- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1156.4-1157.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《物理学》第八卷第一章(251b19)中根据“现在”的居间性质确立时间和运动永恒性的论证,并引出斐洛庞努斯为攻击该论证而就物体、运动和理智所预设的三条前提。
" Εἰ οὖν ἀδύνατον εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν ἕως τοῦ εἴπερ ὁ χρόνος πάθος τι κινήσεως." Ἐπειδὴ ὁ χρόνος ἢ κίνησίς ἐστιν ἢ ἀριθμὸς ἢ πάθος τι τῆς κινήσεως ἢ ἁπλῶς τῇ κινήσει τι πάντως συνυπάρχον, εἰ ἀΐδιος ὁ χρόνος, ἀΐδιος πάντως ἐστὶν καὶ ἡ κίνησις. δείξας οὖν πρότερον, ὅτι ἀΐδιος ὁ χρόνος ἔκ τε τοῦ προτέρου καὶ ὑστέρου καὶ ἐκ τῆς πάντων τῶν φυσικῶν πλὴν ἑνός, ὥς φησιν, περὶ τούτου δόξης, τὸ αὐτὸ καὶ δι’ ἄλλης ἐπιχειρήσεως ἔτι μᾶλλον τῷ χρόνῳ προσηκούσης ἀποδείκνυσιν. ἡ δὲ ἀπόδειξις δοκεῖ μοι τοιαύτη· ὁ χρόνος κατὰ τὸ νῦν ἔστι τε καὶ νοεῖται· τοῦ γὰρ χρόνου τὸ νῦν μόνον ἐν ὑποστάσει ἐστί, διότι τὸ μὲν παρεληλυθὸς οὐκέτι ἐστί, τὸ δὲ μέλλον οὔπω· τὸ κατὰ τὸ νῦν ὑφεστὸς κατὰ μεσότητα ὑφέστηκεν, ἥτις ἀρχὴ μέν ἐστι τοῦ ἐσομένου χρόνου, τελευτὴ δὲ τοῦ παρελθόντος. τὸ κατὰ μεσότητα τοιαύτην ὑφεστώς, ὡς καὶ πρὸ τοῦ ληφθέντος ἀεὶ καὶ μετὰ τὸ ληφθὲν εἶναί τι, τοιοῦτον·1 πᾶν γὰρ τὸ ἐν ὑποστάσει νῦν μέσον ἐστὶ χρόνων καὶ τῶν ἐν αὐτοῖς νῦν· τὸ οὖν τοιοῦτον ἀΐδιόν ἐστιν· ὃ γὰρ ἂν ὑποθῆταί τις ὡς ἔσχατον νῦν, καὶ αὐτὸ μέσον ἐστὶ καὶ ἔχει μεθ’ ἑαυτὸ χρόνον, ὥστε μὴ εἶναι ἔσχατον νῦν μηδὲ χρόνον· εἰ γὰρ χρόνον, καὶ νῦν, εἰ τὸ πέρας τοῦ χρόνου νῦν ὥσπερ τῆς γραμμῆς στιγμή. ὁμοίως δὲ οὐδὲ ἀρχὴν ἕξει· καὶ γὰρ τὸ ἐν ἀρχῇ δοκοῦν νῦν μέσον καὶ αὐτό ἐστιν, ὥσπερ ἀρχὴ τοῦ μέλλοντος, οὕτω πέρας ὂν τοῦ παρεληλυθότος. ὁ χρόνος ἄρα ἀΐδιός ἐστιν οὔτε ἀρχὴν ἔχων οὔτε τέλος. εἰ δὲ ὁ χρόνος ἀεί ἐστι, δῆλον ὅτι καὶ ἡ κίνησις ἀεὶ ἔσται, εἴπερ ὁ χρόνος ἀριθμὸς ἢ πάθος ἐστὶ τῆς κινήσεως. καὶ ὥσπερ οὐδὲ κίνησιν ἄνευ χρόνου λαβεῖν δυνατόν, οὐδὲ χρόνον ἄνευ κινήσεως. Τὰ μὲν οὖν ὑπὸ τοῦ Ἀριστοτέλους κἀνταῦθα νοερῶς καὶ θείως εἰρημένα πρὸς ἀπόδειξιν τοῦ ἀΐδιον εἶναι τὴν κίνησιν τῆς δυνατῆς ὑπὸ τῶν ἐξηγητῶν σαφηνείας τετύχηκεν. ὁ δὲ Γραμματικὸς πάλιν καὶ τούτοις ἀντιλέγειν πειραθεὶς ἴδωμεν, ὁποῖος ἄρα φανεῖται βασανιζόμενος.2 συγχωρήσας δὴ οὗτος ὁμοίως ἔχειν τῷ χρόνῳ τὴν κίνησιν ἀϊδιότητός τε πέρι καὶ γενέσεως καὶ φθορᾶς πρὸς τὴν ἀϊδιότητα μάχεται τοῦ χρόνου καὶ τοὺς κατασκευάζοντας αὐτὴν λόγους ἀνατρέπειν φιλονεικεῖ τριχῇ διῃρημένους, ὧν ὁ πρῶτος εὐθὺς ἀπὸ τοῦ προτέρου καὶ ὑστέρου τὴν ἐπιχείρησιν ἐποιήσατο. ὁ γὰρ λέγων τὴν κίνησιν γενητὴν εἶναι οὐδὲν ἄλλο λέγει ἢ ὅτι πρότερον μὴ οὖσα ὕστερον ἔστι, καὶ ὁ λέγων φθαρτὴν οὐδὲν ἄλλο λέγει ἢ ὅτι πρότερον οὖσα ὕστερον οὐκ ἔστιν. εἰ οὖν τὸ πρότερον καὶ τὸ ὕστερον χρόνου μέρη ἐστίν, καὶ πρὸ κινήσεως ἔσται χρόνος καὶ μετὰ τὴν κίνησιν· ὅπου δὲ χρόνος, πάντως καὶ κίνησις. ὥστε καὶ πρὸ τῆς πρώτης δοκούσης κινήσεως ἔσται κίνησις ἀεί, καὶ μετὰ τὴν ἐσχάτην δοκοῦσαν πάλιν ἔσται κίνησις· ἀΐδιος ἄρα ἡ κίνησις. πρὸς δὴ τοῦτον τὸν λόγον ἀπαντῶν οὗτος τρία τινὰ προείληφεν οἷον ἀξιώματα πρὸς τὴν θαυμαστὴν αὐτοῦ κατασκευήν, πρῶτον ὅτι ὁ χρόνος τρίτην ἀπὸ σωμάτων ἔχει τὴν ὕπαρξιν ἢ τετάρτην, ὡς ὕστερον ἐπιδιορθούμενος λέγει. εἶναι γὰρ πρῶτον τὸ σῶμα καὶ δευτέραν τὴν κινητικὴν αὐτοῦ δύναμιν καὶ τρίτην τὴν κίνησιν, καὶ οὕτως ἐπὶ τῇ ἐνεργητικῇ κινήσει τὸν χρόνον ἀριθμὸν ὄντα κινήσεως. δεύτερον δὲ τὰς νοερὰς οὐσίας παντὸς ἐξῃρῆσθαί φησι σώματος καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ καὶ ἐπαινεῖ καὶ τὸν Πλάτωνα καὶ τὸν Ἀριστοτέλην καὶ τοὺς ἄλλους φιλοσόφους τοὺς τοῦτο ἀποδείξαντας. καὶ τρίτον “συνωμολόγηται, φησί, περὶ τοῦ νῦν, ὡς εἰ ἀμερὴς αὐτοῦ καὶ ἀδιάστατος ἡ πρὸς τὰ νοητὰ τυγχάνει ἐπιβολὴ3 καὶ μὴ δεομένη συλλογισμῶν εἰς τὴν τοῦ νοητοῦ κατάληψιν ὡς διανοίᾳ μεταβαίνουσα ἐπὶ προτάσεις ἀπὸ προτάσεων, ἀλλ’ ἢ ἅπτεται ἢ οὐχ ἅπτεται. ἀλλ’ οὖν γε πάλιν καὶ τοῦτο περὶ τῆς τοῦ νοῦ ἐνεργείας προσωμολόγηται, ὡς οὐκ ἀθρόαν ἅμα πάντων τῶν ὄντων ἴσχει τὴν νόησιν· οὐδὲ γὰρ καὶ θεὸν ἅμα καὶ ἄγγελον καὶ τὰς τῶν ψυχῶν διαφοράς τε καὶ κοινωνίας καὶ σώματα καὶ χρόνον καὶ αἰῶνα καὶ τὰ λοιπὰ τῶν ὄντων νοεῖν δύναται· τοῦτο γὰρ τῆς θείας μόνης, ἵνα οὕτως εἴπω, νοήσεώς ἐστιν ἴδιον, ἡ ἀμερὴς ἁπάντων τῶν ὄντων καὶ τῶν παρῳχηκότων ἅμα καὶ τῶν μελλόντων γνῶσις.
“因此,如果离开‘现在’,时间既不可能存在,也不可能被思索……至……如果时间确实是运动的某种属性。” 既然时间要么是运动,要么是数目,要么是运动的某种属性,或者根本就是以某种方式始终与运动共存之物,那么如果时间是永恒的,运动也必然完全是永恒的。因此,在他先前指明了时间无论从“先”与“后”来看,还是正如他所说,除了一个人之外所有自然哲学家关于此事的见解来看,都是永恒的之后,他又通过另一种对于时间更为切合的推论证明了同一件事。这证明在我看来如下:时间是依照“现在”而存在并被思索的;因为在时间中只有“现在”处于实体性实存之中,这是因为过去已不再存在,而未来尚未存在。依照“现在”而实存者,是依照居间者[中介]而实存的,这居间者既是将要到来的时间的开端,又是过去的终点。依照如此居间者而实存、以至于在所取者之前始终有某种东西且在所取者之后也始终有某种东西者,乃是如此的:因为一切处于实体性实存之中的“现在”,都是诸时间以及其中的诸“现在”之间的居间者;因此,此类事物是永恒的。因为无论有人假设什么为最后的“现在”,这本身也是一个居间者,并且在自身之后拥有时间,以至于既不存在最后的“现在”,也不存在最后的时间;因为如果〔存在最后的〕时间,也就〔存在最后的〕“现在”,如果时间的界限是“现在”,正如线的界限是点一样。同样地,它也不会有开端;因为看似在开端处的“现在”,其自身也是一个居间者,既是将来的开端,同样也是过去的界限。因此时间是永恒的,既无开端亦无终结。而如果时间始终存在,显而易见运动也将始终存在,既然时间是运动的数目或属性。并且,正如离开时间便不可能把握运动一样,离开运动也不可能[把握时间]。 亚里士多德在此处为了证明运动是永恒的而以理智且神妙的方式所言说的这些内容,已经从阐释者们那里获得了可能达到的明晰。但文法学家[斐洛庞努斯]又试图反驳这些内容,让我们看看他在受到检验时究竟会呈现出何等面貌。此人在承认了运动在永恒性以及生成与毁灭方面与时间处于同样状况之后,便攻击时间的永恒性,并力图推翻确立这一永恒性的论证;这些论证分为三类,其中第一类直接从“先”与“后”出发进行推论。因为说运动是生成的之人,无非是说它先前不存在而后来存在;说它是可毁灭的之人,无非是说它先前存在而后来不存在。因此,如果“先”与“后”是时间的组成部分,那么在运动之前就会有时间,在运动之后也会有时间;而凡有时间之处,无论如何也必有运动。因此,在看似第一的运动之前也始终会有运动,在看似最后的运动之后也依然会有运动;所以运动是永恒的。针对这一论证,此人为其惊人的架构预设了三点犹如公理般的前提:第一,时间从物体算起具有第三层的实存,或者正如他后来修正自己所说,具有第四层的实存;因为[他说]物体居第一,其能动的能力居第二,运动居第三,如此在现实活动的运动之上才有时间,时间作为运动的数目。第二,他说理智性实体在实体与活动上都超绝于一切物体,并且他赞扬了证明了这一点的柏拉图、亚里士多德以及其他哲学家。第三,他说:“关于现在已达成共识,即便它[理智]对于可理知之物的投射恰好是不可分的、无广延的,且不需要为了把握可理知之物而借助推论——就像在理智思考中从前提推移到前提那样——而是要么触及要么不触及;但无论如何,关于理智的活动,这一点又进一步达成了共识:即它并不同时拥有对一切存在者的全然领会;因为它是无法同时思索神、天使、灵魂的差异与共通性、物体、时间、永劫以及其余存在者的;因为这唯独是神圣理智所特有的,可以说,即对一切存在者——既包括过去者也包括将来者——的同时的、不可分的认知。”
- 8.11τὸ κατὰ μεσότητα τοιαύτην ὑφεστώς, ὡς καὶ πρὸ τοῦ ληφθέντος ἀεὶ καὶ μετὰ τὸ ληφθὲν εἶναί τι, τοιοῦτον·
主语是实体化的分词短语 τὸ κατὰ μεσότητα τοιαύτην ὑφεστώς,并带有 ὡς 引导的结果/方式从句(ὡς... εἶναί τι)。谓语形容词 τοιοῦτον 后省略了系动词 ἐστίν,构成“……者乃是如此的”之基本句式,随后的 πᾶν γὰρ... 解释了 τοιοῦτον 的具体内容。
- 8.11ὁ δὲ Γραμματικὸς πάλιν καὶ τούτοις ἀντιλέγειν πειραθεὶς ἴδωμεν, ὁποῖος ἄρα φανεῖται βασανιζόμενος.
主句由劝告性虚拟语气 ἴδωμεν(“让我们看看”)引导间接疑问从句 ὁποῖος ἄρα φανεῖται βασανιζόμενος 构成。句首的主格短语 ὁ δὲ Γραμματικὸς... πειραθείς 属于先取构词(prolepsis),将从句的主语提前,或作为挂空主格(nominativus pendens)在句首标明讨论的主题。
- 8.11συνωμολόγηται, φησί, περὶ τοῦ νῦν, ὡς εἰ ἀμερὴς αὐτοῦ καὶ ἀδιάστατος ἡ πρὸς τὰ νοητὰ τυγχάνει ἐπιβολὴ
在引文的句法中,ὡς εἰ 引出让步条件(“即便……”),与下文 ἀλλ’ οὖν γε πάλιν... 引出的主句形成呼应。虽然文本作 περὶ τοῦ νῦν,但其后紧随的属格代词 αὐτοῦ 在上下文所指涉的是下文被呼应的理智(νοῦς,即 περὶ τῆς τοῦ νοῦ ἐνεργείας),指向其对可理知之物的投射把握。
