← 辛普里丘

亚里士多德《物理学》注释

§1159.2-1160.19

关于存在绵延的量度与推移性理智的公理批判

辛普利丘开始批判菲洛波诺斯预设的诸公理:针对第一条公理,他借助柏拉图的论述指出时间不仅量度活动而且量度存在的绵延;针对第二和第三条公理,他指出将推移性思考的理智视为超越时间是自相矛盾的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11#3

καὶ ἐκεῖθεν τὰς περὶ τούτου πίστεις ἐκλέγεσθαι τοὺς ἐντυγχάνοντας παραιτεῖται, ὡς λέγει ὁ Γραμματικός, ἵνα τὸ παλιλλογεῖν (ᾧ μάλιστα γέγηθεν) ἐκφύγῃ. τούτων αὐτῇ λέξει τὰ πλεῖστα γεγραμμένα παρεθέμην πολλοὺς ἐλπίζων ἀπιστεῖν, εἰ τοιαῦτά τις ἐννοῶν καὶ γράφων πρὸς τοὺς κορυφαίους τῶν φιλοσόφων ἀντιλέγειν ἐτόλμησεν. Ἀλλ’ ἴδωμεν τὰ ὑπ’ αὐτοῦ ῥηθέντα ἀπὸ τῶν ὑπ’ αὐτοῦ προληφθέντων ὡς ἀξιωμάτων ἀρξάμενοι. τὸ δὴ πρῶτον ἔλεγε τὸν χρόνον τρίτην ἢ τετάρτην ἀπὸ σωμάτων ἔχειν τὴν ὕπαρξιν1 μόνον τὸν τῆς ἐνεργείας μετρητικὸν χρόνον θεασάμενος. καίτοι τῶν γε μεριστῶν καὶ γενητῶν καὶ ὅλως τῶν τοῦ ὄντως ὄντος ἐκβεβηκότων οὐ τὴν ἐνέργειαν μόνην, ἀλλὰ καὶ τὴν τοῦ εἶναι παράτασιν καὶ τὴν κατὰ τὰς ποιότητας μετρεῖ ὁ χρόνος. ἔπειτα ὁ πολλαχοῦ τὸν Πλάτωνα παράγων οὐκ ἐνενόησεν, ὅτι διὰ τὴν τοῦ χρόνου μέθεξιν ὁμοιότερον γενέσθαι τῷ παραδείγματι τὸν κόσμον φησίν, ἐν οἷς γράφει “ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησε τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ” καὶ τὰ ἐφεξῆς, ἃ πρὸ ὀλίγου παραθέμενος οὐ δέομαι πάλιν ἐνοχλεῖν. εἰ οὖν τῆς ἀιδιότητος, ἣν οὗτος μόνῳ τῷ θεῷ προσήκειν οἴεται, διὰ τὸν χρόνον ὁ κόσμος μετέσχε καὶ τῆς μᾶλλον πρὸς τὸ παράδειγμα ὁμοιότητος ἤπερ ὅτε σωματικὸς μόνον ἦν καὶ ἔμψυχος, πῶς αὐτὸν ἀμενηνὸν οὗτος ἐνόμισεν; εἰ δὲ καὶ τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὸν κόσμον, ἣν ὁ αἰὼν ἔχει πρὸς τὸ παράδειγμα τοῦ κόσμου2 (ὡς γὰρ ἐκεῖνο διὰ τὴν τοῦ αἰῶνος μέθεξιν ὑπερτέραν ἔχοντος τάξιν αἰώνιόν ἐστιν, οὕτω καὶ ὁ κόσμος διὰ τὴν τοῦ χρόνου μέθεξιν ἀίδιος ὢν ὡς ὑπερτέρου μετέχει τοῦ χρόνου) * * * ἀλλὰ τοῦτο μὲν οὐδὲν θαυμαστόν, εἰ λέληθε τούτου τὴν περίεργον ἀδολεσχίαν τοῖς κλεινοῖς τῶν φιλοσόφων πεπιεσμένον. Τὸ δὲ δεύτερον αὐτοῦ τῶν ἀξιωμάτων τὸ λέγον τὰς νοερὰς οὐσίας πάντως ἐξῃρῆσθαι σώματος καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ εἴρηται καλῶς, κἂν δῆλος ᾖ οὗτος παντελῶς ἀγνοῶν τὴν νοερὰν οὐσίαν, ὡς ἐκ τοῦ τρίτου μαθησόμεθα. ὁ γὰρ αὐτὸς ἐν τῷ τρίτῳ λέγει, καὶ ὅτι ἀμερὴς αὐτοῦ καὶ ἀδιάστατος ἡ πρὸς τὰ νοητὰ τυγχάνει ἐπιβολή, καὶ ὅτι οὐχ ἅμα θεὸν καὶ ἄγγελον καὶ τὰς τῶν ψυχῶν διαφορὰς καὶ κοινωνίας καὶ τὰ ἄλλα γινώσκει, ἀλλὰ μεταβατικῶς ἀπὸ νοήματος εἰς νόημα προϊὼν καὶ δύο ἅμα νοήματα κατὰ ταὐτὸν μὴ καταδεχόμενος. τοῦτο γὰρ θεοῦ φησιν ἴδιον, ἀλλ’ οὐ τοῦ ἀγγελικοῦ ἢ τοῦ ψυχικοῦ νοῦ· οὗτος γὰρ τὸ μέν τι πρῶτον ἐνόησε, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. πῶς οὖν ἀμερὴς αὐτοῦ καὶ ἀδιάστατός ἐστιν ἡ ἐπιβολή, εἰ μὴ δύο ἅμα νοεῖ, ἀλλὰ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, καὶ μεταβαίνει ἀπ’ ἄλλου εἰς ἄλλο; τίνα δὲ καὶ λέγει τὸν νοῦν τοῦτον; ἢ γὰρ τὴν λογικὴν ψυχὴν ἢ τὸ ἄκρον ταύτης ἤ τινα ἄλλην οὐσίαν ὑπὲρ ψυχήν; εἰ μὲν γὰρ τὴν λογικὴν ψυχὴν νοῦν καλεῖ (ταύτης γὰρ ἴδιοί εἰσιν αἱ συλλογιστικαὶ καὶ μεταβατικαὶ ἀπ’ ἄλλων εἰς ἄλλα νοήσεις), οὐκ ἔστιν ἄσχετος αὕτη οὔτε πρὸς σώματα οὔτε πρὸς χρόνον. πῶς γὰρ οἷόν τε μετάβασιν ἀπ’ ἄλλου εἰς ἄλλο ἀχρόνως γενέσθαι; πῶς δὲ τὸ μὴ ἅμα νοοῦν οὐ τὸ μὲν ἐν προτέρῳ χρόνῳ νοεῖ, τὸ δὲ ἐν ὑστέρῳ; λεγέτω γὰρ ἡμῖν ὁ Γραμματικός, τί τὸ ἅμα σημαίνει καὶ τί τὸ οὐχ ἅμα, εἰ μὴ ἄρα τὸ ἅμα ὡς ταὐτὸν τῷ ὁμοῦ τέθεικε καὶ τὴν τούτων διαφορὰν ἀγνοήσας. αἰσθάνομαι γάρ, ὅτι κατὰ τὸν μῦθον ὡς κεράτων οὗτος τῆς ἐν φιλοσοφίᾳ μεγαλαυχίας ἐπιθυμήσας καὶ τῶν ὤτων ἀπεστερήθη, τῆς προσηκούσης αὐτῷ κατὰ τὴν γραμματικὴν συνασκήσεως,3 εἴπερ τὸ μὴ ἅμα γινῶσκον, ἀλλ’ ἀπ’ ἄλλου εἰς ἄλλο μεταβαῖνον καὶ τὸ μὲν πρότερον νοοῦν τὸ δὲ ὕστερον, νομίζει μὴ κατὰ χρόνον νοεῖν. εἰ δὲ τὸ ἄκρον τῆς λογικῆς ψυχῆς νομίζει νοῦν ἤ τινα ὑπὲρ ψυχὴν οὐσίαν, εἰ μὲν μεταβατικὴν ποιεῖται τὴν νόησιν, ὡς οὗτος ἀξιοῖ, πλὴν τοῦ θεοῦ, εἴπερ ἄρα, πάντα οὕτω γινώσκειν λέγων, οὔτε ὑπὲρ ψυχήν ἐστιν ἐκεῖνο οὔτε ὑπὲρ χρόνον. εἰ δὲ ἀθρόαν πάντων καὶ ἀμετάβατον, ὅπερ προσήκει τῷ κατ’ οὐσίαν νῷ, οὐκέτι τὸ πρότερον καὶ τὸ ὕστερον, οὐδὲ τὸ εἰς ἕτερον ἐξ ἑτέρου μετερχόμενον ἔχει χώραν.

正如这位文法学家[约翰·菲洛波诺斯]所说,他请求读者从那部著作中选取关于此事的论证,以求避免赘述(尽管他最热衷于此)。我照录了这些大部分逐字写就的言辞,因为我料想许多人不会相信,居然有人在思考并写下如此论调的同时,胆敢反驳最杰出的哲学家们。 然而,让我们从他预设为公理的那些论点开始,来审视他所说的话。首先,由于他只看到作为活动量度的时间,便宣称时间的存在相对于物体处于第三或第四个层级。然而,对于具分部分者、生成者以及全然脱离真正存在之物而言,时间不仅量度它们的活动,而且量度它们存在的绵延以及依质而起的变化。其次,这位在多处引述柏拉图的人竟然没有注意到,柏拉图正是说由于分有了时间,宇宙才变得与范型更加相似;在柏拉图写道“当生育的父看到这尊作为永恒诸神的产物的雕像开始运动并活起来时……”及其后续文句中便是如此,既然不久前已经引用过,我无需在此重复赘述。因此,如果说由于时间,宇宙分有了永恒性——而此人认为唯独神才配拥有永恒性——并且相比于仅具形体和生命时更为相似于范型,那么此人怎会把时间看作微不足道之物?而且,如果[时间]相对于宇宙的关系,正如同永恒相对于宇宙的范型所具有的比例一样(因为正如彼范型因分有处于更高位阶的永恒而成为永恒的,宇宙亦因分有时间而是永恒的,分有时间乃是分有更高之物)* * *。但此人的妄议多言疏漏了为杰出哲学家们所凝缩的这一点,倒也并不足为奇。 至于他的第二条公理,即主张理智性实体在其实体和活动上都完全超离于物体,这一条说得固然不错,即便显而易见此人对理智性实体全然无知,正如我们将从第三条[公理]中所了解到的那样。因为此人在第三条中既声称知性对可知觉之物的把握是无分部且无间隙的,又声称知性并非同时知晓神、天使、灵魂的差异与共通之处以及其余事物,而是从一个思想推移地走向另一个思想,并且无法在同一方面同时容纳两个思想。因为他说这是神特有的属性,而非天使性或灵魂性理智的属性;因为后者是第一思想某一事物,第二思想另一事物,第三思想又一事物。那么,如果知性并非同时思想两件事,而是第一思想某一事物,第二思想另一事物,第三思想又一事物,并从一者过渡到另一者,它的把握又怎会是无分部且无间隙的呢?而且他所说的这种理智究竟是什么?是指理性灵魂,还是指它的顶点,抑或是某种高于灵魂的其他实体?如果他把理性灵魂称为理智(因为推论性的、从一事物推移到另一事物的知解正是理性灵魂所特有的),那么它对物体或时间就绝非毫无关联。因为从一事物推移到另一事物,怎么可能无时间地发生呢?而非同时思想者,又怎能不在较早的时间思想一者,在较后的时间思想另一者呢?文法学家不妨告诉我们,“同时”意味着什么,“非同时”又意味着什么,除非他由于不明两者的差异,竟把“在同一时间”与“在同一地点”等同视之。因为我察觉到,正如寓言中所说,由于他贪图在哲学中的夸夸其谈如同贪求双角一般,以致连本属于他在文法训练中的耳朵也一并丧失了;如果他当真认为,那并非同时知晓而是从一者推移到另一者、先思想一者随后思想另一者之物,不是依时间而思想的话。但如果他把理性灵魂的顶点或某种高于灵魂的实体视为理智,假若〔它〕如此人所主张的那样推移地进行知解,断言除神之外(如果真有例外的话)万物皆以这种方式认知,那么那个实体既不高出于灵魂,也不高出于时间。但假若〔它进行〕对万物的一并整体且非推移的〔知解〕——这才是依其实体而存的理智所应有的特征——那么先与后、以及从一者向另一者的推移,就都再无立足之地了。

语法注3 条
  1. 8.11τρίτην ἢ τετάρτην ἀπὸ σωμάτων ἔχειν τὴν ὕπαρξιν

    序数词宾格(τρίτην ἢ τετάρτην)与介词 ἀπό 连用,表示自起点算起的层级或距离(“相对于物体处于第三或第四个层级”),其中序数词对宾语 τὴν ὕπαρξιν(阴性单数宾格)作表语性修饰。

  2. 8.11εἰ δὲ καὶ τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὸν κόσμον, ἣν ὁ αἰὼν ἔχει πρὸς τὸ παράδειγμα τοῦ κόσμου ... * * *

    条件从句 εἰ δὲ καὶ τὴν αὐτὴν ἀναλογίαν ἔχει... 在夹带了长篇括号性解释(ὡς γὰρ ἐκεῖνο... τοῦ χρόνου)之后,由于底本残缺(lacuna: *)而缺失归结主句,形成了破格构文(anacoluthon)。各语种翻译均保留残缺符号,并将随后的 ἀλλὰ τοῦτο μὲν οὐδὲν θαυμαστόν 作为新句处理。

  3. 8.11ὡς κεράτων οὗτος τῆς ἐν φιλοσοφίᾳ μεγαλαυχίας ἐπιθυμήσας καὶ τῶν ὤτων ἀπεστερήθη, τῆς προσηκούσης αὐτῷ κατὰ τὴν γραμματικὴν συνασκήσεως

    此处套用了伊索寓言(骆驼贪求双角反被削去双耳)的比喻,语序高度倒置。分词 ἐπιθυμήσας(支配属格)的真正宾语是 τῆς ἐν φιλοσοφίᾳ μεγαλαυχίας,而 ὡς κεράτων 是作比喻性插入(“如同求角一般”)。被动态动词 ἀπεστερήθη 所支配的剥夺属格 τῶν ὤτων,与句末同位语 τῆς προσηκούσης αὐτῷ κατὰ τὴν γραμματικὴν συνασκήσεως(“耳朵,即在文法上本属于他的训练”)相互呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1159.2-1160.19