸν ὅτι ἀνάγκη εἶναι καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος τι κινήσεως’, πρὸς δὴ τοῦτο λέγειν ἀρξάμενος “ἐμοί, φησί, λίαν θαυμάζειν τὸν φιλόσοφον ἔπεισιν, εἰ μὴ συνεώρακεν οὐκ ἀποδεικνύς, ἀλλ’ αἰτησάμενος τὸ ζητούμενον.2 ζητουμένου γάρ, εἰ τῶν ἀεὶ ὄντων ἐστὶν ὁ χρόνος, ἀξιώματι πρὸς τὴν τούτου δεῖξιν ἐχρήσατο τῷ εἶναι τὸ νῦν μεσότητα χρόνου. τοῦτο δὲ ταὐτόν ἐστι τῷ λαβεῖν, ὅτι ὁ χρόνος ἐστὶν ἀίδιος, ὥσπερ εἴ τις γραμμήν τινα ἐπὶ μήκιστον ἐκτεταμένην διάστημα, ἧς τὰ πέρατα οὐχ ὁρᾶται, ζητῶν εἰ πεπερασμένη ἐστὶν ἢ ἄπειρος, λαμβάνοι ὅτι πᾶν τὸ ἐν τῇ ζητουμένῃ γραμμῇ σημεῖον μεσότης ἐστὶ γραμμῆς· εἰ γὰρ τοῦτο, πρὸ παντὸς τοῦ λαμβανομένου σημείου καὶ μετ’ αὐτὸ γραμμή ἐστιν, εἰ δὲ τοῦτο, ἄπειρος ἡ ζητουμένη γραμμή. ὥσπερ οὖν, φησίν, ἐπὶ τούτου τοῦ ὑποδείγματος ὁ λαμβάνων παντὸς τοῦ ἐν τῇ ζητουμένῃ γραμμῇ σημείου ἐφ’ ἑκάτερα εἶναι γραμμὴν οὐδὲν ἕτερον ἢ ὅτι ἄπειρός ἐστιν ἡ γραμμὴ λαμβάνει καὶ αὐτὸ τὸ ζητούμενον ἐν τῇ τοῦ συλλογισμοῦ προτάσει παρείληφεν, οὕτω καὶ ὁ τὸν χρόνον ἀίδιον δεῖξαι βουλόμενος, εἶτα λαμβάνων ἀξίωμα καὶ πρότασιν, ὅτι παντὸς νῦν ἐφ’ ἑκάτερα χρόνος ἐστίν, αὐτὸ δὴ τοῦτο λαμβάνει τὸ ζητούμενον, ὅτι ὁ χρόνος ἄναρχός ἐστι καὶ ἀτελεύτητος”. τοῦτο μὲν οὖν αὐτοῦ τὸ πρῶτον ἀντιλογικόν ἐστιν ἐπιχείρημα. Καὶ οὗτος μέν, ὡς λέγει, τὸν Ἀριστοτέλην τεθαύμακε μὴ συνεωρακότα, ὅτι οὐκ ἀποδείκνυσιν, ἀλλ’ αἰτεῖ τὸ ζητούμενον. τίς δὲ οὐκ ἂν τοῦτον θαυμάζοι δικαίως, εἰ μηδὲ τὰ πρόχειρα τῶν λογικῶν μεθόδων ἐπιστάμενος ἀντιλέγειν τολμᾷ πρὸς Ἀριστοτέλη περὶ ὧν αὐτὸς Ἀριστοτέλης ηὗρέ τε καὶ ἐτελεώσατο. ἔστι μὲν γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸ δι’ αὑτοῦ δεικνύναι τὸ μὴ δι’ αὑτοῦ δῆλον· τοῦτο δὲ γίνεται ἢ ἄντικρυς καὶ φανερῶς ἀξιούντων τὸ προκείμενον, ὥσπερ ἡμῶν λεγόντων τινὰ ἀγαθὰ μὴ εὐθὺς ἀγαθοὺς ποιεῖν, οἷον τὰς δυνάμεις, αἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι (ἀγαθὴ μὲν γὰρ ἡ ἐφ’ ἑκάτερα δύναμις, ἀγαθὸν δὲ οὐ ποιεῖ, εἰ μὴ τὸ εὖ χρώμενον αὐτῇ) οἱ Στωϊκοὶ τοῦτο ἀναιροῦντες ‘πᾶν, φασί, τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ’ τὸ ἐν ἀρχῇ λαμβάνοντες. ποτὲ δὲ οὐκ ἄντικρυς μὲν αὐτὸ τὸ ἐν ἀρχῇ αἰτοῦσί τινες, ἀλλ’ εἰς προτάσεις μεταβαίνειν σχηματιζόμενοι λαμβάνουσιν ὡς ἐναργῆ ἐκεῖνα, ἃ οὐχ οἷόν τε ἄλλως ἢ διὰ τοῦ ζητουμένου ἀποδειχθῆναι.3 οἷον εἴ προθέμενοι ἀποδεῖξαι, ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας, λάβοιεν, ὅτι τὸ τετράγωνον τέτταρσιν, ὅπερ ἐστὶ διὰ τοῦ τριγώνου δεικνύμενον.
我并不是说所有人在所有方面、尤其是在自然学问题上都作出了一致的断言,而是说他们在概念上于大多数方面相一致,但在词语的表面表达上有所分歧,亚里士多德的大多数反驳正是针对这表面表达而作的。但是,既然他声称能够指明有更多、更古老且更可信的人主张时间是生成的,那么他是不愿让我们知道这些人——亚里士多德在明确说出“除一人之外,所有人一致”认为时间是不生之时所未曾知道的那些人——呢,还是因为无人可说而以所谓的缄默来掩盖其无知?如果他是指称犹太人的立法者所说的“起初神创造天地,地是空虚混沌,渊面黑暗,神的灵运行在水面上”,然后在他造了光并将光与暗分开之后又补充道“神称光为昼,称暗为夜,有晚上,有早晨,这是头一日”——如果他认为这是时间从某个时间开始的生成,那么他就应当领会到这一传说是神话性的,且是从埃及神话中衍生而来的。因为,正如摩西自己所说的那样,作为白昼之原因的太阳是在第四日才生成的,这又怎么可能合乎道理呢? 至于亚里士多德的第三个论证,即声称“如果离开‘现在’便不可能存在且思索时间——因为在时间中除了‘现在’之外别无所取——而‘现在’是一个具有未来时间之开端和过去时间之终结的中间物,那么时间就必然始终存在;而如果时间必然存在,显而易见运动也必然存在,既然时间是运动的某种属性”;他针对这个论证开始反驳说道:“如果哲学家未曾看出自己并非在证明,而是在乞求论题,这令我深感惊异。因为在所探究的问题是时间是否属于始终存在之物时,他为了对此进行证明,却使用了‘现在是时间的中间物’这一前提公理。但这无异于直接假定时间是永恒的,正如某人面对一条延伸至极远距离、看不到端点的线,在探究它是有限还是无限时,竟假定所探究之线上的每一个点都是线的中点;因为若如此,在每一个所取的点之前和之后都有一条线,而若如此,所探究的线便是无限的。因此,”他说道,“正如在这个例子中,假定所探究之线上的每一个点的两侧都有一条线的人,所假定的无非就是这条线是无限的,并且把所探究的论题本身纳入了推论的前提之中;同样地,那个希望表明时间是永恒的,随后又把‘在每一个现在的两侧都有时间’作为公理和前提来假定的人,所假定的正是这个所探究的论题,即时间是无始无终的。”这就是他的第一个反驳性论证。 正如他所说,他惊异于亚里士多德未曾看出自己不是在证明而是在乞求论题。然而,如果一个人连逻辑方法的基本常识都不懂得,却敢于就亚里士多德本人所发现并完善的事物来反驳亚里士多德,谁又不会合情合理地对这个人深感惊异呢?因为所谓的乞求论题,乃是用自身来证明自身并不明了之事。这要么发生在人们直接且公开地要求承认所提出的命题之时——例如我们说某些善的事物并不能立即使人成为善的,比如既能善用又能恶用的各种能力(因为朝向两方面的能力是善的,但除非善用它,否则它并不使人成为善的),而斯多亚派否定这一点,声称‘凡是善的事物都使人成为善的’,从而预先假定了开端处的论题——;要么发生在某些人并非直接乞求论题本身,而是佯装过渡到前提,却把那些若不通过所探究之物便无法被证明的事情当作显明之事来假定之时。例如,如果他们计划证明三角形的三个内角之和等于两直角,却预先假定四边形的内角之和等于四直角,而这原本正是通过三角形来表明的。
- 8.11εἰ οὖν ταύτην τοῦ χρόνου νομίζει γένεσιν τὴν ἀπὸ χρόνου
双宾格结构:ταύτην 为直接宾语,γένεσιν 为宾语补足语(“如果他认为这是时间的生成……”)。其后的定语成分 τὴν ἀπὸ χρόνου 用阴性冠词修饰 γένεσιν,意为“从某一时间开始的[生成]”。
- 8.11ἐμοί, φησί, λίαν θαυμάζειν τὸν φιλόσοφον ἔπεισιν, εἰ μὴ συνεώρακεν οὐκ ἀποδεικνύς, ἀλλ’ αἰτησάμενος τὸ ζητούμενον
非人称动词 ἔπεισι(ν) 接与格 ἐμοί 及不定式 θαυμάζειν,表示“向我涌现出……的想法/令我感到……”。θαυμάζειν 支配宾格 τὸν φιλόσοφον。连词 εἰ 接在表示惊异的情感动词后引导惊异的内容(“若他竟然没有看出……”)。主格分词 οὐκ ἀποδεικνύς 与 αἰτησάμενος 与 συνεώρακεν 的主语(亚里士多德)在性数格上保持一致。
- 8.11ἀλλ’ εἰς προτάσεις μεταβαίνειν σχηματιζόμενοι λαμβάνουσιν ὡς ἐναργῆ ἐκεῖνα, ἃ οὐχ οἷόν τε ἄλλως ἢ διὰ τοῦ ζητουμένου ἀποδειχθῆναι
主要动词是 λαμβάνουσιν,以带有关系从句的代词 ἐκεῖνα 作直接宾语,以 ὡς ἐναργῆ 作宾语补足语。分词 σχηματιζόμενοι(“假装/装作”)支配不定式短语 εἰς προτάσεις μεταβαίνειν(“过渡到前提”)。在修饰 ἐκεῖνα 的关系从句中,οὐχ οἷόν τε 结合被动不定式 ἀποδειχθῆναι,意为“不可能被证明”,并由 ἄλλως ἢ διὰ τοῦ ζητουμένου(“除了通过所探究之物外”)修饰。
