- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1162.1-1163.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘驳斥了文法学家(斐洛庞努斯)关于理智与神的认识活动具有推移性及先后之分的观点,揭露彼人错误地将流逝的时间强加于神圣的永恒认识。
τοῦτο δὲ διὰ τὴν ἄγνοιαν πέπονθεν τῶν περὶ τοῦ νοῦ καλῶς πεπιστευμένων. εἰ γὰρ ἤκουσεν Ἀριστοτέλους λέγοντος περὶ τοῦ νοῦ “τῇ οὐσίᾳ ὢν ἐνέργεια” καὶ ὅτι ὁ νοῦς τὰ πράγματά ἐστι, καὶ ἀκούσας ἐνόησε τὰ λεγόμενα, οὐκ ἂν μεταβατικὰς ἐνόει τὰς ἐνεργείας τοῦ νοῦ. εἰ γὰρ ἡ ἐνέργεια τοῦ νοῦ καὶ τῇ οὐσίᾳ αὐτοῦ συμπέπηγε καὶ τοῖς πράγμασι, δῆλον ὅτι ἀμετάβατος ἂν εἴη. ἀλλὰ τοῦτο μέν, ὅπερ εἶπον, ἔστω πολὺ τὴν τούτου διάνοιαν ὑπερβαίνειν περὶ σκιὰς καὶ εἴδωλα τὰ πρὸς ἀντιλογίαν αὐτῷ χρήσιμα διατρίβοντος, τὸ δὲ μὴ ἐφιστάνειν, ὅτι τὰ κατὰ μετάβασιν ἐνεργοῦντα, ὡς εἰς ἕτερον ἐξ ἑτέρου νόημα μετιέναι ἀπὸ προτέρου εἰς ὕστερον καὶ μὴ ἅμα ἄμφω συναιρεῖν, † τοῦτο κατὰ χρόνον ἐνεργοῦν χρονικὸν ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον, τοῦτο τῶν ἄγαν ἀνοήτων μοι δοκεῖ,1 ὥσπερ καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα. οὐ γὰρ ἀρκεσθεὶς οἷς τὸν νοῦν πεπαρῴνηκεν μεταβατικὰς αὐτοῦ τὰς ἐνεργείας νομίζων· “εἴ τις, φησί, μηδὲ τὰς νοερὰς οὐσίας ἐλευθέρας εἶναι τῆς πρὸς τὸν χρόνον σχέσεως συγχωρήσειεν, ἀλλὰ τὸν γε τοῦ χρόνου δημιουργὸν παντὸς ὑπέρτερον εἶναι χρόνου καὶ οὗτος ἀξιώσειεν. εἰ οὖν ἀμέσως, φησί, δημιουργεῖ τὸν οὐρανὸν ὁ θεός” (καὶ ὅσα τούτοις ἐπήγαγεν, ἵνα μὴ δὶς τὰ αὐτὰ γράφω), ‘ἐπειδὴ καὶ γινώσκει τὰς τῶν ἀστέρων ἀποκαταστάσεις ὁ θεός, ὅτι ὁ μὲν πρότερος ἀποκαθίσταται, ὁ δὲ ὕστερος, καὶ βούλεται οὕτως, ἀλλὰ μὴν καὶ τὸ μέλλον οἶδεν ὅτι μέλλει καὶ τὸ ἐνεστὸς ὅτι ἐνέστηκε καὶ τὸ παρῳχηκὸς ὅτι παρῴχηκεν, ἔστιν ἄρα καὶ ἐν ταῖς θείαις νοήσεσι καὶ βουλήσεσι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, καὶ ἡ γνῶσις, φησί, καθ’ ἣν ᾔδει ὅτι μέλλει, προτέρα ἐστὶ τῆς καθ’ ἣν ᾔδει ὅτι ἐνέστηκε, ταύτης δὲ πάλιν ὑστέρα, καθ’ ἣν γινώσκει ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. εἰ οὖν διὰ τὴν τοῦ προτέρου καὶ ὑστέρου λέξιν εὐθὺς δοκεῖ τῷ Ἀριστοτέλει καὶ χρόνος ἐμφαίνεσθαι, οὐδὲ τὸν τοῦ χρόνου δημιουργὸν ἔξω τῆς τοῦ χρόνου ποιήσομεν σχέσεως’. λεγέτω τοίνυν τὸ ἐν ταῖς νοήσεσι καὶ βουλήσεσι πρότερον καὶ ὕστερον, πότερον κατὰ μετάβασιν θεωρεῖ γινόμενον, ὅτι νοήσας τόδε τι πρότερον καὶ ἐφεξῆς εἰς ἕτερον μετέρχεται νόημα κἀξ ἐκείνου πάλιν εἰς ἄλλο, ἢ κατά τι ἄλλο σημαινόμενον τοῦ προτέρου καὶ ὑστέρου; εἰ μὲν γὰρ κατὰ μετάβασιν καὶ κίνησιν αὐτὸ θεωρεῖ, αὐτός ἐστιν ὁ μετὰ τὰς τοῦ νοῦ ἐνεργείας καὶ τὰς τοῦ θεοῦ τοῦ τὸν χρόνον δημιουργήσαντος ὑπὸ χρόνου μετρεῖσθαι λέγων. καὶ ὅτι οὕτω μᾶλλον τὸ πρότερον καὶ ὕστερον νοεῖ, δῆλός ἐστιν ἐκ τοῦ “ὅταν δὲ πάλιν ἐνστῇ, οἶδεν ὅτι ἐνέστηκε, καὶ ἐπειδὰν φθαρῇ, οἶδεν ὅτι παρῴχηκεν.” εἰ οὖν ὅταν ἐνστῇ, τότε οἶδεν ὅτι ἐνέστηκε, καὶ ἐπειδὰν φθαρῇ, τότε οἶδεν ὅτι παρῴχηκε, καὶ οὔτε πρότερον οἶδε ταῦτα οὔτε ὕστερον, τὸ δὲ παρῳχηκὸς καὶ τὸ ἐνεστηκὸς καὶ τὸ μέλλον οὐχ ἅμα ἐστίν, ἀλλὰ κατὰ τὸν ῥέοντα χρόνον τὸ μὲν οὐκέτι τὸ δὲ ἔστιν τὸ δὲ οὐδέπω, δῆλον ὡς τὴν ῥοὴν ταύτην καὶ ἐν ταῖς τοῦ θεοῦ νοήσεσιν οὗτος φαντάζεται. καὶ τὸ ‘ὅτε’ δὲ καὶ ‘τότε’ εἰ μὴ χρονικά ἐστιν ἐπιρρήματα, λεγέτω οὗτος ὁποῖα χρὴ νομίζειν αὐτά, εἰ δὲ κατ’ ἄλλο τι σημαινόμενον τοῦ προτέρου καὶ ὑστέρου τὴν μέν τινα προτέραν ἐν τῷ θεῷ γνῶσίν φησι, τὴν δὲ ὑστέραν2 (ποιήσωμεν γὰρ αὐτὸν εἰ δοκεῖ κἂν τῷ λόγῳ καλλίονα, ἐπειδὴ τῷ ἔργῳ τέως οὐκ ἰσχύομεν), εἰ μὲν οὕτω προτέραν λέγει καὶ ὑστέραν, ὡς προτέρου καὶ ὑστέρου τῶν κατὰ χρόνον ἔχοντος γνῶσιν τοῦ θεοῦ καὶ γινώσκοντος, ὅτι τὸ μὲν πρότερον γέγονε, τὸ δὲ ὕστερον, οὐ πάνυ ἄτοπον· οὐδὲ συνεισέρχεται χρόνος τῇ τοῦ προτέρου καὶ ὑστέρου γνώσει, ὥσπερ οὐδὲ τῇ αἰτίᾳ αὐτοῦ τῇ θείᾳ· οὔτε Ἀριστοτέλης τὸ τοιοῦτον πρότερον καὶ ὕστερον ἠνάγκασε χρονικῶς ἀκούειν. μὴ μέντοι τολμάτω τις τὸ τοῦ γνωστοῦ πρότερον καὶ ὕστερον εἰς τὴν τοῦ θεοῦ γνῶσιν ἀναφέρειν καὶ κατὰ τοῦτο λέγειν, ὅτι ἡ γνῶσις, καθ’ ἣν ᾔδει ὅτι μέλλει, προτέρα ἐστὶ τῆς καθ’ ἣν ᾔδει, ὅτι ἐνέστηκε, ταύτης δὲ ὑστέρα, καθ’ ἣν γινώσκει, ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. ἅμα γὰρ ἔστιν ἐν αὐτῷ τούτων ἡ γνῶσις καὶ οὐχὶ ἡ μὲν προτέρα ἡ δὲ ὑστέρα, καὶ ἀναμιμνῃσκέσθω τῶν ἑαυτοῦ λόγων, ἐν οἷς ἔλεγε καὶ τὰ ὑπὸ χρόνον ἀχρόνως γινώσκειν τὸν θεόν.
而他落入这般境地,乃是由于对有关理智的正见一无所知。因为假若他曾听闻亚里士多德论及理智乃是“在其实体上即是活动”,且理智即是其所认知的诸事物,并在听闻之后领会了所说之言,他就绝不会把理智的诸活动构想为推移性的。因为如果理智的活动与其自身的实体及其实际对象皆凝结为一,显而易见它应当是非推移的。然而,正如我所说,且不论此事远远超出了这个整日流连于对他论难有用的阴影与幻象之人的理解力;但是,未能察觉依推移而活动之物——即从先者走向后者,从一个思想过渡至另一思想,而不同时统摄两者——在依时间活动时具有时间性的先与后,这一点在我看来实属极度愚钝之人所为,正如他在下文中所写的一样。因为他并不满足于将理智的活动视为推移性从而对理智肆意侮慢:“倘若有人,”他说,“甚至不肯承认理智性实体摆脱了与时间的关系,然而此人也会要求,至少时间的创造者乃是超越一切时间的。因此,如果,”他说,“神直接创造了天”(且为了不将同样的内容书写两次,我略去他附加上去的诸语),‘既然神也知晓星辰的复位,知晓一者先复位而另一者后复位,且如此意愿;更有甚者,他也知晓未来的事物乃是未来,现在的事物乃是现在,过去的事物乃是过去;因此在神圣的诸思想与意愿中也存在着一者居先而另一者居后,并且’,他说,‘神据以知晓其为未来的认识,先于神据以知晓其为现在的认识,而神据以知晓其已不再属于存在事物的认识又后于这一认识。因此,如果因着“先与后”的字眼,亚里士多德便立即认为时间也呈现其中,那么我们甚至无法将时间的创造者置于时间关系之外’。 那么,就让他说明,他在诸思想与意愿中的先与后,究竟是将其视为依推移而生——即在先思想了某一事物之后相继过渡至另一思想,又从彼思想再次过渡至另一思想——还是依“先与后”的某种其他涵义?因为如果他是依推移与运动来考察它,那么正是他自己声称继理智的活动之后,创造了时间的神的活动也被时间所度量。而且,他恰恰是如此理解先与后的,这从他的下述言论中显而易见:“而当它再次处于现在时,神知晓它是现在;当它消亡时,神知晓它是过去。”因此,如果当它处于现在时,神在那时才知晓它是现在,当它消亡时,神在那时才知晓它是过去,并且神既不在其先也不在其后知晓这些,而过去、现在与未来并非同时并存,而是依流逝的时间一者已不再是、另一者正是、再一者尚不是,那么显而易见,此人甚至把这种时间的流逝幻象投射到了神的诸思想之中。而且,倘若“当……时”与“在那时”并非时间性的副词,就让此人告诉我们应当把它们视为怎样的词。 另一方面,倘若他是依“先与后”的某种其他涵义而声称神之中的某一认识居先而另一认识居后(姑且让我们在论证上使他显得高明一些,既然在事实上我们目前尚无法做到):如果他确实是这样说先与后,即神拥有关于依时间而在先与在后者的认识,并知晓一者先生成而另一者后生成,这倒并非全无道理;时间也并未随之侵入对先与后的认识之中,正如它并未侵入先与后的神圣原因之中一样;亚里士多德也从未强迫人们将此类先与后依时间去理解。然而,绝不可有人胆敢把可知对象的先与后带入神的认识之中,并据此声称:神据以知晓其为未来的认识,先于神据以知晓其为现在的认识,而神据以知晓其已不再属于存在事物的认识后于这一认识。因为在神之中,关于这些事物的认识乃是同时并存的,绝非一者居先而另一者居后;并且他理当忆起他自己的言论,他在其中曾说神即便是对于居于时间之下者,也是非时间性地加以认识的。
- 8.11τὸ δὲ μὴ ἐφιστάνειν, ὅτι τὰ κατὰ μετάβασιν ἐνεργοῦντα... τοῦτο τῶν ἄγαν ἀνοήτων μοι δοκεῖ
句首带冠词不定式短语 τὸ δὲ μὴ ἐφιστάνειν(未察觉……)充当整个句子的逻辑主语,随后由指示代词 τοῦτο 复指,并与谓语 τῶν ἄγαν ἀνοήτων μοι δοκεῖ(在我看来属于极度愚钝之人)相接。从句中的 † τοῦτο κατὰ χρόνον ἐνεργοῦν 则是承接前述分词短语 τὰ κατὰ μετάβασιν ἐνεργοῦντα 的复指主语。
- 8.11εἰ δὲ κατ’ ἄλλο τι σημαινόμενον τοῦ προτέρου καὶ ὑστέρου... εἰ μὲν οὕτω προτέραν λέγει καὶ ὑστέραν
在提出条件从句 εἰ δὲ κατ’ ἄλλο τι σημαινόμενον...(另一方面,倘若依某种其他涵义……)之后,中间插入了插入句 ποιήσωμεν γὰρ αὐτόν...(姑且让我们使他……),随后通过第二个条件分句 εἰ μὲν οὕτω...(如果他确实这样……)复述并展开该假设,最终归结到主句 οὐ πάνυ ἄτοπον(倒并非全无道理)。
