← 辛普里丘

亚里士多德《物理学》注释

§1154.1-1155.8

关于时间生成的柏拉图与亚里士多德调和

针对亚里士多德指责唯有柏拉图主张时间是生成的这一论点,辛普里丘解释了“生成的”一词在两位哲学家那里的不同含义,并通过引用柏拉图《蒂迈欧篇》调和了两者关于宇宙与时间生成的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.10#1

" Πλάτων δὲ γεγονέναι μόνος. ἅμα γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησί." Τὰ πολλάκις ἐν ἄλλοις εἰρημένα πρὸς ἐμοῦ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι πολλαχῶς τοῦ γενητοῦ καὶ ἀγενήτου λεγομένων ἄλλως μὲν ὁ Πλάτων ἄλλως δὲ ὁ Ἀριστοτέλης αὐτῷ χρώμενοι1 δοκοῦσιν ἐναντιοῦσθαι πρὸς ἀλλήλους οὐκ ἐναντιούμενοι. καὶ γὰρ γενητὸν λέγεται τὸ πρότερον μὲν μὴ ὄν, ὕστερον δὲ ὄν, καὶ ἐν μέρει χρόνου τὴν ὑπόστασιν ἔχον, καθ’ ὃ σημαινόμενον Ἀριστοτέλης χρῆται τῷ γενητῷ πρὸς τὸ ἀΐδιον ἀντιδιαιρῶν αὐτό. ἄλλο δὲ τοῦ γενητοῦ σημαινόμενον τὸ πρὸς τὸ ὄντως ὂν τὸ αἰώνιον καὶ αὐθυπόστατον ἀντιδιῃρημένον, ὅπερ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον ἀπ’ αἰτίας ἄλλης ὑφίσταται καὶ οὐχ ὑφ’ ἑαυτοῦ. καὶ δι’ ἄμφω ταῦτα διά τε τὴν πρὸς τὸ ὄντως ὂν καὶ ἅμα ὅλον ὂν καὶ τὴν πρὸς τὸ αὐθυπόστατον ἀντίθεσιν γενητὸν λέγεται, κἂν ἀΐδιον ᾖ. καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ὁ Πλάτων πᾶσαν τὴν αἰσθητὴν καὶ σωματικὴν σύστασιν γενητὴν καλεῖ· τὸ γὰρ σωματικὸν πᾶν διεσπασμένον οὔτε αὐτὸ ὑφιστάνειν ἑαυτὸ δύναται οὔτε ἅμα ὅλον συνῆχθαι οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὸ εἶναι τῆς οὐσίας· καὶ δῆλός ἐστιν εὐθὺς τῷ ὄντι τὸ γενητὸν ἀντιτιθείς, ἐν οἷς φησι· “τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε.” κατὰ δὴ τοῦτο τὸ γενητὸν καὶ οὐχὶ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενον καὶ τὸν κόσμον γενητὸν ὁ Πλάτων φησὶ καὶ τὸν χρόνον. ἐρωτήσας γοῦν περὶ τοῦ κόσμου “πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος” ἀπεκρίνατο· “γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητὰ δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως, γινόμενα καὶ γενητὰ ἐφάνη.” ὁρᾷς, ὅτι τὴν αἰτίαν ἀποδιδοὺς τοῦ γενητὸν εἶναι τὸν κόσμον οὐκ εἶπεν, ὅτι ‘πρότερον γὰρ μὴ ὂν ὕστερον ἔστιν’, ἀλλ’ ὅτι “ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων.” ἀλλὰ καὶ τὸν χρόνον γενητὸν εἶναι βούλεται “χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονε” λέγων. καὶ τούτου δὲ αἴτιον οὐ τὸ πρότερον ὄντα τὸν χρόνον ὕστερον μὴ εἶναι·2 ἀΐδιον γὰρ αὐτὸν εἶναι λέγει, εἰ καὶ μὴ οὕτως ὡς τὸν αἰῶνα, ἀλλ’ ὅτι εἰκών ἐστιν αἰῶνος καὶ κατὰ κίνησιν ὑφέστηκε. λέγει γοῦν ὁ παρὰ Πλάτωνι Τίμαιος μετὰ τὴν τοῦ σωματοειδοῦς ψύχωσιν· “ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησεν τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀΐδιον ὂν καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος. καὶ τοῦτο μὲν δὴ τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκὼ δὲ ἐπενόει κινητόν τινα αἰῶνος ποιῆσαι,3 καὶ διακοσμῶν οὐρανὸν ἅμα ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν.

『但只有柏拉图[主张]它是生成的;因为他说它〔时间〕是与天一同生成的,并且天是生成的。』 我在其他地方常常说过的话,现在也必然要说:即由于“生成的”与“未生成的”是在多重意义上被言说的,柏拉图与亚里士多德各以不同的方式使用它,他们看似相互对立,实则并不对立。因为在一种意义上,“生成的”是指那先前不存在而后来存在的、并且在时间的某一部分中拥有其实体化存在的东西,亚里士多德正是根据这一含义使用“生成的”,并将其与“永恒的”相对立地区分。而“生成的”另一含义,则是与真正存在者、即永恒且自立的存在者相对立地区分的东西,它在生成中拥有存在,出于另一原因而实体化,并非由其自身而实体化。并且正是出于这两个原因——既出于与真正存在且同时作为整体而存在之物的对立,也出于与自立之物的对立——即使它是永恒的,它也被称为“生成的”。按照这一含义,柏拉图称一切感性与身体性的构造为“生成的”;因为一切身体性的东西都是分散的,既不能使自身立足,也不能在实体上或在实体的存在上同时作为一个整体聚集在一起;而在他说出下述之言的段落中,他显然直接将“生成的”与“存在者”相对立:“什么是那始终存在而没有生成之物,什么又是那不断生成而从未存在之物?”正是按照这种“生成的”,而非亚里士多德所言的那种意义,柏拉图才说宇宙和时间都是生成的。无论如何,他在就宇宙提问说“它是始终存在、没有任何生成的起点,还是从某个起点开始而生成了的”之后,回答道:“它生成了;因为它是可见的、可触的,并且具有身体,而所有这类事物都是感性的,感性事物由带有感觉的意见所把握,显现为正在生成的与生成的。”你看,在给出宇宙是生成之物的原因时,他并没有说“因为先前不存在而后来存在”,而是说“因为它是可见的、可触的,并且具有身体”。然而不仅如此,他在说“时间终究是与天一同生成的”时,也意指时间是生成的。而这的原因同样不是时间先前存在而后来不存在;因为他说时间是永恒的,即使并不像永劫那样,而是因为它是永劫的摹本并且是依照运动而实体化的。无论如何,柏拉图笔下的蒂迈欧在物体性的东西被赋予灵魂之后说道:“当生育它的父看到它作为永恒诸神的生成形象已被推动且活着时,他感到赞叹,并在喜悦中构想使其更加类似于原型。因此,正如原型本身恰好是一个永恒的活物一样,他也尝试在能力所及的范围内将这整个宇宙也造就成这样的事物。那个活物的本性恰好是永劫的;而将这一点完全附加于生成之物确实是不可能的;于是他计划制作永劫的某种运动着的摹本,并且在整理天的同时,制作了在永劫保持于单一之中时依照数目运行的永恒摹本,这正是我们称之为时间的东西。

语法注3 条
  1. 8.10πολλαχῶς τοῦ γενητοῦ καὶ ἀγενήτου λεγομένων ἄλλως μὲν ὁ Πλάτων ἄλλως δὲ ὁ Ἀριστοτέλης αὐτῷ χρώμενοι

    短语 πολλαχῶς τοῦ γενητοῦ καὶ ἀγενήτου λεγομένων 是表原因的独立属格结构。其后出现的单数与格代词 αὐτῷ 指代前面并列概念中的核心术语 γενητόν(或作为单一话题/用语的“生成”概念),意为“各自以不同方式使用它”。

  2. 8.10καὶ τούτου δὲ αἴτιον οὐ τὸ πρότερον ὄντα τὸν χρόνον ὕστερον μὴ εἶναι

    带冠词的不定式短语 οὐ τὸ ... εἶναι 在此作谓词名词 αἴτιον 的主语(省略了系动词 ἐστί)。τὸν χρόνον 是不定式 εἶναι 的宾格主语,ὄντα 是与之性数格一致的表语分词。该句说明时间的这一原因并不是“时间先前存在而后不再存在”(与前文通常的生成定义形成对比)。

  3. 8.10εἰκὼ δ’ ἐπενόει κινητόν τινα αἰῶνος ποιῆσαι

    引用自柏拉图《蒂迈欧篇》37d。εἰκὼ 是第三变格名词 εἰκών 的宾格收缩形式(作 ποιῆσαι 的宾语)。修饰语 κινητόν τινα 忠实反映了柏拉图原文,其中修饰阴性名词 εἰκών 的形容词采用了两尾形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1154.1-1155.8