← 辛普里丘

亚里士多德《物理学》注释

§1164.39-1166.14

柏拉图与亚里士多德在生成与时间问题上的调和

辛普利丘驳斥了斐洛庞诺斯对自然哲学家共识的质疑,阐明了柏拉图使用“生成”的本意,论证了亚里士多德引入第五实体(以太)与柏拉图及色诺克拉底的一致性,并说明了宇宙的生成与时间的永恒并不矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11#7

οὗτος δὲ ὁ Γραμματικὸς τοῦ τοιούτου σκοποῦ τῶν λόγων μὴ συναισθόμενος ὡς πρὸς ἀποδεικτικὴν τὴν μαρτυρίαν ἀντιλέγων “οὐ δεῖ, φησί, ταῖς ἀναποδείκτοις αὐτῶν ἀποφάνσεσι δίκην ἀλόγων κατακολουθεῖν”. ὅτι δὲ ὁ Πλάτων γενητὸν τόν τε κόσμον εἶπεν καὶ τὸν χρόνον οὐ κατὰ τὸ αὐτὸ τῷ Ἀριστοτέλει σημαινόμενον, καὶ ὅπως ὁ Ἀριστοτέλης παλαιὰν συνήθειαν διασῴζων οὐ πρὸς τὸν Πλάτωνα, ἀλλὰ πρὸς τοὺς κατὰ τὴν πρόχειρον ἐκδοχὴν τὸ γενητὸν ἀκούοντας ἀντιλέγει, οὐ δέομαι πάλιν λέγειν πρὸ ὀλίγου ταῦτα κατὰ τὴν τῶν Ἀριστοτέλους ἐξήγησιν ὡς οἶμαι διασαφήσας.1 ὥστε καὶ εἴ τινας ἄλλους τῶν φυσικῶν ὡς γενητὸν λέγοντας τὸν κόσμον ὁ Ἀριστοτέλης εὐθύνει, καὶ ἐκείνων πρὸς τὸ φαινόμενον ὑπαντᾷ. καὶ τί θαυμαστόν, εἴ τινας ἐνόμισεν Ἀριστοτέλης κατὰ τὸ πρόχειρον ἀποδέξασθαι τὸ τοῦ Πλάτωνος καὶ τῶν ἄλλων γενητόν, ὅτε μετὰ τοσούτους τοῦ Πλάτωνος ἐξηγητὰς τοὺς τὸ γενητόν, ὅπως εἴρηται παρὰ τῷ Πλάτωνι, διαρθρώσαντας ὁ Γραμματικὸς οὗτος συμφωνεῖν ἑαυτῷ τὸν Πλάτωνα νομίζει τὸν κόσμον καὶ τὸν χρόνον γενητὸν οὕτως, ὡς οὗτος βούλεται, λέγοντα, ὡς πρότερον μὲν μὴ ὄντα ὕστερον δὲ εἰς τὸ εἶναι παρελθόντα, καὶ οὐκ ἤκουσε τοῦ Πλάτωνος λέγοντος, ὅτι ὅμοιον τὸν κόσμον τῷ παραδείγματι καὶ κατὰ τὴν ἀιδιότητα βουλόμενος ὁ θεὸς ἀπεργάσασθαι ἀντὶ τοῦ ἐκεῖ αἰῶνος τοῦ τὴν αἰώνιον ἀιδιότητα παρεχομένου τῷ παραδείγματι εἰκόνα τοῦ αἰῶνος τὸν χρόνον τῷ κόσμῳ παρέσχε, τὴν χρονικὴν ἀιδιότητα διδόντα; καὶ παρεθέμην πρὸ ὀλίγου τὰ τοῦ Πλάτωνος αὐτὰ ῥήματα. ἀλλ’ οὐδὲ τὴν πέμπτην οὐσίαν εἰσαγαγὼν ὁ Ἀριστοτέλης κατὰ τὴν ἔννοιαν διαφέρεται πρὸς τοὺς ἄλλους καὶ μάλιστα πρὸς τὸν Πλάτωνα. εἰ γὰρ διὰ τοῦτο φαίη ἂν ὁ Πλάτων καὶ τὸν οὐρανὸν ἐκ πυρὸς καὶ γῆς εἶναι καὶ τῶν μεταξύ,2 ὅτι ὁρατὸς καὶ ἁπτός ἐστιν, οὐδὲν δὲ ὁρατὸν ἄνευ πυρὸς οὐδὲ ἁπτὸν ἄνευ γῆς, ἐρωτητέον καὶ τὸν Ἀριστοτέλην, εἰ μὴ καὶ αὐτὸς ἄμφω ταῦτα ὁμολογήσοι, καὶ τὸ ὁρατὸν καὶ ἁπτὸν εἶναι τὸν οὐρανὸν καὶ τὸ ταῦτα τῷ πυρὶ καὶ τῇ γῇ πρώτως ὑπάρχειν. διὰ τί οὖν οὗτος πέμπτην οὐσίαν αὐτὸν καλεῖ; ἢ ὅτι καὶ ὁ Πλάτων ἄλλην τοῦ οὐρανοῦ τὴν οὐσίαν παρὰ τὰ τέτταρα στοιχεῖα τὰ ὑπὸ σελήνην φησίν, εἴπερ τῷ μὲν οὐρανῷ τὸ δωδεκάεδρον ἀποδέδωκε σχῆμα, τῶν δὲ τεττάρων ἕκαστον ἄλλῳ καὶ ἄλλῳ διεζωγράφησεν σχήματι. πέμπτην οὖν καὶ οὗτος οὐσίαν τὴν τοῦ οὐρανοῦ φησιν· ἄλλην γὰρ παρὰ τὰ τέτταρα τὰ ὑπὸ σελήνην στοιχεῖα, εἴπερ πέμπτον ἐστὶ τὸ δωδεκάεδρον σχῆμα, καὶ οὐσιώδη τὰ σχήματά ἐστιν. ἔτι δὲ τοῦτο σαφέστερον πεποίηκε Ξενοκράτης ὁ γνησιώτατος τῶν Πλάτωνος ἀκροατῶν ἐν τῷ Περὶ τοῦ Πλάτωνος βίου τάδε γεγραφώς· “τὰ μὲν οὖν ζῷα πάλιν οὕτω διῃρεῖτο εἰς ἰδέας τε καὶ μέρη πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πάντων στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα”· ὥστε ὁ αἰθὴρ πέμπτον ἄλλο τι σῶμα ἁπλοῦν ἐστι καὶ αὐτῷ παρὰ τὰ τέτταρα στοιχεῖα. Ἀλλ’ οὐδὲ ἀσύμφωνα πρὸς ἑαυτοὺς λέγουσιν οἱ τὸν μὲν κόσμον γενητὸν κατ’ ἄλλο σημαινόμενον λέγοντες ἢ ὡς ἀπ’ αἰτίας ἢ ὡς καθ’ ὑπόθεσιν, τὸν δὲ χρόνον ἀγένητον,3 ὡς οὐχὶ πρότερον μὲν μὴ ὄντα ὕστερον δὲ ὄντα, κἂν ἀεὶ συνυπάρχωσιν, ὅ τε χρόνος καὶ ὁ κόσμος. ὁ μὲν γὰρ κόσμος διὰ τὴν τῶν προτέρων ἐν αὐτῷ καὶ ὑστέρων φύσιν ἐδέχετο τὴν καθ’ ὑπόθεσιν γένεσιν, ὁ δὲ χρόνος καὶ τὸ πρότερον ἐν ἑαυτῷ καὶ τὸ ὕστερον χρόνον ἔχων οὐδὲ καθ’ ὑπόθεσιν ἐδύνατο λέγεσθαι γενητὸς οὕτως. εἰ γὰρ γενητὸν τὸ πρότερον μὲν μὴ ὂν ὕστερον δὲ ὄν, τὸ δὲ πρότερον χρόνος, πῶς οἷόν τε γενητὸν τὸν χρόνον ἐννοεῖν; ἀλλ’ οὐδὲ ἐν πᾶσιν, ὡς οὗτός φησι, τοῖς φυσικοῖς σκέμμασι “μακρὰν ἀποπλανηθέντας τῆς ἀληθείας τοὺς ἄλλους φυσικοὺς” ὁ Ἀριστοτέλης ἐπέδειξεν, ὅς γε καὶ νῦν καὶ ἐν ἄλλοις πλείστοις ἀγαπᾷ τὴν ἑαυτοῦ πρὸς ἐκείνους συμφωνίαν. ἢ οὐχὶ πολλοὺς ἐδαπάνησε λόγους δεικνὺς πάντας σχεδὸν τοὺς φυσικοὺς ἐξ ἐναντίων καὶ ὑποκειμένου τινὸς τὴν γένεσιν λέγοντας, εἰ καὶ ἄλλος κατ’ ἄλλην ἐπιβολὴν εἰς ταύτην ἠνέχθη τὴν ἔννοιαν;

然而这位文法学家未能领会论证的这一意图,把这些见证当作证明性的来反驳,说道:“不应当像无理性的牲畜那样,盲从他们未加证明的断言。”但是,柏拉图称宇宙和时间为“生成的”,并非在与亚里士多德相同的含义上使用该词;亚里士多德恪守古老习俗,并非针对柏拉图,而是针对那些依从浅近字面理解“生成的”之人进行反驳——关于这一点,我想不久前在解释亚里士多德的词句时已经阐明,无需再次赘述。因此,即使亚里士多德责难其他某些自然哲学家声称宇宙是生成的,他也是针对表面的见解而加以应对。如果亚里士多德认为某些人浅近地接受了柏拉图和其他人的“生成的”概念,这又何足为奇呢?因为在有如此多位柏拉图的注疏家清晰区分了柏拉图那里所说的“生成的”究竟意指为何之后,这位文法学家竟然还认为柏拉图与他意见相合,以为柏拉图声称宇宙和时间是生成的乃是依他自己所期望的方式,即先前不存在而后来进入存在;他竟没有听到柏拉图说过:神想要使宇宙在永恒性上也与范型相似,因而在宇宙中安置了作为永恒界之影像的时间以赋予时间性的永恒,代替了彼处赋予范型以永恒之永恒性的永恒界。而且不久之前我就引述过柏拉图的原话。 然而,亚里士多德引入第五种实体,在概念上也并未与其他人、尤其是与柏拉图相分歧。因为倘若柏拉图会声称天也是由火、土以及中间物构成的,其根据在于天是可见的且可触的,而离开火没有任何东西可见,离开土没有任何东西可触,那么人们也应当质问亚里士多德,难道他自己不会承认这两点——即天是可见且可触的,以及这些性质首先属于火和土吗?那么他为何将其称为第五种实体呢?难道不是因为柏拉图自己也声称天的实体不同于月下的四元素吗?既然他把十二面体的形状赋予了天,而将四元素中的每一种描绘为不同的形状。因此柏拉图也说天的实体是第五种;因为如果十二面体形状是第五种,并且这些形状是本质性的,那么它就不同于月下的四元素。此外,柏拉图最正统的听众色诺克拉底在《论柏拉图的生平》中记述如下,使这一点更为清楚:“因此,他再次如此将动物以各种方式区分为理念和部分,直到他得出了所有动物的元素,他把这些元素称为五种形状和物体,即以太、火、水、土和气”;可见对于他来说,以太也是四元素之外的某种第五种单纯物体。 另一方面,那些在另一种意义上——要么作为出于原因,要么作为依假设——声称宇宙是生成的,而声称时间是不生的(即并非先前不存在而后来存在)的人,即便时间与宇宙始终共同存在,他们所说的也绝非自相矛盾。因为宇宙由于其自身之中的“先”与“后”的本性,接受了依假设的生成,而时间由于在自身之中将“先”与“后”作为时间来拥有,甚至依假设也不能以这种方式被称为生成的。因为如果生成之物乃是先前不存在而后来存在之物,而“先前”乃是时间,那么人又怎能把时间领会为生成的呢? 此外,亚里士多德也并非像此人所说,在一切自然学探究中都表明“其他自然哲学家大大偏离了真理”;他在当下以及在极多其他地方,都乐于见到自己与他们的一致。难道他不是耗费了大量论述来表明,几乎所有自然哲学家都主张生成是出于对立面和某种基底,即便各人是通过不同的路径被引向这一概念的吗?

语法注3 条
  1. 8.11οὐ δέομαι πάλιν λέγειν πρὸ ὀλίγου ταῦτα κατὰ τὴν τῶν Ἀριστοτέλους ἐξήγησιν ὡς οἶμαι διασαφήσας

    分词 διασαφήσας 与主句主语(第一人称单数 οὐ δέομαι)在性数格上一致,表原因或伴随情况。短语 πρὸ ὀλίγου(不久前)与 κατὰ τὴν τῶν Ἀριστοτέλους ἐξήγησιν(在解释亚里士多德词句的过程中)作为副词性短语修饰 διασαφήσας。

  2. 8.11εἰ γὰρ διὰ τοῦτο φαίη ἂν ὁ Πλάτων καὶ τὸν οὐρανὸν ἐκ πυρὸς καὶ γῆς εἶναι καὶ τῶν μεταξύ

    由 εἰ 引导的条件从句中使用了带 ἄν 的潜能祈愿式(φαίη ἄν),引出柏拉图假设性的主张(“因为倘若柏拉图会声称……”)。主句(归结句)由表示必然/义务的动形容词 ἐρωτητέον(应当问)构成,后接由 εἰ μή 引导的间接问句。

  3. 8.11Ἀλλ’ οὐδὲ ἀσύμφωνα πρὸς ἑαυτοὺς λέγουσιν οἱ τὸν μὲν κόσμον γενητὸν κατ’ ἄλλο σημαινόμενον λέγοντες ἢ ὡς ἀπ’ αἰτίας ἢ ὡς καθ’ ὑπόθεσιν, τὸν δὲ χρόνον ἀγένητον

    主语是由定冠词加分词构成的短语 οἱ... λέγοντες,谓语动词为 λέγουσιν。分词 λέγοντες 同时支配两个对称的宾格补足语结构:τὸν μὲν κόσμον [εἶναι] γενητόν 与 τὸν δὲ χρόνον [εἶναι] ἀγένητον。短语 ἢ ὡς ἀπ’ αἰτίας ἢ ὡς καθ’ ὑπόθεσιν 构成同位语,进一步阐释 κατ’ ἄλλο σημαινόμενον 的具体含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1164.39-1166.14