← 辛普里丘

亚里士多德《物理学》注释

§1147.10-1149.4

关于关系物的在先性与运动永恒性的反驳

辛普里丘指责菲洛波诺斯试图通过声称“亚里士多德假定了关系物必须在时间上先于其关系”来反驳运动永恒性的做法;他指出亚里士多德在《物理学》第八卷第一章(251a28–b5)中的论证是在“能动者与被动者永恒存在却处于静止”这一划分假设下进行的,从而揭露了菲洛波诺斯的曲解与误难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#11

Πάλιν γὰρ εἰς τοὐπίσω μεταχωρήσας ἀποδεδεῖχθαί τε αὑτῷ φησί1 τινα τῶν γενητῶν μὴ χρόνῳ προϋπάρχειν τῆς κατὰ φύσιν ἑαυτῶν κινήσεως, ὅπερ ὡς ἐμάθομεν οὐκ ἀπέδειξε, καὶ τὸ αὐτὸ πάλιν ἀποδεικνύναι πειρᾶται καὶ τὸν Ἀριστοτέλους διελέγχειν λόγον τὸν λέγοντα, ὡς ἀνάγκη ἐν τοῖς πρός τι ἢ ἄμφω ἢ θάτερον κινεῖσθαι, ἵνα τὴν πρὸς ἄλληλα δέξηται σχέσιν. “λαβὼν γάρ, ὥς φησιν οὗτος, ὁ Ἀριστοτέλης ὁμολογούμενον, ὅτι δεῖ προϋπάρχειν πρότερον τὰ πρός τι, εἶτα τὴν πρὸς ἄλληλα σχέσιν ἀναδέχεσθαι, ὡς οὐκ ἐνδεχόμενον ἅμα τε εἶναί τινα καὶ πρός τι εἶναι, οὕτω συνήγαγε τὸ δεῖν πάντως ἢ ἄμφω κινηθέντα ἢ θάτερον τὴν πρὸς ἄλληλα σχέσιν ἀναδέξασθαι.”2 καὶ πάλιν τήν τε Ἀριστοτέλους ῥῆσιν καὶ τὴν Ἀλεξάνδρου ἐξήγησιν παραθέμενος τὰ αὐτὰ δεικνύειν ἐπιχειρεῖ, ὅτι τὸ πῦρ κάτω γενόμενον καὶ τὸ ὕδωρ ἄνω συστὰν εὐθὺς ἅμα τῷ γενέσθαι τὴν ἑαυτῶν ἔχει κίνησιν, καὶ οὐ προϋπάρχει αὐτῆς κατὰ χρόνον ἡ κινητικὴ τοῦ ὑποκειμένου φύσις. “εἰ οὖν κινητικὸν μέν, φησίν, ἡ ἐν αὐτῷ φυσικὴ δύναμις, κινητὸν δὲ τὸ ὑποκείμενον αὐτῇ σῶμα, πρός τι δέ ἐστι τὸ κινητὸν καὶ τὸ κινητικόν, καὶ προϋπάρχειν ἀνάγκη ταῦτα κατὰ χρόνον, ὥς φησιν Ἀριστοτέλης, τῆς πρὸς ἄλληλα σχέσεως, οὐκ εὐθὺς τὸ πῦρ ἅμα τῷ πῦρ εἶναι κινήσεται ἐπὶ τὸ ἄνω, εἴπερ κάτω τύχοι γεγονός, ὅπερ παρὰ τὰ ἐναργῆ φαίνεται. καὶ ἐπὶ τῶν μορίων δέ, φησί, τῶν ζῴων ἅμα τε διαμεμόρφωται καὶ τὴν τοῦ δεξιοῦ καὶ ἀριστεροῦ σχέσιν ἀναλαμβάνει, καὶ οὐ πρότερον μόρια γέγονεν, εἶθ’ οὕτως ἀνείληφε τὴν σχέσιν.” ἀλλὰ τί μοι τὰς τούτου ληρῳδίας ἀναμετρεῖσθαι μηδὲν νοήσαντος, ὡς οἶμαι, τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα καὶ διὰ τοῦτο παρὰ θύρας πρὸς αὐτὸν ὑπαντήσαντος; ὁ μὲν γὰρ Ἀριστοτέλης εἰπὼν προϋπάρχειν τῆς κινήσεως τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν, ἐκ διαιρέσεως λοιπὸν ἐρωτᾷ τὸν λόγον λέγων· ‘οὐκοῦν καὶ ταῦτα ἀναγκαῖον ἢ γενέσθαι ποτὲ οὐκ ὄντα ἢ ἀΐδια εἶναι. εἰ μὲν τοίνυν ἐγένετο, ἀναγκαῖον πρότερον τῆς ληφθείσης ἄλλην γενέσθαι μεταβολὴν καὶ κίνησιν. εἰ δὲ ὄντα προϋπῆρχεν ἀεὶ κινήσεως μὴ οὔσης, δῆλον ὡς οὐχ οὕτως εἶχον ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν, ἀλλὰ μετέβαλλε θάτερον αὐτῶν. ἀνάγκη γὰρ ἐν τοῖς πρός τι τοῦτο συμβαίνειν, οἷον εἰ μὴ ὂν διπλάσιον νῦν διπλάσιον, μεταβάλλειν, εἰ μὴ ἀμφότερα, θάτερον’. ὁρᾷς, ὅτι κατὰ τὴν ἀκολουθίαν τῆς διαιρέσεως τὰ δυνάμενα κινεῖν καὶ κινεῖσθαι ἢ ποτὲ γινόμενα ἢ ἀεὶ ὄντα ὑποθέμενος, εἰπὼν τὸ ἑπόμενον τῷ γίνεσθαι τὰ λοιπὰ πάντα ἐπὶ τῆς ἀεὶ εἶναι λεγούσης ὑποθέσεως τίθησιν. ὥστε καὶ τῶν πρός τι, κἂν προϋπάρχῃ κατὰ τὸ ἀληθὲς πανταχοῦ τῆς σχέσεως ἡ οὐσία, ἀλλ’ οὐ νῦν τοῦτό φησιν ὁ Ἀριστοτέλης· ἀλλ’ ὅτι ὑποκειμένων μὲν ἀεὶ εἶναι τῶν δυναμένων κινεῖν καὶ κινεῖσθαι, ἠρεμούντων δέ, δῆλον ὡς οὐχ οὕτως εἶχον,3 ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι ἐνεργείᾳ, τὸ δὲ κινεῖν (οὐ γὰρ ἂν ἠρέμει), ἀλλὰ τὸ μὲν ἐκίνει, τὸ δὲ ἐκινεῖτο. εἰ οὖν μέλλει τὸ μὲν κινεῖν, τὸ δὲ κινεῖσθαι, δεῖ μεταβάλλειν ἢ ἄμφω ἢ θάτερον ἢ προσθήκην ἢ ἀφαίρεσιν λαμβάνοντα, ἵνα γένηται τὸ μὲν διπλάσιον τὸ δὲ ἥμισυ, ἢ πλησιάζοντα, εἰ πρότερον διειστήκει. τίς οὖν ἦν χρεία σοι τοσούτους δαπανᾶν λόγους δεικνύντι, ὅτι τὰ πρός τι οὐ προϋπάρχει τῆς σχέσεως, καὶ τὸν Ἀριστοτέλη συκοφαντεῖν 〈καὶ〉 γράφειν· “οὐκ ἄρα ἐστὶν ἀληθὲς τὸ δεῖν πάντως τὰ πρός τι, εἰ μὴ τῶν ἀεὶ ὄντων εἴη, προϋπάρχειν κατὰ χρόνον τῆς αὑτῶν σχέσεως”, τοῦ τε Ἀριστοτέλους σαφῶς εἰπόντος “εἰ δὲ ὄντα προϋπῆρχεν ἀεὶ κινήσεως μὴ οὔσης” καὶ ἐπὶ τούτου τοῦ τμήματος τῆς διαιρέσεως τὴν ἀπὸ τῶν πρός τι μαρτυρίαν προσλαβομένου; ἀλλ’ ἐπειδὴ καὶ νῦν ὡς ἀποδεδειχὼς φρυάττεται, ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένον τὸ προϋπάρχειν τῆς κινήσεως τὰ δυνάμενα κινεῖσθαι καὶ πρὸς ταῖς προτέραις ἄλλην ἐπιχείρησιν κομίζειν δοκεῖ, μηδὲ ταύτην ἀνεπίκριτον καταλίπωμεν. “εἰ γάρ ἐστι, φησί, κινητικὸν μὲν ἡ ἐν τῷ πυρὶ φυσικὴ δύναμις, κινητὸν δὲ τὸ ὑποκείμενον αὐτῇ σῶμα, κἂν ἅμα πῦρ γένηται, τὸ μὲν κινεῖ τὸ δὲ κινεῖται, οὔτε τὸ δυνάμενον κινεῖν καὶ κινεῖσθαι προυπάρχει κατὰ χρόνον τῆς κινήσεως οὔτε τὰ πρός τι τῆς πρὸς ἄλληλα σχέσεως, εἴπερ πρός τι τὸ κινοῦν ἐστι καὶ τὸ κινούμενον”.

因为他又倒退回去,声称自己已经证明了某些生成之物在其自然本性的运动之前并不在时间上预先存在——正如我们所知,他并未证明这一点——并且企图再次证明同一点,去驳难亚里士多德的那条论证,即认为在关系物中,必然要么双方要么其中一方发生运动,以便接纳彼此之间的关系。「因为亚里士多德」,正如这人所说,「将下述之点当作无可争议的前提接纳下来:关系物必然首先预先存在,然后才接纳彼此之间的关系,似乎不可能有某物既存在又同时是关系物,于是他便由此得出结论:为了接纳彼此之间的关系,必然要么双方在发生运动后,要么其中一方接纳了这种关系。」他又援引了亚里士多德的原文和亚历山大的阐释,企图展示相同的观点,即在下方生成的火和在上方凝聚的水,一经生成就立刻拥有自身本性的运动,而承载者的动力本性并不在时间上预先存在于运动之前。「因此,如果」,他说道,「其中固有的自然潜能是能动者,而承载该潜能的物体是被动者,且被动者与能动者是相对的关系物,并且按照亚里士多德的说法,这些关系物必然在时间上预先存在于彼此的关系之前,那么火在成为火的同时就不会立即向上运动(如果它碰巧在下方生成的话),而这显然违背了显而易见的事实。再者,对于动物的各部分来说」,他说道,「它们也是在被塑造的同时就具有了左与右的关系,而不是先生成为部分,然后才接纳这种关系的。」然而,对于这样一个在我看来对亚里士多德所言一窍不通、因此对他作出了不着边际的抨击之人的胡言乱语,我何必去逐一核计呢?因为亚里士多德在指出能够根据每种运动而被推动的事物预先存在于运动之前后,便依据划分继续推论说:『那么,这些事物也必然要么先前不存在而在某个时刻生成,要么是永恒的。若它们确实是生成的,那么在所假定的变化之前必然发生了另一种变化与运动。但若它们是在没有运动的情况下始终存在着并预先存在的,显而易见,它们原先并不处于那种一者能够被推动而另一者能够推动的状态,而是它们中的一者发生了变化。因为在关系物中必然发生这种情况,例如先前不是双倍的如今成为双倍,即便不是双方,也必然是其中一者发生了变化』。你瞧,根据划分的推论,亚里士多德假定能够推动者和能够被推动者要么在某个时刻生成,要么始终存在,而在指明了随「生成」而来的结论之后,他把其余的一切全部建立在「始终存在」这一假设之上。因此,即使事实上关系物的实体在任何情况下确实都先于关系而存在,亚里士多德在此所说的却并非这一点;而是说,如果设定能够推动者和能够被推动者始终存在却处于静止,显而易见,它们原先并不处于一者能够在现实中被推动而另一者能够推动的状态(否则它们就不会处于静止),而是一者本会在推动,另一者本会在被推动。因此,如果一者将要推动而另一者将要被推动,它们就必须要么双方要么其中一方发生变化,通过增加或减少而使一者成为双倍另一者成为一半,或者如果先前彼此分离,则通过相互接近而发生变化。那么,你耗费如此多的言论来证明关系物不先于关系而存在,并且诽谤亚里士多德、写下「因此,除非关系物属于永恒存在之物,否则必然在时间上预先存在于自身关系之前这一论断绝非真理」,究竟有何必要呢?明明亚里士多德清清楚楚地说了「但若它们是在没有运动的情况下始终存在着并预先存在的」,并且正是在划分的这一环节中才引入了来自关系物的证据。然而,既然他现在又狂妄地自以为证明了亚里士多德所言「能够被推动之物预先存在于运动之前」是不真实的,并且似乎在先前的论据之外又提出了另一项论难,那我们也不应让这项论难未经审查就被放过。「因为如果」,他说道,「火中的自然潜能是能动者,而承载它的物体是被动者,并且当火生成时,同时一者在推动而另一者在被推动,那么能够推动者和能够被推动者就不在时间上预先存在于运动之前,关系物也就不预先存在于彼此的关系之前,倘若推动者与被推动者确实是关系物的话。」

语法注3 条
  1. 8.8ἀποδεδεῖχθαί τε αὑτῷ φησί

    αὑτῷ 是与完成时被动态不定式 ἀποδεδεῖχθαι 连用的施事者与格(dativus auctoris),意为“他声称已经由他自身证明了”。

  2. 8.8οὕτω συνήγαγε τὸ δεῖν πάντως ἢ ἄμφω κινηθέντα ἢ θάτερον τὴν πρὸς ἄλληλα σχέσιν ἀναδέξασθαι

    带冠词的不定式从句 τὸ δεῖν... 作动词 συνήγαγε(“得出结论/推导出”)的直接宾语,该不定式 δεῖν 又支配不定式 ἀναδέξασθαι。短语 ἢ ἄμφω κινηθέντα ἢ θάτερον 是宾格分词结构,充当 ἀναδέξασθαι 的逻辑主语。

  3. 8.8ἀλλ’ ὅτι ὑποκειμένων μὲν ἀεὶ εἶναι τῶν δυναμένων κινεῖν καὶ κινεῖσθαι, ἠρεμούντων δέ, δῆλον ὡς οὐχ οὕτως εἶχον

    ἀλλ’ ὅτι 与前文的 οὐ νῦν τοῦτό φησιν ὁ Ἀριστοτέλης 相对呼应,引出“[亚里士多德所言]毋宁是说……”。ὑποκειμένων... ἠρεμούντων δέ 是独立属格结构(genitivus absolutus),构成条件性的背景说明:“当能够推动者与能够被推动者被假定为始终存在却处于静止时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1147.10-1149.4