← 辛普里丘

亚里士多德《物理学》注释

§1157.22-1159.2

斐洛庞努斯论理智中的先后与时间性

辛普里丘引用并概述了斐洛庞努斯反驳时间永恒性的论证,介绍了后者关于理智乃至神圣知解与意志中的“先与后”并不必然导致时间存在的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11#2

οὐ περὶ τοῦ θείου δέ, φησί, νοῦ τὸν λόγον νῦν ποιούμεθα, ἀλλὰ περὶ τοῦ μετ’ ἐκεῖνον, εἴτε ἀγγελικὸς εἴη εἴτε ψυχικὸς εἴτε ὁποιοσοῦν ἄλλος. ὁ τοίνυν νοῦς, φησί, μεταβατικῶς ἀπὸ νοήματος εἰς νόημα προϊὼν δύο ἅμα νοήματα κατὰ ταὐτὸν οὐκ ἐπιδέχεται, ἀλλὰ τὸ μέν τι πρῶτον ἐνόησε, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον.” ταῦτα ὥσπερ ἀξιώματα προλαβὼν ἐπήγαγεν αὐτοῖς· “εἰ ὁ νοῦς τῆς πρὸς τὰ σώματα σχέσεως καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ κεχώρισται, δῆλον ὅτι καὶ τῆς τῶν σωμάτων κινήσεως πολλῷ μᾶλλον ἐστέρηται καὶ τοῦ χρόνου. εἰ οὖν ἄσχετος μὲν ὁ νοῦς ἐστι πρὸς τὸν χρόνον, οὐχ ἅμα δὲ πάντων τῶν νοητῶν ἴσχει τὴν νόησιν, ἀλλὰ τόδε τυχὸν πρότερον νοήσας ἐφεξῆς εἰς ἕτερον μετέρχεται νόημα κἀξ ἐκείνου πάλιν εἰς ἄλλο, ἔστιν ἄρα ἐν ταῖς νοήσεσι τοῦ νοῦ τὸ πρότερον νόημα καὶ τὸ ὕστερον, καίτοι χρονικῆς ἁπάσης ἠλλοτριωμένου σχέσεως.1 οὐκ ἄρα τὸ ὁπωσοῦν νοούμενον ἢ λεγόμενον πρότερόν τε καὶ ὕστερον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν. εἰ δὲ καὶ χρόνος, φησί, μετ’ οὐρανοῦ γέγονε κατὰ τὸν Πλάτωνα, εἴ τις ἀνέλοι τὰ σώματα, ἀναιρεῖ καὶ τὸν χρόνον, οὐ μέντοι τὸν νοῦν ἀναιρεῖ. εἰ οὖν μεταβατική ἐστιν ἡ τοῦ νοῦ ἐνέργεια καὶ χρόνου μὴ ὄντος, ἀνάγκη τὸ μὲν πρῶτον νοεῖν τὸ δὲ δεύτερον· τοῦτο γὰρ αὐτῷ, φησί, κατ’ οὐσίαν ὑπάρχει. οὐκ ἄρα τὸ ὁπωσοῦν πρότερον εἶναι καὶ ὕστερον λεγόμενον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν.2 ἀλλὰ γὰρ εἴ τις, φησί, μηδὲ τὰς νοερὰς οὐσίας ἐλευθέρας εἶναι τῆς πρὸς τὸν χρόνον σχέσεως συγχωρήσειε, πάντως γοῦν τὸν τοῦ χρόνου δημιουργὸν παντὸς ὑπέρτερον εἶναι καὶ ἐπέκεινα χρόνου τις ἀξιώσειεν. εἰ οὖν ἀμέσως δημιουργεῖ τὸν οὐρανὸν ὁ θεός, καὶ τὸ τοιῶσδε κινεῖσθαι αὐτῷ δέδωκεν· ἀνισοταχὴς δὲ τῶν οὐρανίων ἐστὶν ἡ κίνησις. εἴ τις οὖν ὑπὸ τὴν αὐτὴν τοῦ ζῳδιακοῦ μοῖραν τοὺς πλανωμένους τῶν ἀστέρων συνεληλυθότας ἐπινοήσειε, δῆλον ὅτι οὐκ ἐν τῷ αὐτῷ χρόνῳ εἰς τὸ αὐτὸ σημεῖον ἕκαστος αὐτῶν ἐπαναστρέψει. οὐκοῦν ὅτε εἰς τὸ αὐτὸ σημεῖον ἡ σελήνη τὸν ἑαυτῆς ἀνύσασα κύκλον πάλιν κατήντησεν, ἐν ᾧ πάντες ἅμα ὄντες ἐτύγχανον πρότερον, ἔγνω δήπουθεν ὁ ταῦτα διαταξάμενος θεός, ὡς αὕτη μὲν τὸν ἑαυτῆς ἤνυσε κύκλον, οἱ λοιποὶ δὲ οὐδέπω· ὥστε εἰ τὸν μὲν ἔγνω πρότερον ἀποκαταστάντα τῶν ἀστέρων, τὸν δὲ ὕστερον, ἔστιν ἄρα, ὅσον ἐπὶ ταῖς Ἀριστοτέλους ἐπιχειρήσεσι,3 καὶ ἐν ταῖς θείαις νοήσεσι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, διὰ τοῦτο δὲ καὶ ὁ χρόνος· οὐ γὰρ δὴ ἀγνοεῖν αὐτὸν ταῦτα φήσουσιν, ὧν αὐτός ἐστιν ἀμέσως δημιουργός· καὶ οὐκ ἐν ταῖς νοήσεσι μόνον, ἀλλὰ καὶ ἐν ταῖς βουλήσεσιν. ὅτε γὰρ ἡ σελήνη τὸ αὐτὸ κατειλήφει σημεῖον, ἐβούλετο δήπουθεν αὐτὴν οὕτως ἔχειν ὁ θεός, τοὺς δὲ λοιποὺς οὐδέπω ἐβούλετο. καὶ ὅτε τὸν ἥλιον ὑπομένειν ἤθελε, τοῦτο οὔπω τὸν στίλβοντα φέρε ἢ τῶν ἄλλων τινά. ἔστιν ἄρα καὶ ἐν ταῖς βουλήσεσι τοῦ θεοῦ προτέρα τις καὶ δευτέρα βούλησις καὶ τρίτη, καὶ διὰ τοῦτο χρόνος. ἔτι τῶν μελλόντων τὴν γνῶσιν ἔχει ὁ θεός· μέλλοντα δέ ἐστιν οὐ τὰ καθόλου, ἀλλὰ τὰ καθ’ ἕκαστα καὶ ἄτομα οἷον Σωκράτης, πρὶν γενέσθαι, καὶ Πλάτων. οὐκοῦν εἰ οἶδεν τὸ μέλλον ὁ θεός, οἶδεν ὡς οὔπω ἐνέστηκεν· ὅταν δὲ πάλιν ἐνστῇ, οἶδεν ὅτι ἐνέστηκε· καὶ ἐπειδὰν φθαρῇ, οἶδεν ὡς παρῴχηκε καὶ οὐκέτι τῶν ὄντων ἐστίν. ὥστε ἡ γνῶσις, καθ’ ἣν ᾔδει ὅτι μέλλει, προτέρα ἐστὶν τῆς καθ’ ἣν γινώσκει, ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. εἰ οὖν διὰ τὴν τοῦ προτέρου καὶ ὑστέρου λέξιν εὐθὺς καὶ χρόνος ἐμφαίνεται παρυφιστάμενος, οὐδὲ τὸν τοῦ χρόνου δημιουργὸν ἔξω τῆς τοῦ χρόνου ποιήσομεν σχέσεως.” ταῦτα εἰπὼν ἐφεξῆς διὰ πολλῶν πειρᾶται κατασκευάζειν, ὅτι τὰ ὑπέρχρονα μήτε νοῆσαι μήτε ἑρμηνεῦσαι δυνάμενοι χρονικοῖς κεχρήμεθα ῥήμασιν. ὡς γὰρ ὁ θεὸς ἀχρόνως τὰ ὑπὸ χρόνον νοεῖ, οὕτως ἡμεῖς τὰ ὑπὲρ χρόνον χρονικῶς. εἰ οὖν λέγομεν ‘οὐκ ἦν ἀεὶ χρόνος’ ἢ ‘οὐκ ἦν πρὶν γενέσθαι’ ἢ ἄλλῃ τινὶ λέξει χρώμεθα χρονικὴν ἔννοιαν σημαινούσῃ, οὐκ εὐθὺς ἀνάγκη καὶ χρόνον συνεπινοεῖσθαι ταῖς λέξεσιν, ἀλλὰ μόνον τὸ μὴ ἀεὶ τὸν χρόνον εἶναι. ὅτι γὰρ αἱ χρονικαὶ λέξεις οὐ πάντως καὶ χρόνον, ὅπως ἂν λέγωνται, σημαίνουσιν, ἐν τῷ πέμπτῳ τῶν Πρὸς Πρόκλον ἀποδεδειχέναι φησί.

“但我们现在的论辩并非关于神圣理智,”他说,“而是关于在那之后的理智,无论它是天使性的、灵魂性的,还是任何其他性质的。因此,理智,”他说,“从一个思想推移地走向另一个思想,并不能在同一方面同时容纳两个思想,而是在先思想了某事,随后是第二件,接着是第三件。”在将这些当作公理预先设立之后,他接着补充道:“如果理智在实体和活动上都脱离了与物体的关联,那么显然它更远离了物体的运动和时间。因此,如果理智与时间并无关联,但又并不一并拥有对所有可知之物的知解,而是碰巧先思索此物,随后转移到另一思想,又从那一思想再次转向另一思想,那么在理智的知解中就存在着先前的思想和随后的思想,尽管它已被摒绝于一切时间性的关联之外。因此,无论以何种方式被思索或被说出的‘先’与‘后’,都绝非直接表明时间。而且即使时间,”他说,“正如柏拉图所说与天一同产生,如果有人取消了物体,他也取消了时间,然而他并没有取消理智。因此,如果在时间不存在之时理智的活动也是推移性的,那么它必然先思想一者,随后思想第二者;因为他说,这是依其实体而属于它的。因此,无论以何种方式被说成‘在先存在’与‘在后存在’,都绝非直接表明时间。然而,”他说,“即使有人不承认甚至连理智性实体也脱离与时间的关联,至少无论如何人们都会主张时间的造物主高于一切且超越于时间。因此,如果神毫无中介地创造了天,并赋予它如此运动,而诸天体的运动又是不等速的;那么,如果有人设想诸行星汇聚于黄道的同一度数之下,显然它们各自不会在同一时间内重返同一点。因此,当月亮完成了自身的周期,再次到达它们先前碰巧全体同时所在的同一点时,安排了这些事物的主神想必知道,月亮已完成了其自身周期,而其余行星尚未完成;以至于,如果神知道诸星辰中某一个先复位,而另一个后复位,那么单就亚里士多德的推论而言,神圣的知解中也将存在先与后,因而也就存在时间;因为他们想必不会说神对他自身作为直接造物主所造的这些事物一无所知;而且不仅在知解中如此,在意志中亦然。因为当月亮占据同一点时,神想必意愿它如此,而尚未意愿其余行星如此。又如当他希望太阳停留时,他尚未希望闪耀之星[水星]或其余星辰中的任何一个如此。因此,在神的诸意志中也存在某种在先的意志、第二的意志与第三的意志,并因而存在时间。再者,神拥有对将临之事的知识;而将临之事并非普遍者,而是个别者与个体,例如未出生之前的苏格拉底和柏拉图。因此,如果神知道将来之事,他就知道它尚未临在;而当它再次临在时,他知道它已临在;每当它毁灭时,他知道它已逝去且不再属于存在者之列。所以,他据以知晓它将要到来的那份知识,在先于他据以知晓它不再属于存在者之列的那份知识。因此,如果仅仅因为‘先’与‘后’这一措辞,时间便立刻显现出伴随实存,那么我们甚至无法将时间的造物主置于时间的关联之外。”说完这些之后,他接下来试图长篇累牍地确立:由于我们既无法思索也无法表达超越时间之物,我们便使用了时间性的语词。因为正如神以超越时间的方式思索时间之下的事物一样,我们也是以时间性的方式[思索]超越时间之物。因此,即便我们说“时间并非始终存在”或“在产生之前并不存在”,或者使用任何其他表示时间观念的词语,也并非直接必然将时间与这些词语一同附带思索出来,而仅仅是[思索]时间并非始终存在。因为关于时间性的词语无论如何被言说都绝非必然意味着时间,他说自己在《反普罗克洛》第五卷中已经予以证明了。

语法注3 条
  1. 8.11καίτοι χρονικῆς ἁπάσης ἠλλοτριωμένου σχέσεως

    这是由 καίτοι 引导的独立属格结构。分词 ἠλλοτριωμένου 为单数属格阳性(或中性),在句意上承接前文的“理智”(τοῦ νοῦ)作为逻辑主语(“尽管它已被摒绝于一切时间性的关联之外”)。

  2. 8.11οὐκ ἄρα τὸ ὁπωσοῦν πρότερον εἶναι καὶ ὕστερον λεγόμενον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν

    主语为带定冠词的分词短语 τὸ ... λεγόμενον,其下统辖不定式短语 πρότερον εἶναι καὶ ὕστερον(“无论以何种方式被说成‘在先存在’与‘在后存在’者”)。副词 εὐθύς 在此主要表达逻辑推论上的“直接/径直”,而非单纯的时间意义。

  3. 8.11ὅσον ἐπὶ ταῖς Ἀριστοτέλους ἐπιχειρήσεσι

    ὅσον ἐπί 接与格是表示限制的习用结构,意为“就……而言”或“在……的范围内”。在此处具有归谬法意味,意为“单就亚里士多德的推论/论证而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1157.22-1159.2