← 辛普里丘

亚里士多德《物理学》注释

§1145.16-1147.9

混淆神性产生与自然生成的错误反驳

辛普里丘揭露了斐洛庞奴斯在批评亚里士多德时混淆上帝的直接产生与自然的生成这一自相矛盾之处,并论述了斐洛庞奴斯对世界与运动永恒性的反驳是如何完全基于误解且文不对题的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#10

ἐπειδὴ δὲ τὴν ὕλην ἀΐδιον ὁμολογῶν ὑπὸ τοῦ θεοῦ γίνεσθαί φησιν ἐκ μὴ ὄντος καὶ τὰ εἴδη τὰ ἀμέσως ὑπ’ αὐτοῦ παραγόμενα, δηλονότι καὶ ταῦτα ἀΐδια ὄντα, εἴπερ τὰ γινόμενα καὶ φθειρόμενα καὶ ὑπὸ φύσεως καὶ κατ’ αὐτὸν γίνεται, φανερὸν ὅτι τὰ ἀίδιά φησιν ἐκ μὴ ὄντων γίνεσθαι, ἅπερ ἀγένητα παντελῶς ὁ Ἀριστοτέλης ἀποδείκνυσι. καὶ παρὰ θύρας ὑπαντῶν1 φαίνεται. τοῦ γὰρ Ἀριστοτέλους καὶ γενητὰ λέγοντος τὰ ἐν μέρει χρόνου τὴν ὑπόστασιν ἔχοντα καὶ ταῦτα ἐξ ὄντος τὴν γένεσιν ἴσχειν ἀποδεικνύντος, οὗτος τὰ ἀΐδια φησιν ἐκ μὴ ὄντων γίνεσθαι, ἅπερ Ἀριστοτέλης οὐδὲ γίνεσθαι ἀξιοῖ. ἀλλὰ κατ’ ἄλλον τρόπον ὑπὸ θεοῦ παράγεσθαί φησι·2 τὰ γὰρ γινόμενα πάντως καὶ φθείρεσθαι νομίζει. κἂν ἀληθὲς οὖν, ὅτι ἐκ μὴ ὄντων ὁ θεὸς τὰ ἀΐδια καθ’ ὁντιναδήποτε τρόπον εἰς τὸ εἶναι παράγει, οὐδὲν τοῦτο πρὸς τὸν Ἀριστοτέλους λόγον ἐνίσταται. ὅλως γὰρ εἰ ὁ θεός, ὥς φησιν, ἀχρόνως καὶ ἄνευ γενέσεως τὰ ἀμέσως ὑπ’ αὐτοῦ γινόμενα ὑφίστησι, δῆλον ὅτι οὐκ ἔστι ταῦτα τὰ διὰ γενέσεως τὸ εἶναι λαχόντα. ‘ἀλλὰ δὴ τὰ χρώματα, φησί, καὶ τὰ σχήματα καὶ ἁπλῶς εἰπεῖν τὰ ἔνυλα καὶ ἄτομα εἴδη, ὧν ἡ γένεσίς ἐστι καὶ ἡ φθορά, εἰς τὸ μηδαμῶς ὂν μεθίσταται· δῆλον οὖν ὅτι καὶ πρότερον οὐδαμῶς ὄντα τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφε.’ καίτοι ποῖον χρῶμα ἢ ποῖον σχῆμα φθαρὲν οὐχ οὕτως ἐφθάρη, ὥστε εἰς ἄλλο χρῶμα καὶ σχῆμα μεταβαλεῖν; εἰ γὰρ τὸ σῶμα ὑπομένει ἐν ταῖς μεταβολαῖς, ὡς οὗτος ὁμολογεῖ τοῦτο νομίζων εἶναι τὴν πρώτην ὕλην, πᾶν δὲ σῶμα φυσικὸν μετὰ χρώματός ἐστι, δῆλον ὅτι τὸ λευκὸν σῶμα μεταβαλεῖ χρῶμα ἔχον ἄλλο· καὶ ἐπὶ τοῦ σχήματος ὁ αὐτὸς λόγος· ἀδύνατον γὰρ σῶμα πεπερασμένον μὴ ἔχειν σχῆμα μετὰ τοῦ χρώματος. ἀλλ’ οὗτος ἀνὴρ ὡς καὶ πρότερον εἶπον, παντελῶς ἀγνοεῖν μοι δοκεῖ, πῶς λέγεται τὸ ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα καὶ φθείρεσθαι εἰς ὄν· φαίνεται γὰρ οἰόμενος λέγεσθαι, ὅτι ἐξ ὄντος τοῦ αὐτοῦ τῷ εἴδει καὶ εἰς ὂν τὸ αὐτό. τοιαύτην γὰρ ἔννοιαν ἐμφαίνει λέγων, ὅτι ἡ ὕλη οὐ δεήσεται ἑτέρας ὕλης, καὶ ὅτι οὐδαμῶς ὄντα τὰ εἴδη πρότερον τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφε, καίτοι τοῦ Ἀριστοτέλους μυριάκις τὰ αὐτὰ ἀποδείξαντος, ὅτι ἐξ ἐναντίων ἡ γένεσις καὶ ἡ φθορὰ εἰς τὰ ἐναντία. θαυμαστὸν δέ, ὅπως ὁμολογῶν τὰ ἀμέσως ὑπὸ θεοῦ παραγόμενα, οἷον εἶναι καὶ τὸν κόσμον νομίζει, μήτε διὰ γενέσεως μήτε διὰ χρονικῆς παρατάσεως ὑφίστασθαι, τοσούτους δαπανᾷ λόγους καὶ οὕτως ἀσεβῆ σκοπὸν ἐνεστήσατο σπουδάζων δεῖξαι τὰ ἀμέσως ὑπὸ τοῦ πρώτου θεοῦ παραγόμενα ἀρχήν τε ἔχειν χρονικὴν καὶ πέρας. ‘ἐπειδὴ δέ, φησί, κίνησις οὐ προϋπῆρξε τοῦ κόσμου, ἂν μή τις δείξῃ τὸν κόσμον ἀΐδιον, ἀδύνατον τὴν κίνησιν ἀΐδιον ἀποδεῖξαι”. ἐλέγξας οὖν, ὡς οἴεται, τοὺς ἀΐδιον εἶναι τὸν κόσμον κατασκευάζοντας λόγους, συνήλεγξε καὶ τὸ ἀΐδιον εἶναι τὴν κίνησιν. ἀλλ’ ὅτι μὲν οὔτε τοῖς περὶ τῆς ἀϊδιότητος τοῦ κόσμου δεδειγμένοις ὑπὸ τοῦ Ἀριστοτέλους φαίνεται παρακολουθήσας οὗτος οὔτε σαλεύσας τι τῶν ἀποδειχθέντων, ἐν τοῖς εἰς τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ γεγραμμένοις ὡς οἶμαι μετρίως ὑπέδειξα. καὶ νῦν δέ, ὅτι ἀρχόμενος μὲν τοῦ λόγου μόνως εἶπεν τὴν ἀϊδιότητα δείκνυσθαι τῆς κινήσεως,3 εἴ τις ἀποδείξοι τὰ γινόμενα ἐξ ὄντων γινόμενα, προελθὼν δὲ οὐδὲν τοῦτο συντελεῖν φησι πρὸς τὴν τῆς ἀϊδιότητος ἀπόδειξιν· ἐπὶ τέλει δέ· ‘ἂν μή τις δείξῃ, φησί, τὸν κόσμον ἀΐδιον, ἀδύνατον τὴν κίνησιν ἀΐδιον ἀποδεῖξαι” ἀγνοῶν, ὅτι τῆς μὲν αὐτοῦ παχύτητος ὁ τρόπος ἦν οὗτος τῆς ἀποδείξεως εἰκότως. ἀιδίου γὰρ τοῦ κόσμου δειχθέντος, τίς ἔτι λοιπὸν ἐζήτει νοῦν ἔχων, εἰ ἀίδιος ἡ τοῦ ἀιδίου κόσμου κίνησις; μὴ κινουμένου γὰρ διηνεκῶς τοῦ οὐρανοῦ οὔτ’ ἂν αὐτὸς ἦν ἀεικίνητον ἔχων τὴν φύσιν οὔτ’ ἂν τὰ ὑπὸ σελήνην διέμενε συνεχῶς μεταβάλλοντα. τῆς μέντοι τοῦ Ἀριστοτέλους μεγαλονοίας ἦν καὶ τὸν κόσμον ἀίδιον δεικνύναι καὶ τὴν κίνησιν αὐτὴν ἐφ’ ἑαυτῆς καὶ ἀπὸ τῆς οἰκείας φύσεως τὸ ἀίδιον ἔχουσαν, ὥσπερ καὶ τὸν χρόνον ἐπιδείξει. μηκύνειν δὲ οὗτος τοὺς ἑαυτοῦ λόγους μηχανώμενος, ἵνα τούτῳ τοὺς ἀνοήτους ἐκπλήττῃ, προφανεστέραν ἔτι μᾶλλον τὴν ἑαυτοῦ δυσσυνεσίαν ποιεῖ.

然而,既然他承认质料是永恒的,却说它是被上帝从非存在者中生成的,而那些由上帝直接产生的形式也是如此——显而易见它们也是永恒的——倘若生成与消灭之物在他看来也是由自然生成的,那么很明显,他是说永恒之物是从非存在者中生成的,而亚里士多德却论证这些事物完全是未生成的。他显然是在对牛弹琴。因为亚里士多德既称那些在时间的一部分中获得确立之物为生成的,并论证这些事物是从存在者中获得生成,而此人却声称永恒之物是从非存在者中生成的,亚里士多德甚至不认为这些事物是生成的。相反,[亚里士多德]说它们是以另一种方式由上帝产生的;因为他认为凡是生成之物必然也会消灭。因此,即便上帝以某种方式将永恒之物从非存在者中产生入存在之中是真的,这对于亚里士多德的论述也毫无抵触。因为总的来说,如果上帝真如他所言,无时间地且无需生成地使直接由其造成的事物确立,那么显而易见,这些事物绝非是通过生成而获得存在的。“然而实际上,”他说道,“颜色与形状,以及简而言之那些具料的且不可分的形式,亦即生成与消灭所归属者,都会迁移入绝不存在者之中;因此显而易见,先前绝不存在的它们是从非存在者中获得了其存在。”然而,究竟有哪种颜色或哪种形状在消灭时,不是以转变为另一种颜色和形状的方式消灭的呢?因为如果物体在变化中保持不变,正如他所承认的那样(他认为这就是原始质料),而且每一个自然物体都伴随着颜色,那么显而易见,白色的物体在变化时必定带有另一种颜色;关于形状也是同样的道理;因为一个有限的物体不可能在伴有颜色的同时却没有形状。但在我看来,此人正如我先前所说,完全不知道生成之物从存在者中生成并消灭入存在者之中究竟是何意;因为他似乎认为这是指从在形式上相同的一类存在者中生成,并消灭入相同的存在者之中。他在说质料将不需要另一种质料、以及形式先前绝不存在却从非存在者中获得存在时,所表露的正是这样一种观念;尽管亚里士多德已经无数次论证了相同的道理,即生成是从对立面而来,而消灭是归入对立面之中。令人惊异的是,他一方面承认直接由上帝产生的事物(他认为世界也是如此)既不是通过生成也不是通过时间的延展而确立,另一方面却耗费如此多的言论,树立了如此不虔敬的目标,极力想要证明直接由第一上帝产生的事物既有时间的开端也有终结。“然而既然,”他说道,“运动并未预先存在于世界之前,那么除非有人证明世界是永恒的,否则就不可能证明运动是永恒的。”于是,他自以为驳倒了确立世界是永恒的论述,便连带着驳倒了运动也是永恒的。然而,此人既未领会亚里士多德关于世界永恒性所作的证明,也未动摇所证明的任何一点,正如我认为在对《论天》第一卷的注释中我已经充分指出的那样。而如今[这一点也很明显],他在论述的开端曾说,唯有当有人证明生成之物是从存在者中生成的,运动的永恒性才能得到证明;但进一步论述时他又说这对于永恒性的证明毫无用处;而在最后他又说:“除非有人证明世界是永恒的,否则就不可能证明运动是永恒的”——他不知道,这种证明方式恰恰符合他自身的粗浅。因为一旦世界被证明是永恒的,任何有头脑的人难道还会探究这个永恒世界的运动是否是永恒的吗?因为如果天球不是持续运动的,它自身就不会具有永远运动的本性,月下的事物也不会持续地不断变化。然而,亚里士多德宏伟的气度在于,他不仅证明世界是永恒的,而且证明运动本身依其自身并根据其固有的本性拥有永恒性,正如他对于时间也将展示的那样。而此人千方百计地拉长自己的言论,以便以此震慑愚蠢之辈,这反而使他自身的愚鲁变得更加明显。

语法注3 条
  1. 8.8παρὰ θύρας ὑπαντῶν

    短语 παρὰ θύρας ὑπαντᾶν(字面义为“在门旁迎接”)是一个习语,意为“文不对题”、“答非所问”或“击不中要害”。在此处用于描述斐洛庞奴斯对亚里士多德生成理论的反驳完全脱离了论辩的实质目标。

  2. 8.8ἀλλὰ κατ’ ἄλλον τρόπον ὑπὸ θεοῦ παράγεσθαί φησι

    动词 φησί 的逻辑主语是亚里士多德,与前句的主语 οὗτος(斐洛庞奴斯)形成对比。辛普里丘在此阐述亚里士多德的立场:亚里士多德并不承认永恒者是“生成的”,而是说它们以另一种方式由上帝“产生”。紧随其后的 νομίζει(主语同为亚里士多德)证实了这一主语归属。

  3. 8.8καὶ νῦν δέ, ὅτι ἀρχόμενος μὲν τοῦ λόγου μόνως εἶπεν τὴν ἀϊδιότητα δείκνυσθαι τῆς κινήσεως

    以 καὶ νῦν δέ, ὅτι... 开头的从句承接了前一句话(ἐν τοῖς εἰς τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ γεγραμμένοις... ὑπέδειξα)的句式,省略了主句谓语(如“[显而易见/我同样指出]”)。在 ὅτι 从句内部,按时间顺序(ἀρχόμενος μὲν... προελθὼν δὲ... ἐπὶ τέλει δέ...)列举了斐洛庞奴斯论点的前后矛盾,并由末尾的分词短语 ἀγνοῶν(“浑然不知……”)统摄说明其思想根源。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1145.16-1147.9