← 辛普里丘

亚里士多德《物理学》注释

§1152.20-1153.30

基于时间永恒性论证运动的永恒性

辛普里丘阐释了亚里士多德从时间的永恒性推导运动永恒性的论证(251b10),剖析了其假言三段论结构、“先”与“后”的概念分析,以及除柏拉图之外的前代自然哲学家们(德谟克利特、阿那克萨戈拉、恩培多克勒)对此达成的共识依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9

" Πρὸς δὲ τούτοις τὸ πρότερον καὶ ὕστερον ἕως τοῦ τὸν γὰρ χρόνον ἀγένητον εἶναι." Πάνυ ἐναργῆ καὶ ταύτην 〈τὴν〉 ἀπόδειξιν κομίζει τοῦ τὴν κίνησιν μήτε γίνεσθαι μήτε φθείρεσθαι, ἀλλὰ ἀίδιον ὑπάρχειν, ἀπὸ τοῦ χρόνου κατασκευάζων αὐτὴν διὰ συνημμένου τοιούτου· εἰ ἀίδιος ὁ χρόνος, ἀίδιος καὶ ἡ κίνησις· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον.1 καὶ τὸ μὲν συνημμένον καὶ νῦν δείξει καὶ ὕστερον ἐκ τοῦ τὸν χρόνον κίνησιν εἶναι, ὥς τινες ἐνόμισαν, ἢ ἀριθμὸν ἢ πάθος τι τῆς κινήσεως· ὅτι δὲ ὁ χρόνος ἀίδιος, καὶ ἐκ τῶν γενητὴν τὴν κίνησιν λεγόντων πειρᾶται δεικνύναι μετὰ τοῦ καὶ περιτρέπειν τὸν λόγον. εἰ γὰρ γίνεταί, φησίν, ἡ κίνησις πρότερον μὴ οὖσα καὶ εἰ φθείρεται ὕστερον μηκέτι οὖσα, δῆλον ὅτι καὶ τὸ πρότερόν ἐστι πρὸ τῆς κινήσεως καὶ τὸ ὕστερον μετὰ τὴν κίνησιν· εἰ δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, ἀνάγκη καὶ χρόνον εἶναι πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κίνησιν· τὸ γὰρ πρότερον καὶ τὸ ὕστερον τοῦτο, καθ’ ὃ λέγουσιν πρότερον μὴ οὖσαν κίνησιν ὕστερον γίνεσθαι καὶ πρότερον οὖσαν ὕστερον μὴ εἶναι, τάξιν τῶν τοῦ χρόνου μερῶν δηλοῖ· μέρη γὰρ ταῦτα χρόνου. καὶ εἰς αὐτὰ διαιρεῖται ὁ χρόνος. εἰ δὲ χρόνον ἀνάγκη πρὸ τῆς κινήσεως εἶναι καὶ μετὰ τὴν κίνησιν, ὁ δὲ χρόνος ἢ κίνησίς ἐστιν ἢ ἀριθμὸς κινήσεως, ὡς δέδεικται, ἀνάγκη καὶ κίνησιν εἶναι πρὸ τῆς κινήσεως καὶ μετὰ τὴν κίνησιν. ὥστε τοῖς λέγουσιν, ὅτι μὴ οὖσα πρότερον κίνησις ὕστερόν ἐστι καὶ οὖσα πρότερον ὕστερον οὐκ ἔσται, ἕπεται τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις, καὶ ἔσται ποτὲ κίνησις, ὅτε οὐκ ἔσται κίνησις. ἀλλὰ τοῦτο μὲν αὐτὸς παρῆκεν ἐπαγαγεῖν. λαβὼν δὲ ὅτι ὁ χρόνος ἢ κίνησίς ἐστιν ἢ ἀριθμὸς κινήσεως, ὡς ἀεὶ χρόνου ὄντος εἶναι κίνησιν, καὶ ὅτι ἀΐδιός ἐστιν ὁ χρόνος, ἐπήγαγεν ὅτι ἀνάγκη καὶ κίνησιν ἀΐδιον εἶναι. ὅτι δὲ ἀΐδιος ὁ χρόνος ᾐνίξατο μὲν διὰ τοῦ προτέρου καὶ ὑστέρου. εἰ γὰρ ὁ μὲν χρόνος τὸ πρότερον καὶ ὕστερόν ἐστι, τὸ δὲ πρότερον καὶ ὕστερον ἀΐδιόν ἐστιν (εἰ γάρ τι εἴη πρὸ τοῦ προτέρου, καὶ αὐτὸ πρότερόν ἐστι, καὶ εἰ μετὰ τὸ ὕστερον, καὶ αὐτὸ ὕστερον), καὶ ὁ χρόνος ἄρα ἀΐδιος. καὶ δείκνυσι δὲ πρῶτον μὲν ἐκ τῆς κοινῆς τῶν φυσικῶν περὶ τούτου δόξης. πάντας γὰρ ἀΐδιον οἴεσθαι τὸν χρόνον πλὴν τοῦ Πλάτωνος· οὗτος γὰρ ἅμα τῷ κόσμῳ γενέσθαι φησὶν αὐτόν· ὅπως δὲ τοῦτο λέγει Πλάτων, μετ’ ὀλίγον εἰσόμεθα. ὁ μέντοι Δημόκριτος οὕτως ἀΐδιον ἐπέπειστο εἶναι τὸν χρόνον, ὅτι βουλόμενος δεῖξαι μὴ πάντα γενητὰ ὡς ἐναργεῖ τῷ χρόνον μὴ γεγονέναι προσεχρήσατο.2 καὶ Ἀναξαγόρας δέ, ὅταν λέγῃ “ἦν ὁμοῦ πάντα χρήματα”, χρόνον ἐνδείκνυται πρὸ τῆς κοσμοποιοῦ διακρίσεως· καὶ γὰρ τὸ “ἦν” χρονικόν, καὶ ἀδιάκριτα ὄντα τὸν ἄπειρον πρὸ τοῦ χρόνον ὕστερον διακρῖναι καὶ κοσμῆσαι τὸν νοῦν φησι,3 καὶ Ἐμπεδοκλῆς δὲ ἐξ ἀϊδίου λέγων ἀνὰ μέρος τὴν ἐπικράτειαν γίνεσθαι ποτὲ μὲν τῆς Φιλίας ποτὲ δὲ τοῦ Νείκους δῆλός ἐστιν ἀΐδιον τὸν χρόνον οἰόμενος· εἰ δὲ ὁ χρόνος ἀΐδιος, καὶ ἡ κίνησις.

『此外,[还有]“先”与“后”……直至“因为时间是未生成的”。』 他提出了这另一个极其明了的证明,以表明运动既不生成也不消灭,而是永恒地存在,他是通过如下的假言命题从时间来确立这一点的:如果时间是永恒的,运动也是永恒的;但前件[为真],因此后件[也为真]。至于这一假言命题,他现在和稍后都将根据时间是运动(如某些人所认为的),或者是运动的数目,或者是运动的某种情状来证明;而关于时间是永恒的这一点,他也试图从那些主张运动是生成之物的人出发,并在反驳其论点时加以证明。他说,因为如果运动先前并不存在而生成,并且后来不再存在而消灭,显而易见,在运动之前存在着“先”,在运动之后存在着“后”;而如果存在“先”与“后”,在运动之前与在运动之后就必然也存在时间。因为他们据以说先前不存在的运动后来生成、以及先前存在的运动后来不存在的这个“先”与“后”,正表明了时间各部分的秩序;因为这些都是时间的各部分,并且时间正是分割为它们的。然而,如果时间必然在运动之前与运动之后存在,而正如已经证明的那样,时间要么是运动要么是运动的数目,那么运动也必然在运动之前与运动之后存在。因此,对于那些主张先前并不存在的运动后来存在、并且先前存在的运动后来将不存在的人而言,其推论便是主张:曾经在没有运动的时候存在着运动,并且将来某时在将没有运动的时候将存在着运动。但他自己省去了得出这一结论。但他既然设定了时间要么是运动要么是运动的数目,从而由于时间的始终存在而有着运动的存在,并且设定了时间是永恒的,他便推导出了运动也必然是永恒的。然而,关于时间是永恒的这一点,他是通过“先”与“后”加以暗示的。因为如果时间是“先”与“后”,并且“先”与“后”是永恒的(因为如果在“先”之前有某种东西,它自身也是“先”,如果在“后”之后有某种东西,它自身也是“后”),那么时间也就是永恒的。而他首先从自然哲学家们关于此事的共同看法来证明这一点。因为除了柏拉图以外,所有人都认为时间是永恒的;柏拉图确实说时间是与世界一同生成的,但柏拉图究竟如何主张这一点,我们不久就会知晓。德谟克利特则如此深信时间是永恒的,以至于当他想要证明并非一切事物都是生成之物时,他把时间未曾生成这一事实用作了一个自明的前提。而阿那克萨戈拉在说『一切事物都曾聚集在一起』时,也暗示了在创世式的分离之前存在着时间;因为『曾是』是一个时间性的词,他说心灵后来将此前无限时间中未曾分离的它们分离并赋予了秩序;而恩培多克勒说自永恒以来有时是友爱的支配、有时是争斗的支配轮流产生,他也显然认为时间是永恒的;而如果时间是永恒的,运动也是永恒的。

语法注3 条
  1. 8.9ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον

    斯多亚逻辑中肯定前件式(modus ponens)的简略表述,意为“但前件[为真],因此后件[也为真]”,系词 ἔστι 或 ὑπάρχει 被省略。

  2. 8.9ὡς ἐναργεῖ τῷ χρόνον μὴ γεγονέναι προσεχρήσατο

    动词 προσεχρήσατο(支配与格)以带有定冠词的不定式短语 τῷ χρόνον μὴ γεγονέναι 作为与格补足语,而 ὡς ἐναργεῖ 则作谓语性修饰语(“作为自明的前提/事实”)。

  3. 8.9καὶ ἀδιάκριτα ὄντα τὸν ἄπειρον πρὸ τοῦ χρόνον ὕστερον διακρῖναι καὶ κοσμῆσαι τὸν νοῦν φησι

    间接引语的复杂句式结构。主导动词 φησι(主语为阿那克萨戈拉)统辖着带宾格的不定式结构 τὸν νοῦν ... διακρῖναι καὶ κοσμῆσαι。分词短语 ἀδιάκριτα ὄντα 作省去的宾语(πάντα χρήματα)的宾补分词,而 τὸν ἄπειρον πρὸ τοῦ χρόνον 则是表示时间跨度的宾格(“此前无限时间之中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1152.20-1153.30