← 辛普里丘

亚里士多德《物理学》注释

§113.20-115.9

种上同一性的否定与驳巴门尼德论点

辛普里丘探讨了亚里士多德关于存在不可能在种上为一的论断,批评了亚历山大从质料因角度作出的解释,并进而梳理了亚里士多德在反驳巴门尼德与麦里梭时两者论点的相通与相异之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι ἕως τοῦ καὶ τὰ ἐναντία ἀλλήλων." Ἐν τοῖς καθόλου λόγοις τριῶν τοῦ ἑνὸς σημαινομένων ἀφορισθέντων, τοῦ τε κατὰ συνέχειαν καὶ τοῦ ὡς ἀδιαιρέτου καὶ τοῦ τῷ λόγῳ ἑνός, δείξας ὅτι κατ’ οὐδὲν τῶν σημαινομένων τούτων ἓν εἶναι δύναται τὸ ὂν καὶ ὑπαντήσας καὶ πρὸς αὐτοὺς τοὺς τοῦ Μελίσσου λόγους, κοινὸν οἶμαι τοῦτον ἐπάγει λόγον, ὅτι ὅλως τῷ εἴδει ἓν οὐχ οἷόν τε τὸ ὂν εἶναι πλὴν τῷ ἐξ οὗ,1 τουτέστι πλὴν κατὰ τὴν ὑλικὴν αἰτίαν. “κατὰ ταύτην γάρ, ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται, δυνατὸν ἓν τῷ εἴδει λέγειν τὸ ὄν, ὥσπερ καὶ ἄλλοι τινὲς τῶν φυσικῶν ἔλεγον, Θαλῆς μὲν καὶ Ἵππων ὕδωρ λέγοντες, Ἀναξιμένης δὲ ἀέρα, Ἡράκλειτος δὲ πῦρ· αὐτὰ μέντοι τὰ ὄντα ἓν τῷ εἴδει λέγειν αὐτόθεν ἄτοπον. ἄν μὲν γὰρ οὕτως τις λέγοι ἓν εἶναι τὰ ὄντα καθὸ ἐξ ἑνός τινος καὶ μιᾶς ἀρχῆς τὰ πάντα γέγονε, λέγοι ἄν τινα λόγον καὶ ὑπὸ φυσικῶν τινων εἰρημένον· καθ’ οὓς γὰρ ἡ ἀρχὴ τῶν ὄντων μία, κατὰ τούτους ἓν τῷ λόγῳ τὰ πάντα γένοιτο ἄν, καθὸ ἐξ ἑνός, ἀλλ’ οὐ καθὸ ἔστι· κατὰ γὰρ τοῦτο διαφόρους ἔχοντα λόγους, τινὰ δὲ καὶ ἐναντίους, πῶς ἂν εἴη τὰ αὐτὰ ἀλλήλοις; οἷον ἄνθρωπος καὶ ἵππος ἢ λογικὸν ζῷον καὶ ἄλογον κατὰ μὲν τὴν ὕλην τὰ αὐτὰ ἂν εἴη, κατὰ δὲ τὸ εἶδος οὐκέτι. δῆλον δὲ ὅτι τοῦ τὰ διάφορα τὰ αὐτὰ εἶναι μᾶλλον ἄτοπόν ἐστι τὸ τὰ ἐναντία τὰ αὐτὰ εἶναι.” ἐπιστῆσαι δὲ ἄξιον εἰς ὃ ὁ Ἀλέξανδρος ἀποβλέψας ἓν τῷ εἴδει τῷ κατὰ τὴν ὕλην φησὶ δυνατὸν λέγειν2 τὰ ὄντα. ἢ τοῦτο μὲν βίαιον τὸ λέγειν τῷ εἴδει τῆς ὕλης, ἄμεινον δὲ λέγειν ὅτι ὅλως τῷ εἴδει οὐχ οἷόν τε ἓν εἶναι, ἀλλ’ εἴπερ ἄρα, κατὰ κοινότητά τινα χρὴ λαβεῖν τὸ ἕν, οἷον τὴν ὕλην καὶ τὸ ἐξ οὗ, ὥσπερ τινὲς τῶν φυσικῶν ἔλεγον. διὸ καὶ ἐπήγαγεν ἄνθρωπος γὰρ ἵππου ἕτερον τῷ εἴδει καὶ τὰ ἐναντία ἀλλήλων ὡς εἶδος λέγων τὸ καθὸ ἕκαστόν ἐστιν, ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ. δῆλον δὲ ὅτι εἰ οὕτως εἶδός τις λέγει ὡς τὸ σύνθετον, οὗ καὶ ὁ ὁρισμὸς σύνθετος ἀποδίδοται, οὐκ ἂν δέξαιτο Μέλισσος εἶδος εἶναι τὸ ὄν· εἰ δὲ οὕτως ὡς τὸ ἄυλον καὶ ἁπλούστατον, τάχα ἂν δέξαιτο· πολλὰ γὰρ αὐτοῦ καὶ αὐτὸς κατηγορεῖ, τὸ ἀγένητον, τὸ ἀκίνητον, τὸ ἄπειρον καὶ ἄλλα πολλά. ἀλλ’ οὔτε οὕτως ἓν ὡς τὸ ἐξ οὗ καὶ τὸ ὑλικὸν λέγοι ἂν Μέλισσος οὔτε ὡς οἱ φυσικοί (ἀσώματον γὰρ λέγει τὸ ὄν) οὔτε κατὰ τὴν κυρίως ὕλην, εἴπερ μήτε εἰσδέχεσθαί τι λέγει τὸ ὂν μήτε μετακοσμεῖσθαι, ἡ δὲ ὕλη καὶ εἰσδέχεται καὶ μετακοσμεῖται. ἔτι δὲ “τοῦ ἐόντος ἀληθινοῦ, φησί, κρεῖσσον οὐδέν”. ἡ δὲ ὕλη τὸ χείριστον.

“而且在种上它也不可能是一,直至:并且彼此相反。” 在普遍论述中界定了“一”的三种含义——依连续性之一、作为不可分者之一、以及在定义上之一——并表明了存在依这些含义的任何一种都不可能是一,又反驳了麦里梭的论据本身之后,我想,他提出了这一共同的论据:存在完全不可能在种上是一,除非作为“由之生成者”,即除非依质料因。“因为依这一原因,”正如亚历山大所解释的,“可以说存在在种上是一,正如其他一些自然哲学家也曾说过的那样,泰勒斯和希彭说是水,阿那克西美尼说是气,赫拉克利特说是火;然而直接说存在者本身在种上是一则是荒谬的。因为如果有人这样说存在者是一,在于万物皆由某一个且单一的本原生成,他所说的论述也是某些自然哲学家曾说过的;因为对于那些主张存在者的本原为一的人来说,万物在由一生成的意义上在定义上会成为一,但在其是何物的意义上则不然;因为在这一方面它们具有不同的定义,甚至有些是相反的定义,它们又怎能彼此同一呢?例如人与马,或理性动物与无理性动物,依质料而言是同一的,但依形式而言则不再同一。显然,相反之物同一比相异之物同一更为荒谬。” 然而,亚历山大着眼于何物而称存在者依质料之观点可能被称为在种上是一,这是值得留意的。抑或称质料之种本身就是牵强的,而更好的说法是:根本不可能在种上是一,但如果无论如何要说是一,就必须依某种共通性来理解一,例如质料和由之生成者,正如某些自然哲学家所说的那样?因此他也接着说:“因为人在种上异于马,并且相反者彼此相异”,将种称为各事物据以存在者,而非由之生成者。而且显而易见,如果有人将形式或种说成是复合者——其定义也被给作复合的——麦里梭就不会承认存在是一个种;但如果说是非质料的且最单纯者,他或许会承认;因为他自己也把许多属性述谓于存在:不生、不动、无限以及许多其他属性。但麦里梭既不会像“由之生成者”和质料那样说它是一,也不会像自然哲学家那样说(因为他说存在是非物体的),更不会依严格意义上的质料来说,既然他说存在既不接纳任何东西也不变换布局,而质料既接纳又变换布局。此外,“比真实存在更好的东西,”他说,“一无所有。”而质料则是最劣下的。

§1.20

"Καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων3 ἕως τοῦ τῇ δὲ ὅτι οὐ συμπεραίνεται." Καὶ ἐν τῇ δόξῃ καὶ ἐν τῇ τῆς δόξης κατασκευῇ τὰ μέν ἐστι κοινὰ Παρμενίδῃ καὶ Μελίσσῳ, τὰ δὲ ἴδια· κοινὰ μὲν ἐν τῇ δόξῃ τὸ ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον, ἴδια δὲ τὸ Μέλισσον μὲν ἄπειρον λέγειν τὸ ὄν, Παρμενίδην δὲ πεπερασμένον· κατὰ δὲ τὴν κατασκευὴν κοινὸν μὲν πάλιν αὐτοῖς τό τε ἀσυλλογίστως ἐρωτᾶν καὶ τὸ ψευδεῖς λαμβάνειν προτάσεις· ἴδιον δὲ αὐταὶ αἱ προτάσεις, αἷς ἑκάτερος αὐτῶν ἐχρήσατο· οὐ γὰρ διὰ τῶν αὐτῶν ἄμφω τὰς ἀποδείξεις πεποίηνται. καὶ τῆς ἀντιλογίας οὖν τῆς πρὸς αὐτοὺς τὰ μὲν κατὰ τὸν αὐτὸν τρόπον γενήσεται, τὰ δὲ κατὰ ἄλλον καὶ ἄλλον. ὅσα μὲν γὰρ καθόλου ἀναιρετικὰ ἐρρήθη τοῦ ἓν εἶναι τὸ ὄν, ταῦτα ὁμοίως πρὸς ἑκάτερον εἴρηται, ὥσπερ καὶ ὅτι παρ’ ἀμφοτέροις ὁ λόγος ἡμάρτηται καὶ ὅτι ψευδῆ λαμβάνει καὶ ὅτι οὐ συμπεραίνει· καὶ γὰρ καὶ τοῦτο κοινῶς ἐπῆκται πρὸς λύσιν· ὅσα δὲ πρὸς τὰς οἰκείας ἑκατέρου προτάσεις λέγεται, ταῦτα ἰδίᾳ πρὸς ἑκάτερον ὑπαντᾷ. καὶ καθὸ δὲ ἐν τῇ δόξῃ διαφέρονται τοῦ μὲν ἄπειρον τοῦ δὲ πεπερασμένον λέγοντος τὸ ὄν, καὶ κατὰ τοῦτο διαφόρους τὰς ἀντιλογίας ἀνάγκη γίνεσθαι.

“而对于巴门尼德,论证的方式也是相同的,直至:在另一方面则因为它没有得出结论。” 无论在见解中还是在见解的立论构造中,巴门尼德与麦里梭都既有相通之处,又有各自相异之处:在见解中相通的是存在为一且不动;相异的是麦里梭说存在是无限的,而巴门尼德说是有限的。而在立论构造中,对他们来说再次相通的既有不成三段论地发问,也有采用虚假前提;各自相异的则是他们各自所使用的前提本身;因为两人并非通过相同的前提作出证明的。因此,针对他们的反驳也是一部分以相同方式进行,另一部分则以不同方式进行。因为凡是作为对存在是一的普遍反驳所说的话,都是同样针对他们两人的,正如指责两人的论述都有差错、既采用了虚假前提又没有得出结论;因为这也是为了求解而共同提出来的;但凡是针对各自特有前提所说的话,则是分别针对各自进行应对。而在见解上他们相异的方面,即一人说存在是无限的而另一人说是有限的,在这一方面反驳也必然随之成为不同的。

语法注3 条
  1. 1.19ὡς εἶδος λέγων τὸ καθὸ ἕκαστόν ἐστιν, ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ

    分词 λέγων 与前面的动词 διὸ καὶ ἐπήγαγεν 的主语亚里士多德在性数格上一致。ὡς εἶδος 作表语性说明,冠词化分句 τὸ καθὸ ἕκαστόν ἐστιν(各事物据以存在者)以及相对比的 ἀλλ’ οὐχὶ τὸ ἐξ οὗ(而非由之生成者)充当分词 λέγων 的宾语。

  2. 1.19ἢ τοῦτο μὲν βίαιον τὸ λέγειν τῷ εἴδει τῆς ὕλης, ἄμεινον δὲ λέγειν...

    连词 ἢ 引出注释者自身对前述亚历山大观点(即按质料而言可称为在种上为一)的批判性修正与备选意见。句式骨架为 ἢ τοῦτο μὲν βίαιον [ἐστί]... ἄμεινον δὲ [ἐστί] λέγειν...,其中带冠词的不定词短语 τὸ λέγειν τῷ εἴδει τῆς ὕλης 作前半句的主语,而带 ὅτι 从句的 λέγειν 则作后半句的主语。

  3. 1.20Καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων

    这是引文开头的紧缩句,省略了系词 ἐστί(或 ἁρμόζει 等动词),意为“对巴门尼德而言,论证的方式也是相同的[适用的]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:113.20-115.9