- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1149.4-1150.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘捍卫了亚里士多德关于推动者与被推动者在时间上先于运动而存在的论点,指出自然物内部的本性并非能动的推动本原而只是受动本原,真正的原因在于相范的造作者,并批判性地回顾了斐洛庞诺斯关于创世的异难。
πρὸς δὴ ταῦτα εἴρηται μὲν καὶ πρότερον, ὡς εἰ τὸ μὲν κινούμενον οὐσία ἐστίν, ἡ δὲ κίνησις ἐνέργεια, καὶ προυπάρχει πανταχοῦ κατὰ χρόνον ἡ οὐσία τῆς γενητῆς καὶ φθαρτῆς ἐνεργείας, δῆλον ὅτι καλῶς εἶπεν ὁ Ἀριστοτέλης. γεγονέτω γὰρ πῦρ κάτω καὶ κινείσθω ἐπὶ τὸ ἄνω· εἰ μὲν γὰρ μὴ ἀπέλαβε κάτω τὸ τοῦ πυρὸς εἶδος, οὐδ’ ἂν τὸ ἄνω κινεῖσθαι εἶχεν. εἰ δὲ πῦρ ὂν μὴ εὐθύς ἐστιν ἢ ἐν τῷ μέσῳ ἢ ἐν τῷ ἄνω τόπῳ, δῆλον ὅτι προυπάρχει ἡ οὐσία τοῦ πυρὸς κατὰ χρόνον τῆς κατὰ τόπον κινήσεως καὶ τῆς ἀεὶ γενησομένης κινήσεως, κἂν ὡς συνεχῆ διέλῃς αὐτὴν ἐπ’ ἄπειρον, προϋπάρχει κατὰ χρόνον ἀεὶ τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως συνδιαιρουμένου δηλονότι καὶ τοῦ χρόνου· ὥστε κἂν κινοῦν ἅμα καὶ κινούμενον ᾖ τὸ φυσικὸν σῶμα, προϋπάρχει ἡ τοῦ κινοῦντος καὶ κινουμένου οὐσία τῆς ἐνεργείας αὐτοῦ. ἀλλὰ τοῦτο μὲν καὶ ἤδη εἴρηται· γινωσκέτω δὲ καὶ τοῦτο ὁ τὰ τοιάδε ἀντιλέγων, ὅτι ἡ ἐν τῷ κινουμένῳ ἐνυπάρχουσα φυσικὴ δύναμις οὐ κατὰ τὸ κινεῖν κυρίως θεωρεῖται, ἀλλὰ κατὰ τὸ κινεῖσθαι,1 εἴπερ δυνάμει ἐστὶ καὶ ἀτελής. καὶ οὕτω λέγεται ἀρχὴ κινήσεως ἐν ᾧ ἐστιν, ὡς κατὰ τὸ κινεῖσθαι ἀρχὴ οὖσα. τὸ γὰρ κυρίως κινοῦν τέλειον τέ ἐστι καὶ ἐξῃρημένον εἶναι βούλεται τοῦ κινουμένου ὡς τοῦ δυνάμει τὸ ἐνεργείᾳ. διὸ καὶ προυπάρχειν ἀνάγκη τοῦ κινουμένου τὸ κινοῦν, εἴπερ τὸ κινοῦν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγει τὸ κινούμενον. καὶ οὐκ ἐμαυτοῦ ταῦτα λέγω, ἀλλ’ ὁ Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς Φυσικῆς οὐ τὴν ἐν τῷ γινομένῳ ἀνθρώπῳ φύσιν ποιεῖν τὸν ἄνθρωπόν φησι κυρίως· ἐκείνη γὰρ γίνεται μᾶλλον ἢ ποιεῖ, ἀλλ’ ὅτι “ὁ ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.” καὶ ἐν τούτῳ δὲ τῷ βιβλίῳ ἐρεῖ σαφῶς περὶ τῶν φυσικῶν σωμάτων, ὅτι “οὐδὲν τούτων κινεῖ ἑαυτό, ἀλλὰ κινήσεως ἀρχὴν ἔχει, οὐ τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν.” οὕτω δὲ καὶ ἐπὶ τῶν κατὰ τόπον κινουμένων ζητήσας τι τὸ κυρίως κινοῦν οὐ τὴν ἐν τῷ κινουμένῳ φύσιν ᾐτιάσατο, διότι κινουμένη μᾶλλόν ἐστιν αὕτη ἢ κινοῦσα, ἀλλὰ τὸ τοῦ εἴδους ἐκείνου ποιητικόν· τὸ γὰρ ποιοῦν πῦρ τοῦτο τῆς ἐπὶ τὸ ἄνω κινήσεως αἴτιον ποιητικὸν εἶπεν. ὥστε καὶ κατὰ τούτους οἶμαι τοὺς λόγους ἡ ἀπὸ τῆς φύσεως καὶ τοῦ ὑποκειμένου σώματος ἔνστασις ὑπὸ τούτου προβληθεῖσα οὐδὲν τὸν Ἀριστοτέλους λόγον ὀχλήσει λέγοντα, ὅτι πάντα μὲν τὰ δυνάμενα κινεῖν καὶ κινεῖσθαι προϋπάρχει τῷ χρόνῳ τῆς κινήσεως. καὶ γὰρ ἐπὶ μὲν γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως προυπάρχει σαφῶς τὸ ποιοῦν καὶ τὸ γινόμενον, οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον καὶ οἱ λίθοι καὶ τὰ ξύλα τῆς τοῦ ἀνθρώπου καὶ τοῦ οἴκου γενέσεως καὶ ὁ ἄρτος καὶ ἡ σὰρξ τῆς αὐξήσεως καὶ τὸ σῶμα καὶ ὁ ἥλιος τῆς μελάνσεως. δέδεικται δὲ οἶμαι καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς τοῦτο οὕτως ἔχον. ἐπὶ δὲ τῶν πρός τι ὅτι μάτην ἐνέστη πρὸς τὸν Ἀριστοτέλην ὡς ἐπὶ πάντων τῶν πρός τι λέγοντα προυπάρχειν τὰ πρός τι τῆς σχέσεως, καὶ ὅτι τὸ κινοῦν καὶ κινούμενον καὶ † τὰ οὕτω πρός τι, δέδεικται. Καὶ τὰ ἀπὸ τῶν μορίων οὖν τῶν ζῴων ἀπορηθέντα μάτην ἠπόρηται. κἂν γὰρ συνυπάρχῃ ἐπ’ αὐτῶν ἡ σχέσις, οὐδὲν ὁ Ἀριστοτέλους λόγος ἐμπεπόδισται· αὐτὸς γὰρ τῶν ἐνεργητικῶν σχέσεων προυπάρχειν τὰς οὐσιώδεις ὑπάρξεις φήσειεν ἄν. ἐπὶ τέλει δὲ ἔνστασιν ἑαυτῷ προβαλόμενος, ὡς εἰ καὶ μὴ πάντως ἐπὶ τῶν πρός τι προϋπάρχει τὰ πράγματα τῆς σχέσεως, ἀλλ’ οὖν διὰ κινήσεως εἰς τὸ εἶναι παρῆλθε (κινηθέντος γὰρ τοῦ σπέρματος τὰ μόρια γέγονε, καὶ ἄλλου τινὸς πάλιν προκινηθέντος τὸ σπέρμα· ὁμοίως καὶ ἐπὶ πυρὸς καὶ τῶν ἄλλων, ὥστε οὐκ ἔστι λαβεῖν πρώτην κίνησιν), οὕτω δ’ οὖν ἐνστὰς πάλιν λύει2 λέγων ὅτι ‘καὶ εἰ ἡ φύσις ἐξ ὄντων δημιουργεῖ, οὐκ ἤδη καὶ τὸν θεὸν ἀνάγκη. εἰ γὰρ μὴ ἀεὶ ἦν ὁ κόσμος, δῆλον ὡς ἐκ μὴ ὄντων αὐτὸν ἐδημιούργησεν ὁ θεός, καὶ ὅτι εἰ ὁμοίως τῇ φύσει ποιεῖ, οὐδὲν διοίσει τῆς φύσεως. καὶ ὅτι καὶ τὴν ὕλην τῶν σωμάτων ἐκ μὴ ὄντων παρήγαγεν· οὐ γὰρ δὴ ἐξ ὑποκειμένου’. καὶ εἴρηται μὲν ταῦτα καὶ πρότερον παρ’ αὐτοῦ καὶ διὰ πλείστων, καὶ διαλέλυται, ὡς οἶμαι, καὶ νῦν δὲ διὰ τοὺς ἄλλοτε ἄλλοις χωρίοις ἐντυγχάνοντας ἀνάγκη τι συντόμως εἰπεῖν.
针对这些论点,先前确实也曾说过:如果被推动者是实体,而运动是现实活动,并且实体在任何情况下都在时间上预先存在于生成和毁灭的现实活动之前,那么亚里士多德显然说得很对。因为假定火在下方生成并向上运动;要是它在下方没有获得火的相范,它甚至都不可能向上运动。但如果它虽已是火,却没有立刻处于居中或上方的处所,显而易见,火的实体在时间上预先存在于空间位置运动和将要持续发生的运动之前;即使你把它作为连续体无限分割,能够被推动者在时间上也总是先于运动而存在,因为时间显然也是一同被分割的。因此,即使自然物体同时既是推动者又是被推动者,推动者和被推动者的实体也预先存在于其现实活动之前。然而这一点先前已经说过了;但让反驳这类事情的人也明白这一点:被推动者内部固有的自然潜能,严格来说并不是就推动而言被考察的,而是就被推动而言被考察的,如果它确实处于潜在状态且是不完全的话。而它是在这种意义上被称为它所存在于其中的事物内的运动本原,即作为就「被推动」而言的本原而言的。因为严格意义上的推动者既是完全的,又要求从被推动者中分离出来,正如现实态之于潜在态那样。因此,推动者也必然预先存在于被推动者之前,如果推动者确实将被推动者从潜在态引导至现实态的话。我并非凭一己之见说这些话,而是亚里士多德在《物理学》第三卷中就曾说过,在生成中的人身上的本性严格来说并不制造人(因为那更多是处于生成之中而非制造),而是「完全现实态的人从潜在存在的人中造就人」。而且在本书中他也将关于自然物体清楚地说明:「这些物体没有一个是自身推动自身的,而是拥有运动的本原,不是推动或制造的本原,而是受动之本原」。同样地,对于空间位置运动之物,在探究何为严格意义上的推动者时,他并没有归咎于被推动者内部的本性——因为这本性更多是被推动而非推动——而是归咎于那一相范的造作者;因为他说制造火的事物,这正是向上运动的造作原因。因此我认为,即便根据这些论证,此人从本性和承载物体出发所提出的异难,也丝毫不会妨碍亚里士多德声称所有能够推动者和能够被推动者都在时间上预先存在于运动之前的论证。因为在生成、增长和质变中,造作者与生成物显然是预先存在的;例如精液和经血之于人的生成,石头和木材之于房屋的生成,面包和肉之于增长,身体和太阳之于变黑。我认为这在空间位置变化中也已经被证明是如此了。至于在关系物方面,他毫无道理地反驳亚里士多德,仿佛亚里士多德在所有关系物上都声称关系物先于关系而存在,并且关于推动者与被推动者以及……这种意义上的关系物,也已被证明了。因此从动物各部分引出的疑难也是徒劳提出的。因为即使在它们身上关系是共存的,亚里士多德的论证也没有受到任何妨碍;因为他自己也会说,实体性的实存预先存在于行动性的关系之前。最后,他给自己提出了一项异难,仿佛即便在关系物中事物并非在所有情况下都预先存在于关系之前,但无论如何它们是通过运动而进入存在的(因为精液运动后各部分得以生成,而另一事物先前运动后精液得以生成;在火和其他事物上也是如此,因此无法捉定最初的运动),然而如此提出异难之后,他又反过来通过如下之说予以解决:『即使自然从存在之物中创造,也并非随即就有必然性要求神亦如此。因为如果世界并非始终存在,显而易见神是从非存在之物中创造了它,并且如果他像自然一样制造,他将与自然毫无区别;而且神也是从非存在之物中产生了物体的质料,因为绝非来自承载者』。这些话虽然先前已被他极尽篇幅地谈论过,而且在我看来已被化解,但即便现在,为了那些在不同时刻读到不同章节的人,也有必要简要地说上几句。
- 8.8οὐ κατὰ τὸ κινεῖν κυρίως θεωρεῖται, ἀλλὰ κατὰ τὸ κινεῖσθαι
由中性单数宾格定冠词 τὸ 引导的两个不定式(主动态 κινεῖν 与被动态 κινεῖσθαι)受介词 κατά 支配,构成对比性并列结构(οὐ ... ἀλλὰ ...)。自然物固有的「本性」(φύσις)并非被界定为主动引发运动(τὸ κινεῖν),而是被界定为接受外部作用而受动(τὸ κινεῖσθαι)。
- 8.8ἐπὶ τέλει δὲ ἔνστασιν ἑαυτῷ προβαλόμενος, ... οὕτω δ’ οὖν ἐνστὰς πάλιν λύει
整句的句法骨架由与未明示的主语(斐洛庞诺斯)相一致的分词 προβαλόμενος 与 ἐνστὰς 构成,两者最终落实到主要动词 λύει 上(「给自己提出了一项异难……如此提出异难之后,他又反过来予以解决」)。介于其间从 ὡς 到 λαβεῖν πρώτην κίνησιν 的部分,是一个解释其自设异难之内容与依据(精液与部分的在先运动导致的无限倒退)的插入性从属结构。
