- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1155.8-1156.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘完成了对《蒂迈欧篇》的引述,论证了柏拉图与亚里士多德虽在措辞上不同但在概念上均承认时间和宇宙的永恒性,并解释亚里士多德表面上批评柏拉图乃是出于对肤浅读者的关照。
” ἐπίστησον οὖν, ὅτι καὶ τόδε τὸ πᾶν ὡς δυνατὸν ἀΐδιον εἶναι βουλόμενος ὁ δημιουργὸς εἰκονικῷ ὄντι τούτῳ εἰκόνα τοῦ αἰῶνος αὐτῷ τὸν χρόνον ἐδωρήσατο,1 ἵνα ὡς ὁμοιότατος, φησίν, ὁ κόσμος τῷ παραδείγματι κατὰ δύναμιν ᾖ. τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δὲ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.’ εἰ οὖν ἐν παντὶ χρόνῳ καὶ γεγονώς ἐστιν ὁ κόσμος καὶ ὢν καὶ ἐσόμενος, δῆλον ὅτι ἀΐδιός ἐστι καὶ αὐτός, οὐχ ὡς αἰώνιος δέ. τὸ γὰρ αἰώνιον ἅμα πᾶσαν ἑαυτοῦ καὶ τὴν οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, ὅτι καὶ ὁ αἰὼν τὸ ἀεὶ τῷ ὄντι συνῄρηκεν. ὁ δὲ χρόνος καὶ τὸ ἔγχρονον ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα τὸ ὁλοτελὲς ἐκείνων κατὰ κίνησιν καὶ γένεσιν ἐκμηρύονται. εἰ οὖν καὶ Πλάτων διὰ τὸν χρόνον φησὶ τῆς δυνατῆς ἀϊδιότητος τὸ πᾶν μετέχειν, δῆλον ὅτι καὶ κατ’ αὐτὸν ἀΐδιός ἐστιν ὁ χρόνος, εἰ καὶ μὴ οὕτως ὡς ὁ αἰών. μηδεὶς οὖν πρὸς τὰ ῥήματα βλέπων ἐναντιοῦσθαι νομιζέτω τοὺς φιλοσόφους. εἰ μὲν γὰρ τὰ αὐτὰ σημαινόμενα τοῦ γενητοῦ καὶ ἀγενήτου λαμβάνοντες ὁ μὲν γενητόν, ὁ δὲ ἀγένητον ἔλεγε τὸν χρόνον καὶ τὸν κόσμον, ἐναντίως ἂν ἔλεγον· νῦν δὲ ταῖς μὲν ἐννοίαις συμφέρονται. εἰ γὰρ ὁ μὲν Ἀριστοτέλης ἀριθμὸν κινήσεως λέγει τὸν χρόνον, ὁ δὲ Πλάτων κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τί ἄρα ταῦτα ταῖς ἐννοίαις διαφέρετον, ὁπότε καὶ μέχρι τῶν ὀνομάτων συμφέρονται; καὶ εἰ ὁ μὲν Ἀριστοτέλης ἀΐδιον τὸν χρόνον φησίν, ὁ δὲ Πλάτων ἀΐδιον τὸν κόσμον διὰ τῆς τοῦ χρόνου μεθέξεως γεγονέναι λέγει, καὶ εἰ σαφῶς ὁ Πλάτων τὸν μὲν κόσμον γενητὸν ὡς σωματικόν φησι, τὸν δὲ χρόνον ὡς ἐν κινήσει καὶ τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἅπερ καὶ Ἀριστοτέλης ἐπ’ ἀμφοῖν ὁμολογεῖ, πῶς ἔτι τὸ γενητὸν τοῦ Πλάτωνος πρὸς τὸ ἀγένητον τοῦ Ἀριστοτέλους ταῖς ἐννοίαις καὶ οὐχὶ τοῖς ὀνόμασι μόνοις ἀντιφάσκειν νομίζομεν; διὰ τί οὖν, φαίη τις ἄν, ὁ Ἀριστοτέλης ἔξω ἑνὸς πάντας φησὶ τὸν χρόνον ἀγένητον λέγειν τὴν μὲν ἀρχὴν αἰνιξάμενος, ὕστερον δὲ καὶ ὀνομαστὶ προσθείς, ὅτι Πλάτων μόνος γεγονέναι φησὶ καὶ τὴν αἰτίαν τοῦ γεγονέναι προσθείς· ἅμα γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν; ἢ ὅτι παλαιὸν ἔθος ἦν καὶ πρὸς τὸ φαινόμενον ἀντιλέγειν φειδοῖ τῶν ἐπιπολαιοτέρων τὰς γνώμας.2 ἐπειδὴ οὖν τὸ γενητὸν συνηθέστερον ἐπὶ τῶν πρότερον μὴ ὄντων ὕστερον δὲ ὄντων ἐλέγετο, διὰ τοῦτο πρὸς ταύτην τὴν σημασίαν τοῦ ὀνόματος ἀντιλέγων ὁ Ἀριστοτέλης δοκεῖ μὲν εὐθύνειν τὸν Πλάτωνα ὡς γενητὸν εἰπόντα, εὐθύνει δὲ κατὰ τὸ ἀληθὲς οὐ τὸν Πλάτωνα, ἀλλὰ τοὺς ἐπὶ τούτου τοῦ σημαινομένου τὸ γενητὸν τῷ χρόνῳ καὶ τῷ κόσμῳ προσάψαντας.
”因此请注意:造物主希望这整个宇宙也在可能范围内是永恒的,便赋予这个作为摹本的宇宙以作为永劫之摹本的时间,正如他[柏拉图]所说,为了使宇宙“在能力所及的范围内尽可能类似于原型。『因为原型确实是在整个永劫中存在着的,而宇宙反之则贯穿整个时间,始终是已经生成的、存在着的以及将要存在的。』”因此,如果在整个时间中宇宙既是生成的,又是存在着的和将要存在的,显而易见它自身也是永恒的,但并非如永劫那般。因为永劫之物同时拥有其全部的实体、能力与现实活动,因为永劫已将“始终”与“存在者”聚为一体;而时间与时间之中的事物,是在生成中拥有存在,依照运动与生成把那些事物的全然完备展开出来。因此,如果柏拉图也说由于时间,这整个宇宙得以分有那可能的永恒性,显而易见在他看来时间也是永恒的,哪怕并不像永劫那样。因此,任何人都不应仅着眼于字句就认为哲学家们相互对立。因为如果他们采纳“生成的”与“未生成的”相同含义,而一人称时间与宇宙是生成的,另一人称其为未生成的,他们才是在对立地言说;但实际上,他们在概念上是一致的。因为如果亚里士多德说时间是运动的数目,而柏拉图说是依照数目运行的永恒摹本,那么这两者在概念上究竟有何差别呢,既然他们甚至连名称都相一致?并且,如果亚里士多德说时间是永恒的,而柏拉图说宇宙是通过分有时间而成其为永恒的,又如果柏拉图明确地说宇宙作为身体性的是生成的,而时间作为在运动与生成中拥有存在的是生成的,而这些正是亚里士多德就两者同样承认的,我们怎能还认为柏拉图的“生成的”与亚里士多德的“未生成的”是在概念上、而非仅仅在名称上相矛盾呢?那么,有人可能会问:亚里士多德为何在起初暗示、后来又指名道姓地补充说“只有柏拉图说是生成的”,并补充其生成的原因——“因为他说它〔时间〕是与天一同生成的,并且天是生成的”——从而说除了这一人之外所有人都说时间是未生成的?难道不是因为出于对见解较为肤浅者的关照,也针对字面表象进行反驳乃是古老的惯例吗?因此,既然“生成的”更习惯用于指称先前不存在而后来存在的事物,亚里士多德由于这一点而针对该词的这一含义进行反驳时,表面上看似在指责说了“生成”的柏拉图,但在实情上所指责的并不是柏拉图,而是那些依循这层含义把“生成的”强加给时间和宇宙的人。
- 8.10εἰκονικῷ ὄντι τούτῳ εἰκόνα τοῦ αἰῶνος αὐτῷ τὸν χρόνον ἐδωρήσατο
τούτῳ 搭配分词 ὄντι,而 αὐτῷ 作为动词 ἐδωρήσατο 的间接宾语(与格);指示代词与人称代词在此重叠指代同一个先行对象(宇宙)。
- 8.10φειδοῖ τῶν ἐπιπολαιοτέρων τὰς γνώμας
名词 φειδώ(关照、顾及)的与格形式 φειδοῖ 表示原因或动机(“出于对……的顾及”),支配属格 τῶν ἐπιπολαιοτέρων,而宾格 τὰς γνώμας 则作为关系/限制宾格修饰该属格(“在见解方面较为肤浅的人”)。
