- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1163.19-1164.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了斐洛庞劳关于时间非永恒性的辩护,并反驳了他贬低除柏拉图外的自然哲学家共识的异议,指出亚里士多德援引前人见解并非作为论证,而是为了证实与致谢。
ἀλλ’ ὡς ἔοικεν ἠγνόει, τί τότε ἔλεγεν. εἰ δὲ τὸ πρότερον καὶ ὕστερον ὡς κατὰ θέσιν ἤ, ὡς ἄν ἐκεῖ τις εἴποι κυριώτερον, κατὰ τάξιν αἰτιώδη ἢ κατὰ φύσεως ὑπεροχὴν ἐν ταῖς νοήσεσιν ἢ βουλήσεσί τις ὁρᾷ τοῦ θεοῦ, οὐδὲν ταῦτα πρὸς τὸν Ἀριστοτέλους λόγον τὰ σημαινόμενα, ἀλλ’ ἔστι παίδων παιζόντων τὸ ἀπὸ τοῦ ἀδιορίστου τῆς ὁμωνυμίας ἀντιλέγειν ἐπιχειρεῖν.1 Προελθὼν δὲ ἀξιοῖ τὸν ἀκούοντα, ὅτι πρὶν γενέσθαι οὐκ ἦν χρόνος, μὴ χρονικῶς τὸ ‘πρίν’ ἐννοεῖν· “πολλαὶ γὰρ λέξεις χρονικαί, φησίν, οὐ πάντως χρόνον σημαίνουσιν, ἀλλὰ μόνον τὸ μὴ ἀεὶ τὸν χρόνον εἶναι νοεῖν ἐκ τῆς λέξεως.” ὁ δὴ ταῦτα λέγων δῆλός ἐστιν οὐ βουλόμενος νοεῖν ἃ λέγει. εἰ γὰρ ἀξιοῖ μὴ κατὰ χρόνον τὸ πρότερον τοῦτο καὶ ὕστερον ἐννοεῖν, ἐζήτησεν ἄν, πῶς ἄλλως αὐτὸ δυνατὸν ἐκλαμβάνειν, καὶ εὑρών, ὅτι οὐ δυνατὸν ἄλλως, ἀπέστη τῆς ἀκαίρου ἀντιλογίας. ὁ γὰρ λέγων, ὅτι πρὸ ἑξακισχιλίων εἰ τύχοι ἐτῶν οὐκ ἦν ὁ κόσμος, τί διάφορον λέγει τοῦ λέγοντος, ὅτι πρὸ τοσῶνδε ἐτῶν οὐκ ἦν γραμματικὴ τέχνη; ὁ δὲ τοῦτο λέγων τί ἄλλο λέγει ἢ ὅτι ἐν τῷ πρὸ ἐκείνων τῶν ἐτῶν χρόνῳ οὐκ ἦν; τὸ γὰρ τοιοῦτον πρότερον οὔτε τῇ θέσει ἐστίν, ὡς εἰ ἔλεγον ‘πρὸ τοῦδε τοῦ κίονος οὐκ ἔστιν ἄλλος’ (καὶ γὰρ θέσις κειμένων ἐστίν) οὔτε τῇ φύσει, ὡς καὶ πρότερον εἶπον· καὶ τοῦτο γὰρ ἀπαιτεῖ τι εἶναι τὸ πρότερον, ὅταν λέγωμεν πρότερον εἶναι τὸ γένος τοῦ εἴδους. ὅλως δὲ τὸ πρὸ ἑξακισχιλίων ἐτῶν ὕστερα ἑαυτοῦ ἔχει τὰ ἑξακισχίλια ἔτη· τὸ γὰρ πρότερον ὑστέρου πρότερον. εἰ οὖν χρόνος ὁ ὕστερος, χρόνος ἂν εἴη καὶ ὁ πρότερος ἢ ἐν χρόνῳ. ἀλλὰ τοῦτο, φησί, νόησον μόνον, ὅτι οὐκ ἀεί ἐστιν ὁ χρόνος. τί οὖν τοῦτο ἄρα σημαίνει; οὐχὶ ὅτι ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι; τὸ δὲ ποτὲ ἄρα οὐδὲ αὐτὸ χρόνον δηλοῦν ὁ Γραμματικὸς ἐρεῖ; δίκαιος οὖν λέγειν αὐτός,2 τί ποτε ἄλλο σημαίνει. οὐ γὰρ ἄσημος ἡ λέξις φαίνεται, ἀλλὰ κινεῖ τινα τοῦ ἀκούοντος γνῶσιν καὶ διατίθησί πως αὐτόν. ταῦτα μὲν οὖν πρὸς τὸ πρῶτον τῶν νῦν ῥηθέντων ἐπιχειρημάτων εἶπέν τε καὶ ἤκουσεν ὁ Γραμματικός. Πρὸς δὲ τὸ δεύτερον τῶν Ἀριστοτέλους ἐπιχειρημάτων τὸ πιστούμενον ἀίδιον εἶναι τὸν χρόνον, ἐκ τοῦ πάντας τοὺς φυσικοὺς πλὴν ἑνὸς τοῦ Πλάτωνος ὁμονοητικῶς ἔχοντας φαίνεσθαι περὶ τὴν ἀιδιότητα τοῦ χρόνου καὶ τὸ ἀγένητον εἶναι, ἄκουσον οἷα πάλιν οὗτος ἀντιλέγειν προείλετο. πρῶτον μὲν γὰρ ‘οὐκ ἐπειδή, φησί, συμφωνοῦσι πρὸς ἀλλήλους οἱ παρὰ τὸν Πλάτωνα, πέντε τυχὸν ἢ δέκα ἄνδρες, ἀγένητον λέγοντες τὸν χρόνον ἤδη διὰ τοῦτο προκρίνειν ἄξιον αὐτοὺς τοῦ Πλάτωνος· οὐ γὰρ πλήθει δεῖ τῶν ἀποφηναμένων κρίνεσθαι τὴν ἀλήθειαν, ἐπεὶ οὕτω γε μόνος Ἀριστοτέλης τὴν πέμπτην οὐσίαν τοῦ σώματος εἰσάγων τὴν χείρονα ψῆφον ἀποίσεται3 πάντων ἢ τῶν γε πλείστων ἀρχὰς τοῦ κόσμου τὰ τέτταρα στοιχεῖα ἢ πάντα ἢ τούτων τινὰ λεγόντων. ὅλως δὲ εἰ χρὴ τῷ πλήθει τῶν φυσικῶν ἀκολουθεῖν, πῶς, ὡς αὐτὸς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ φησι, τὸν κόσμον ἐκεῖνοι μὲν γενόμενον ἅπαντες εἶναί φασιν, αὐτὸς δὲ ἀγένητον ἀποδείκνυσιν; ἐκ τρίτων δέ, εἰ μᾶλλον χρὴ πείθεσθαι τοῖς σύμφωνα πρὸς ἑαυτοὺς λέγουσιν ἢ τοῖς καὶ πρὸς ἑαυτοὺς ἀσυμφωνοῦσι, σύμφωνα δὲ μᾶλλον ὁ Πλάτων ἑαυτῷ λέγει· “χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν” εἰπὼν τῶν ἄλλων τὸν μὲν κόσμον γενητόν, τὸν δὲ χρόνον ἀγένητον εἰπόντων, καίτοι μηδετέρου τούτων χωρὶς θατέρου τὴν ὑπόστασιν ἔχοντος,4 τῷ Πλάτωνι μᾶλλον πειστέον μετὰ τοῦ κόσμου καὶ τὸν χρόνον γενητὸν εἶναι λέγοντι. ἔτι, φησίν, εἰ ἐν τοῖς ἄλλοις ἅπασι φυσικοῖς μακρὰν ἀποπλανηθέντας τῆς ἀληθείας τοὺς ἄλλους φυσικοὺς ἔδειξε, πῶς τὴν περὶ τοῦ ἀγένητον εἶναι τὸν χρόνον μαρτυρίαν αὐτῶν ὡς ἀξιόπιστον εἶναι παραδεξόμεθα;’ καὶ ἐπὶ τούτοις πλείονας καὶ ἀρχαιοτέρους καὶ τὸ ἀξιόπιστον πολλαχόθεν ἔχοντας ἀντιδιαταττομένους τοῖς ἀγένητον λέγουσι τὸν χρόνον δεικνύειν ἔχειν φησί. ῥητέον τοίνυν καὶ πρὸς ταύτας αὐτοῦ τὰς ἀντιρρήσεις, ὅτι τὰς τῶν ἄλλων μαρτυρίας οὐχ ὡς ἀποδεικτικὰς ὁ Ἀριστοτέλης παρατίθεται, ἀλλὰ μετὰ τὰς ἀποδείξεις ὡς τὰ πολλά, εἴ τινας καὶ τῶν προτέρων εὕροι τοῖς ἀποδεδειγμένοις σύμφωνα λέγοντας, μνήμην αὐτῶν ποιεῖται πρῶτον μὲν εὐγνώμονα χάριν ἀποδιδούς, ὅτι πρῶτοι τὴν τοιαύτην εἶδον ἀλήθειαν, ἔπειτα καὶ τοῖς μανθάνουσι πειθὼ μετὰ τῆς ἀποδεικτικῆς ἀνάγκης προσφέρων· ἀναμφισβητότερα γὰρ δοκεῖ τὰ παρὰ τοῖς πλείοσι καὶ σοφωτέροις ὁμολογούμενα ὥσπερ τὰ παρὰ πᾶσι παντελῶς ἀναμφίλεκτα διὰ τὸ μὴ ἔχειν ἀλλαχόσε ποι πρὸς ἀντικείμενον τὴν διάνοιαν ἀποκλῖναι.
但他似乎根本不明白自己当时在说什么。另一方面,倘若有人在神圣的诸思想或意愿中,将“先”与“后”视为依位置,或者如人在彼处可以更本真地所说,依原因性的秩序,或依本性的优越,那么这些涵义与亚里士多德的论证毫无关系;相反,企图从同名异义的含混未定出发来进行反驳,乃是顽童戏谑之举。 他在进一步论述时,要求听到“在生成之前不存在时间”的人,不要将“之前”理解为时间性的:“因为许多时间性的语词,”他说,“并非在任何情况下都指称时间,而仅仅是指从该语词去领会时间并非恒常存在。”说出这番话的人,显然并不想领会自己所说的话。因为如果他要求人们不依时间来领会此“先”与“后”,他就本应探究如何能够以其他方式来把握它;而当发现不可能以其他方式把握时,他就本该停止这不合时宜的争辩。因为倘若有人说,比方说“在六千年之前宇宙并不存在”,这与说“在若干年之前文法之术并不存在”的人又有何区别?而说出此话的人,除了说在早于那些年份的时间中并不存在之外,还在说什么呢?因为这样的“先”既非出于位置,宛如我说“在这一柱子之前没有另一根柱子”(因为位置属于被置放之物);亦非出于本性,正如我此前所说;因为这也要求在先者是某种存在之物,正如我们说属先于种。总而言之,“在六千年之前”乃是将那六千年置于自身的后方;因为在先者乃是相对于在后者而在先。因此,如果在后者是时间,那么在先者也必定是时间或处于时间之中。“但你只要领会这一点,”他说,“即时间并非恒常存在。”那么这究竟意味着什么呢?难道不意味着有时存在,有时不存在吗?难道文法学家竟会声称连“有时”也不指称时间吗?因此,他理当亲自说明这到底还指称什么。因为这个语词显然并非毫无意义,而是触动了听者的某种认识,并使他处于某种状态。 这些便是文法学家针对方才所述论证中的第一条所说并听到的话。然而,针对亚里士多德用来证实时间永恒的第二条论证——即除了柏拉图一人之外,所有自然哲学家似乎在关于时间的永恒与不生这一点上都意见一致——听听此人又选用了何种反驳吧。首先他说:“并非因为除柏拉图之外的那些人(或许有五人或十人)彼此一致声称时间是不生的,就理当因此推崇他们胜过柏拉图;因为真理不应由发表意见者的数量来判定,否则独自引入了第五种物体实体的亚里士多德将会得到最糟糕的选票,因为所有人或至少绝大多数人都说宇宙的本原是四元素(无论是全部四者还是其中的某些)。 总的来说,如果应当听从自然哲学家的多数意见,那么正如亚里士多德自己在《论天》第一卷中所说,那些人全都声称宇宙是生成的,他自己又如何证明宇宙是不生的呢? 第三,如果比起那些连同自身也不相一致的人,人们更应当信服言论与自身相合的人,而柏拉图所说的更与自身相合:他说‘时间乃与天一同生成’,而其他人则说宇宙是生成的但时间是不生的,尽管这两者无一能够离开另一者而确立其存有;因此人们更应当信服声称时间与宇宙一同生成的柏拉图。 再者,”他说,“如果亚里士多德在所有其他自然学问题上都表明其他自然哲学家大大偏离了真理,我们又怎能将他们关于时间不生的见证接纳为可靠的呢?”在这几点之外,他声称自己还能指出更众多、更古老且在多方面具备可靠性的人,站在反对那些主张时间不生者的阵营中。 因此,针对他的这些反驳也必须说明:亚里士多德援引他人的见证并非将其作为证明性的,而多半是在完成了论证之后,如果发现先哲中也有人说出与已被证明之事相符的见解,便提及他们;这一方面是表达感恩,因为他们最早窥见了这一真理;另一方面也是在论证的必然性之外,向学习者提供信服的说服力。因为在多数人与更智慧之人那里达成共识的事物显得更加不可争辩,正如在所有人那里达成共识的事物完全无可置疑一样,这是因为理智无法往别处偏向相反的方面。
- 8.11ἀλλ’ ἔστι παίδων παιζόντων τὸ ἀπὸ τοῦ ἀδιορίστου τῆς ὁμωνυμίας ἀντιλέγειν ἐπιχειρεῖν
παίδων παιζόντων 为充当表语的属格,表示特征或所属:“……乃是顽童戏谑之举”。语法主语是带有定冠词的不定词短语 τὸ ... ἐπιχειρεῖν(企图进行反驳)。
- 8.11δίκαιος οὖν λέγειν αὐτός
此处使用了人称结构 δίκαιος 搭配不定词(主格主语为 αὐτός),用以替代非人称结构 δίκαιόν ἐστιν αὐτὸν λέγειν,意为“因此他理当亲自说明”。
- 8.11τὴν χείρονα ψῆφον ἀποίσεται
源自审判投票的成语表达(字面意为“带走更糟的选票”),意为“遭受败诉”或“得到最不利的票决结果”。
- 8.11τῶν ἄλλων τὸν μὲν κόσμον γενητόν, τὸν δὲ χρόνον ἀγένητον εἰπόντων, καίτοι μηδετέρου τούτων χωρὶς θατέρου τὴν ὑπόστασιν ἔχοντος
双重属格独立结构。前一个 τῶν ἄλλων ... εἰπόντων 表对比(“而其他人则说宇宙是生成的但时间是不生的”),后一个由 καίτοι 引导的 καίτοι μηδετέρου ... ἔχοντος 为让步属格独立结构(“尽管这两者无一能够脱离另一者而存立”)。
