- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1150.28-1152.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘引用并驳斥了菲洛波诺斯主张世界在时间上有开端以及元素从非存在中生成的异难,论证直接由神所产生之物必属永恒而非处于自然的生灭变化之中,从而结束了对亚里士多德关于运动永恒性之第一个论证的辩护。
καὶ ὅτι μὲν περὶ κινήσεως ζητούντων ἡμῶν, εἴτε ἀΐδιος εἴτε μή, τὸ λέγειν ‘εἰ γὰρ μὴ ἀεὶ ἦν ὁ κόσμος, δῆλον ὡς ἐκ μὴ ὄντων αὐτὸν ὁ θεὸς ἐδημιούργησε’ τῶν λίαν οἶμαι ἀνοήτων ἐστίν· ὅτι δὲ τὰ ἀμέσως ὑπὸ τοῦ θεοῦ παραγόμενα ἀΐδια πάντως ὄντα οὐδὲ γίνεσθαί φησιν Ἀριστοτέλης1 (γίνεσθαι γὰρ ἐκεῖνα μόνα τὰ ἐν μέρει χρόνου, ὅσα φθορὰ διαδέχεται). κἂν τὴν ὕλην οὖν παρήγαγεν ὁ θεός, οὐκ ἐξ ὑποκειμένου ἀλλὰ ἀΐδιον αὐτὴν παρήγαγεν, ὥσπερ καὶ τὸ εἶδος τὸ κοινόν. εἰ οὖν ἐν τῇ φυσικῇ γενέσει ἀεί τι ὕστερον ἐκ προτέρου γίνεται (τοῦτο γὰρ οὗτος ὁμολογεῖ), ἀνάγκη ἐπ’ ἄπειρον προϊέναι ἄλλο πρὸ ἄλλου τιθέντα. εἰ γὰρ ὑποθώμεθά τι πρῶτον, ὃ ὑπὸ θεοῦ ἀμέσως ἐγένετο καὶ οὐχ ὑπὸ φύσεως, πρῶτον μὲν ἀΐδιον ἀνάγκη εἶναι ἐκεῖνο καὶ οὐ γινόμενον. ἔπειτα πῶς ἄν ὁμοφυὲς εἴη τὸ ὑπὸ θεοῦ ἀμέσως γινόμενον τοῖς ἐκ φύσεως γινομένοις. τάχα δὲ καὶ χεῖρον, εἴπερ ἐξ ὑποκειμένου ἐκείνου ἡ φύσις τὸ ἑαυτῆς ἀποτέλεσμα ποιεῖ. “ὥσπερ δέ, φησίν, ἥδε τυχὸν ἡ ὕλη ἐκ προυποκειμένου πυρὸς ἐγένετο πῦρ κἀκεῖνο ἐξ ἄλλου, ἐνδέχεται δὲ στῆναί ποτε ἀνιόντων εἴς τι πῦρ, ὃ μὴ ἐξ ἄλλου πυρὸς ἐξαφθείσης αὐτοῦ τῆς ὕλης γέγονεν, ἀλλ’ ἢ ἐκ παρατρίψεως ἢ ἐξ ἄλλης τινὸς αἰτίας, οὐ μὴν ἐκ πυρός, οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν πραγμάτων ἐξ ἀλλήλων γενέσεως οὐκ ἔστιν ἀδύνατον, φησί, τὸ παραπλήσιον ὁρᾶν γινόμενον. νῦν μὲν οὖν, φησίν, ἅτε δὴ ὑπὸ φύσεως αὐτῶν γινομένων ἄλλο ἐξ ἄλλου τὴν γένεσιν ἴσχει, ἀρχὴν δὲ ὅμως ἔχειν αὐτὰ τῆς ὑπάρξεως ἐνδέχεται καὶ εἶναί τι πρῶτον καθ’ ἕκαστον εἶδος, ὃ μὴ ἐξ ἄλλου προϋπάρχοντος ὁμοίου ἢ ἀνομοίου τὴν γένεσιν εἴληφε, καὶ μάλιστα ἐπ’ αὐτῶν τῶν πρώτων στοιχείων, ἀλλὰ τῇ ἐκ θεοῦ πρώτῃ τοῦ κόσμου συστάσει συνυπέστη· τὰ γὰρ ἐκ τῶν στοιχείων, εἰ καὶ τότε πρώτως, ἀλλ’ οὖν ἐξ αὐτῶν δηλονότι καὶ οὕτω γέγονεν. οὐκοῦν, ὅπερ καὶ πρότερον ἐλέγομεν, εἰ μὴ ὁ κόσμος ἄναρχον ἔχων κατὰ χρόνον δεικνύοιτο τὴν ὑπόστασιν, οὐχ ὅτι ἡ κίνησις ἄναρχός ἐστι δειχθῆναι δύναται.”2 ταῦτα μὲν οὖν αὐτοῖς οὗτος τοῖς ῥήμασιν ἔγραψεν. ἴδωμεν δὲ τῶν εἰρημένων ἕκαστον. τὸ γὰρ πρῶτον, ὃ λέγει, πῦρ κἂν μὴ ἐκ πυρὸς ἀλλ’ ἐκ παρατρίψεως ἔσχεν τὴν γένεσιν, ἀνάγκη προϋπάρχειν, καὶ ἐκείνου τὸ ἐξ οὗ γέγονεν, οἷον ἀέρα τὸν παρατριβέντα· καὶ πάλιν καὶ τοῦ πρώτου πυρὸς ἐξ ὄντος ἡ γένεσις· ὥστε εἰ τὸ ὅμοιόν τις καὶ ἐπὶ τῶν ἄλλων φυλάξειεν, ἀνάγκη πάντως καὶ τοῦ πρώτου λεγομένου γίνεσθαι προυπάρχειν τι τὸ ἐξ οὗ γέγονε. τὸ δὲ λέγειν, ὅτι νῦν μὲν ὑπὸ τῆς φύσεως γινόμενα τὰ στοιχεῖα ἐξ ἀλλήλων γίνεται, ἐν ἀρχῇ δὲ ὑπὸ τοῦ θεοῦ ἐγένετο, θαυμαστῶς ἀταλαιπώρου ψυχῆς ἐστι πρὸς τὴν τῆς ἀληθείας ζήτησιν. πόθεν γὰρ ἄλλοθεν ἔχει τοῦτο τὸ ἐξ ἀλλήλων γίνεσθαι εἰ μὴ ὑπὸ θεοῦ; πῶς δὲ ἄν τις νοῦν ἔχων τοσαύτην περὶ τὸν θεὸν μεταβολὴν ἐννοήσειεν, ὡς πρότερον μὴ ποιοῦντα ἐν ἐλαχίστῳ τινὶ χρόνῳ ποιητὴν στοιχείων μόνων γενέσθαι, καὶ πάλιν παύσασθαι τῆς ποιήσεως τῇ φύσει παραδεδωκότα τήν τε τῶν στοιχείων ἐξ ἀλλήλων γένεσιν καὶ τῶν ἄλλων ἐκ τῶν στοιχείων. δῆλον δὲ ὅτι κατὰ τὴν τοῦ καλοῦ τοῦδε διδασκαλίαν οὐ τοῦ κόσμου οὐδὲ τῶν ἐν αὐτῷ πάντων, ἀλλὰ τῶν στοιχείων μόνων ὁ θεὸς αἴτιος καὶ τούτων φθαρτῶν, εἴπερ εἰς ἄλληλα μεταβάλλουσι. καίτοι, ὅπερ εἶπον, τὰ ἀμέσως ὑπὸ τοῦ θεοῦ γινόμενα, ἅτε ὑπ’ αὐτοῦ μόνου ἀμεταβλήτου ὄντος καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος γινόμενα, ἀίδια καὶ αὐτά ἐστι. διὸ καὶ τὰ οὐράνια προσεχῶς ὑπ’ αὐτοῦ παραχθέντα ἀίδιον ἔσχε καὶ κατ’ ἀριθμὸν τὴν ὑπόστασιν καὶ τῶν ὑπὸ σελήνην αἱ κοινότητες κατ’ εἶδος ἔσχον τὴν ἀϊδιότητα, διότι κατ’ αὐτὸ ὑπ’ αὐτοῦ προσεχῶς παρήχθη. τὸ δὲ γινόμενον καὶ φθειρόμενον αὐτοῖς ἀπὸ τῶν ἐν οὐρανῷ ἀϊδίων μὲν κινουμένων δὲ αἰτίων προσυφάνθη· καὶ τοῦτό ἐστιν, ὃ πρὸς τοὺς νέους θεοὺς ὁ παρὰ Πλάτωνι δημιουργὸς εἶπεν· “τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθῖνον πάλιν δέχεσθε.” ἀλλ’ ὅσα μὲν οὗτος πρὸς τὴν πρώτην τοῦ Ἀριστοτέλους ἐπιχείρησιν περὶ τῆς κατὰ τὴν κίνησιν ἀϊδιότητος ἐτόλμησεν ἀντειπεῖν, μετρίας οἶμαι τετύχηκεν ἐπικρίσεως· ἐπὶ δὲ τὸ δεύτερον ἐλθὼν ἐπιχείρημα σαφηνίζειν τε αὐτὸ πειράσομαι, καὶ τότε τὰς πρὸς αὐτὸ ἐνστάσεις ἐκθήσομαι, καὶ πῇ σαθρὸν ἐκεῖναι φθέγγονται παραστήσω.
当我们探讨关于运动究竟是永恒的还是非永恒的时候,说『因为如果世界并非始终存在,显而易见神是从非存在之物中创造了它』,我认为这属于极其愚蠢之人的说法;而且正如亚里士多德所言,直接由神所产生的事物,因在各方面都是永恒的存在,甚至根本不发生生成(因为只有那些处于时间某一部分中、消灭紧随其后的事物才会生成)。因此,即使神产生了质料,也不是从承载者中产生,而是把它作为永恒之物产生的,正如共同的相范一样。因此,如果在自然生成中总是一个在后者从在先者中生成(因为此人承认这一点),那么将一个置于另一个之前而进至无限就是必然的。因为如果我们假定某种直接由神而非由自然生成的最初之物,首先那事物必然是永恒的而非生成的。其次,直接由神生成之物,又怎能与由自然生成之物同类呢?而且或许甚至更低劣,如果自然确实是以那事物为承载者来制作它自己的产物的话。『他说:正如这特定的质料偶然是由先前承载的火变成了火,而那火又是从另一事物变成的,但当向上追溯时,是有可能在某一处火上停止的,这火并非由于其质料由另一处火点燃而生成,而是由于摩擦或某种其他原因,绝非来自火;同样地,在事物相互的生成中,他说,看到类似的事情发生并不是不可能的。因此他说,现在由于它们是由自然生成的,便是一个从另一个中获得生成,但它们拥有存在的开端仍是可能的,并且在每个种中都可能存在某种最初的事物,它并非从另一预先存在的同类或不同类事物中获得生成,尤其是在最原初的元素本身之上,而是与神对世界最初的构成一同建立起来的;因为由元素构成之物,即使当时是首次发生,但即便如此显然也是从元素中生成的。因此,正如我们先前所说,除非世界被证明在时间上具有无始的建立,否则运动是无始的这一点就无法被证明』。因此,这些内容他正是用原话写下的。但让我们逐一考察所说的内容。因为他所说的最初的火,即使并非从火而是从摩擦中获得生成,对于它来说,它从中生成之物(例如被摩擦的空气)也必然预先存在;并且再一次,这最初的火的生成同样是从存在之物而来的。因此,如果有人在其他事物上也保持同样的情况,那么即使对于所说的最初生成之物,它从中生成之物也无论如何必然预先存在。然而说元素现在由自然生成因而相互生成,但在最初是由神生成的,这属于对待真理探索极其轻率的灵魂。因为若非来自神,元素从何处获得这种相互生成呢?有理智的人又怎能设想神身上有如此巨大的转变:先前并不制造,却在极微小的时间内成了仅仅是元素的制造者,随后又停止了制造,把元素相互的生成以及其他事物从元素中的生成都交给了自然?显然,按照这位仁兄的学说,神并不是世界及其内部一切事物的动因,而仅仅是元素的动因,并且既然这些元素相互转化,神还成了可毁灭之物的动因。然而正如我所说的,直接由神生成之物,由于是由独自不变且始终处在相同及如一状态的神所生成的,其自身也是永恒的。因此,直接由他产生的天体在数目上也拥有永恒的建立,而月下事物的共通性在相范上也具有永恒性,因为它们是就此直接由他产生的。而在它们之中生成和毁灭的部分,则是从天上那些虽属永恒却处于运动之中的原因交织而成的;这正是柏拉图笔下的创造主对年轻神明所说的话:『至于其余的部分,你们把必死之物与不死之物交织在一起,完成生物,并且生育它们,给予滋养使之增长,在衰亡时再收回它们』。然而,对于此人胆敢反驳亚里士多德关于运动永恒性的第一个论证的所有言辞,我认为已经得到了适度的评判;接下来我将转向第二个论证,尝试将其阐明显白,然后陈述针对它的异难,并指出那些异难在何处发出了不健全的声音。
- 8.8καὶ ὅτι μὲν περὶ κινήσεως ζητούντων ἡμῶν, εἴτε ἀΐδιος εἴτε μή, τὸ λέγειν ... τῶν λίαν οἶμαι ἀνοήτων ἐστίν· ὅτι δὲ τὰ ἀμέσως ὑπὸ τοῦ θεοῦ παραγόμενα ἀΐδια πάντως ὄντα οὐδὲ γίνεσθαί φησιν Ἀριστοτέλης
句首的 καὶ ὅτι μὲν ... 与随后的 ὅτι δὲ ... 构成呼应结构。前半句中,带有冠词的不定词短语 τὸ λέγειν... 是主语,谓语是带有属格补足语的 τῶν λίαν ἀνοήτων ἐστίν(“属于极其愚蠢之人”)。后半句 ὅτι δὲ ... 则直接以动词 φησίν 结尾,与前半句并列,陈述“亚里士多德说……也是显然的事实”。
- 8.8οὐχ ὅτι ἡ κίνησις ἄναρχός ἐστι δειχθῆναι δύναται
菲洛波诺斯引文末尾的短语。此处的 οὐχ ὅτι 并非惯用短语“不仅……不”,而是一种倒置构文(hyperbaton),否定词 οὐ 在意义上修饰主要动词短语 δειχθῆναι δύναται,而 ὅτι 引出的从句为其主语,意为“运动是无始的这一点无法被证明”。
