- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1160.19-1161.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘提出了“先与后”的三种区分(依位置、本性、时间),论证了菲洛波诺斯赋予超越时间的理智思维中的“先与后”和“推移”实际上必然以时间和运动为前提,从而批判了菲洛波诺斯的概念混乱及其对哲学理论的误读。
ὥστε οὐκ ἂν εὕροι πρότερόν τι καὶ ὕστερον τοιοῦτον μὴ κατὰ χρόνον λεγόμενον, ὅπερ σπουδάζων ἀποδεῖξαι τὴν ἀδιάρθρωτον ἑαυτοῦ περὶ τῆς νοερᾶς οὐσίας ἔννοιαν ἀπεγύμνωσεν,1 ἔδει γὰρ τὰ τοῦ προτέρου καὶ ὑστέρου σημαινόμενα ἢ ὑπὸ τοῦ Ἀριστοτέλους ἔν τε Κατηγορίαις καὶ μετ’ ὀλίγον διαιρούμενα ἀκοῦσαι, ἢ αὐτὸν διελόμενον δεῖξαι, ποῖα μὲν ἐπιβάλλει τῷ χρόνῳ, ποῖα δὲ οὔ.2 λεγέσθω δὲ ὅμως πρὸς διάρθρωσιν τῆς ἐκείνου συγχύσεως, ὅτι τὸ ‘πρῶτον’ τάξιν δηλοῦν τριχῶς ὡς ἐν τοῖς παροῦσιν ἂν εἴη λεγόμενον, ἢ γὰρ τῇ θέσει (ὡς πρῶτον ἄνωθεν τὸν ἀπλανῆ λέγομεν οὐρανόν) ἢ τῇ φύσει καὶ τῇ οὐσίᾳ (ὡς τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, καὶ συνεπιφερόμενον μὲν μὴ συνεπιφέρον δέ, ὡς ἔχει τὰ γένη πρὸς τὰ εἴδη) ἢ τὸ χρόνῳ πρότερον, ὡς τὰ Τρωικὰ τῶν Πελοποννησιακῶν. λεγέτω τοίνυν ἡμῖν, εἰ μὴ κατὰ χρόνον ἐστὶ τὸ πρότερον καὶ ὕστερον ἐν τοῖς νοήμασι τοῦ παρ’ αὐτοῦ λεγομένου νοῦ, κατὰ τί ἂν ἄλλο εἴη; θέσις μὲν γὰρ ἐν τοῖς νοητοῖς οὐκ ἔστιν, εἰ μὴ κατὰ μεταφορὰν λέγοιτο· εἰ δὲ καὶ ἦν, οὐδὲν ἐκώλυεν ἅμα νοεῖν τὸ πρότερον καὶ τὸ ὕστερον· ἅμα γοῦν οἶμαι νοεῖ τῆς σφαίρας τό τε κέντρον καὶ τὴν περιφέρειαν. ἀλλὰ καὶ τὸ φύσει πρότερον καὶ ὕστερον, ὥσπερ τὸ αἴτιον καὶ αἰτιατόν, ἅμα οὐ μόνος ὁ νοῦς, ἀλλὰ καὶ ἡ ψυχὴ νοεῖν ἀναγκάζεται διὰ τὴν πρὸς ἄλληλα σχέσιν. τὸ δὲ κατὰ μετάβασιν πρότερον καὶ ὕστερον καὶ μὴ ἅμα πάντως ἔχει συνυπάρχοντα χρόνον καὶ κίνησιν. καὶ τό γε ἐν τῇ γνώσει πρότερον καὶ ὕστερον τὸ μὴ ἅμα ὑπάρχον οὐδὲ ἐπινοῆσαι δύναμαι, πῶς ἂν κατ’ ἄλλο σημαινόμενον ἢ τὸ κατὰ χρόνον λέγοιτο. ἀλλὰ λόγους οὗτος ἐκφυσᾷ κενοὺς εἰς σύννοιαν αὐτῶν οὐκ ἐρχόμενος, ὅς γε τὸν νοῦν ὑπὲρ χρόνον θεὶς μεταβατικὰς αὐτῷ δέδωκεν ἐνεργείας. ‘τόδε, γάρ φησι, νοήσας ἐφεξῆς εἰς ἕτερον μετέρχεται νόημα, οὐχ ἅμα νοῶν’, καὶ τοῦτο θεὶς ὑπὲρ χρόνον εἶναί φησι τὴν τοιαύτην ἐνέργειαν, σαφῶς ἐνδεικνύμενος τοῖς δυναμένοις παρακολουθεῖν, ὅτι οὔτε τῆς νοερᾶς οὐσίας ἢ γνώσεως οὔτε τῆς τοῦ χρόνου φύσεως ἔννοιαν ἔχει διηρθρωμένην. διὸ προθέμενος δεῖξαι πρότερόν τι καὶ ὕστερον μὴ κατὰ χρόνον ὑπάρχον, προεβάλετο μὲν τὸν νοῦν ὡς ὑπὲρ χρόνον ὄντα καὶ ἐνεργοῦντα κατ’ ἄλλο τι πρότερον καὶ ὕστερον· τὸ δὲ πρότερον καὶ ὕστερον τὰ χρονικὰ λαβὼν ἐπ’ αὐτοῦ πάντα συνέφυρεν. εἰ γὰρ ἀπ’ ἄλλου εἰς ἄλλο μετέρχεται, δῆλον ὅτι κινεῖται, ὅπου δὲ κίνησις, ἐκεῖ καὶ χρόνος, ὡς καὶ αὐτὸς τῆς ἀντιλογίας ἀρχόμενος ὡμολόγησεν ἀριθμὸν κινήσεως τιθεὶς τὸν χρόνον. κἂν μὴ πᾶν οὖν τὸ πρότερον καὶ ὕστερον ὁπωσοῦν λεγόμενον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν (οὐ γὰρ δὴ τὸ κατὰ φύσιν ἢ τὸ κατὰ θέσιν), ἀλλὰ τό γε ἐν τῇ μεταβατικῇ νοήσει πρότερον καὶ ὕστερον, καθ’ ὃ τόδε πρότερον νοήσας ἐφεξῆς εἰς ἕτερον μετέρχεται κἀξ ἐκείνου πάλιν εἰς ἄλλο, ὅτι ποτὲ ἂν ᾖ τὸ οὕτω νοοῦν, τοῦτο τὸ πρότερον καὶ ὕστερον κατὰ χρόνον καὶ οὐ κατ’ ἄλλο τι τοῦ προτέρου καὶ ὑστέρου σημαινόμενον κίνησίς ἐστιν ἢ μετὰ κινήσεως. ἡ γὰρ μετάβασις, ὅπερ εἶπον, κίνησις· ὅπου δὲ κίνησις, ἐκεῖ καὶ χρόνος· ὥστε καὶ πάντα αὐτοῦ τὰ ἐφεξῆς ἐπιχειρήματα τὰ λέγοντα μεταβατικὴν μέν, ἄχρονον δὲ τὴν τοῦ νοῦ καὶ τοῦ θεοῦ ἐνέργειαν ματαίως ἐπικεχείρηται. μάταιος δὲ καὶ ἡ κατ’ ἐπίνοιαν ἀναίρεσις τῶν σωμάτων καὶ τοῦ χρόνου συναναίρεσις. ‘εἰ γὰρ ἀνέλοι, φησί, τίς τὰ σώματα, καὶ τὸν χρόνον συναναιρεῖ, εἴπερ χρόνος μετ’ οὐρανοῦ γέγονεν, ὡς φησιν ὁ Πλάτων, οὐ μέντοι τὸν νοῦν ἀναιρεῖ. εἰ οὖν μεταβατική, φησίν, ἐστὶν ἡ τοῦ νοῦ ἐνέργεια καὶ χρόνου μὴ ὄντος, καὶ ἀνάγκη τὸ μὲν πρότερον νοεῖν, τὸ δὲ δεύτερον, οὐ πᾶν τὸ πρότερον καὶ ὕστερον λεγόμενον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν.’ ἐνταῦθα δὲ καὶ προσέθηκε τὸ τὸ μὲν πρότερον νοεῖν, τὸ δὲ δεύτερον, κατ’ οὐσίαν ὑπάρχει τῷ νῷ.3 καὶ ὅτι μὲν ὁ νοῦς νοεῖ τὸ πρότερον καὶ τὸ δεύτερον καὶ τὸ κατὰ φύσιν καὶ τὸ κατὰ θέσιν καὶ τὸ κατὰ χρόνον, πρόδηλον (τί γὰρ ἂν ἀγνοήσοι νοῦς ὤν), οὐ μέντοι μεταβατικῶς τὸ μὲν πρότερον νοεῖ, τὸ δὲ ὕστερον. καὶ τάχα τοῦτο ἔσφηλε τὸν Γραμματικόν. ἀκούσας γὰρ ἴσως τῶν φιλοσόφων λεγόντων, ὅτι ὁ νοῦς τὴν πρώτην ἐν ἑαυτῷ διάκρισιν ἀναφήνας καὶ παράγει διακεκριμένα τὰ πράγματα καὶ νοεῖ διακεκριμένως μὲν ἀμεταβάτως δὲ τὰ μὲν πρῶτα ὄντα τὰ δὲ δεύτερα ὡς διακεκριμένα, οὗτος μὴ νοήσας τὸ λεγόμενον ἐνόμισε λέγεσθαι, ὅτι τὰ μὲν πρῶτα νοεῖ, τὰ δὲ μεταβατικῶς εἰς ἕτερον ἐξ ἑτέρου νόημα μετερχόμενος.
因此,他绝不可能找到任何并非依时间而说的此类先与后;而正是在极力证明这一点的过程中,他暴露了自己关于理智性实体的混乱观念。因为他本应当要么倾听亚里士多德在《范畴篇》中以及稍后[在《物理学》中]所区分的“先与后”的各种涵义,要么由他自己进行区分并指明哪些涵义关涉时间,哪些则不关涉。然而,为了理清他的混乱,不妨说明:在眼下的语境中,表示秩序的“第一”可以有三种说法:或者依位置(正如我们把恒星天称为由上而下的第一者),或者依本性与实体(正如那一并消除〔他者〕却不被一并消除者,以及被一并蕴涵却不一并蕴涵他者,正如属相对于种相的关系),或者依时间在先者,如特洛伊事件相对于伯罗奔尼撒事件。那么,就让他告诉我们,如果在彼人所说的理智的思想中,先与后并非依时间而存,它还能依何种其他标准而存?因为在可理知的实在中并不存在位置,除非是依隐喻而言;而且纵使存在位置,也并不妨碍同时思想先与后;无论如何,我认为[理智]乃是同时思想球体的中心与圆周的。而且,依本性的先与后(犹如原因与结果),不仅理智,甚至灵魂也因其相互关联而被迫同时加以思想。相反,依推移而非同时的先与后,则完全具有与之并存的时间和运动。至于在认识中非同时存在的先与后,我甚至无法构想它如何能依除时间之外的任何其他涵义而说。 然而此人夸夸其谈空洞的说辞,却未曾深究其内涵;他既将理智置于时间之上,又赋予它推移性的活动。“因为在思想了此物之后,”他说,“它便相继走向另一思想,而非同时思想”,并且在设定了这一点之后,他又说此类活动居于时间之上,这向那些能够明察的人清楚地表明,他无论对理智性实体或认识,还是对时间的本性,都没有分明清晰的观念。因此,他本欲表明存在某种非依时间而存的先与后,从而提出了理智作为居于时间之上且依某种其他先与后而活动者;然而他在理智上所采纳的先与后恰恰是时间性的,从而将一切混为一谈。因为如果它从一物走向另一物,显而易见它是在被运动,而哪里有运动,哪里就有时间,正如他在反驳的开端将时间设定为运动的数时自己所承认的那样。因此,即使并非无论如何被述说的每一个先与后都直接指涉时间(因为依本性或依位置的先与后确实不是),但是推移性知解中的先与后——依此,在先思想了此物之后相继走向另一物,并从彼物再次走向另一物,无论如此思想之物究竟是什么——这个先与后乃是依时间而非依“先与后”的任何其他涵义而言的,它本身就是运动或伴随着运动。因为正如我所说,推移乃是运动;而哪里有运动,哪里就有时间;因此,他后续所有声称理智和神的活动既是推移的又是非时间性的论证,全都是徒劳的尝试。 同样徒劳的,还有在思想中消除物体并一并消除时间。“因为倘若有人消除了物体,”他说,“如果真如柏拉图所言时间是与天一同生成的,那么他也一并消除了时间,然而他却并未消除理智。因此,”他说,“如果即便在时间不存在时,理智的活动也是推移性的,并且必然先思想一者随后思想第二者,那么并非每一个被称为先与后者都直接是指涉时间的。”并且在这里,他甚至还补充说,先思想一者随后思想第二者,在实体上属于理智。而理智既依本性、依位置、也依时间思想第一者与第二者,这是显而易见的(作为理智,它还能对什么无知呢?);然而它绝非推移性地先思想一者随后思想另一者。或许正是这一点让这位文法学家陷入了迷误。因为大概是他听到哲学家们说理智在自身中显明最初的区分,既将事物作为有区分的产出,又以有区分但非推移的方式思想那些作为有区分的第一者与第二者,此人未能理解所说的话,竟以为这是在说理智是在从一个思想推移地走向另一个思想的过程中,先思想某些事物,随后思想另一些事物。
- 8.11ὅπερ σπουδάζων ἀποδεῖξαι τὴν ἀδιάρθρωτον ἑαυτοῦ περὶ τῆς νοερᾶς οὐσίας ἔννοιαν ἀπεγύμνωσεν
关系代名词 ὅπερ 作为内宾格或不定式 ἀποδεῖξαι 的宾语,指代前述内容(存在某种非依时间而说的先与后)。主句主语是省略的菲洛波诺斯,分词 σπουδάζων 表伴随状态或时间(“在极力证明……的过程中”)。
- 8.11ποῖα μὲν ἐπιβάλλει τῷ χρόνῳ, ποῖα δὲ οὔ
在间接疑问句中,ποῖα 作为主语指代先与后的诸种涵义(τὰ σημαινόμενα)。动词 ἐπιβάλλει 为不及物用法,支配与格 τῷ χρόνῳ,意为“关涉、适用于”。
- 8.11ἐνταῦθα δὲ καὶ προσέθηκε τὸ τὸ μὲν πρότερον νοεῖν, τὸ δὲ δεύτερον, κατ’ οὐσίαν ὑπάρχει τῷ νῷ
该句出现重叠冠词结构:第一个中性单数宾格冠词 τὸ 将整句名词化,作为 προσέθηκε 的直接宾语;紧随其后的第二个 τὸ 则属于充当 ὑπάρχει 主语的不定式短语 τὸ μὲν πρότερον νοεῖν, τὸ δὲ δεύτερον(“先思想一者随后思想第二者”)中作 νοεῖν 宾语的 τὸ μὲν(与 τὸ δὲ 相对)。
