← 辛普里丘

亚里士多德《物理学》注释

§1143.26-1145.16

驳菲洛波诺斯对生成定义的误用与质料说

辛普利丘审视了菲洛波诺斯的引文,驳斥其根本未理解自然学中“生成”的本义(时间性过渡与自匮乏的生成),混乱地将第一原因之外的万物乃至永恒质料皆称为“生成的”,并在自然与上帝是从存在者还是非存在者生成这一核心问题上陷入了赤裸裸的自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#9

λέγει γοῦν· “εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς ὑφίστησιν, οὐ δεῖται δὲ ἡ ὕλη ἑτέρας ὕλης εἰς ὕπαρξιν, οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται.” καὶ περὶ τῶν ἀτόμων δὲ εἰδῶν, ὧν τὴν γένεσιν εἶναι καὶ τὴν φθοράν φησιν. εἰ οὖν ταῦτα πάντα ἐν τῇ τῶν σωμάτων φθορᾷ εἰς τὸ μηδαμῶς ὂν μεθίσταται, δῆλον ὅτι καὶ πρότερον1 οὐδαμῶς ὄντα τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφεν. εἰ γὰρ διὰ τοῦτο ἐκ μὴ ὄντος, ὅτι οὐκ ἦν αὐτὰ πρότερον, δῆλον ὅτι ἐξ ὄντος αὐτὰ ἂν ἦν πρότερον. καὶ οὐδὲ τοῦ Ἀριστοτέλους ἤκουσεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως τὴν τῶν φυσικῶν ἀπορίαν ἐκτιθεμένου καὶ λέγοντος· “οὔτε γὰρ τὸ ὂν γίνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι (ὑποκεῖσθαι γάρ τι δεῖν)”. οὐ γὰρ ἂν αὐτὸ ἑαυτῷ ὑποκεῖσθαι ἐνόμισεν. ἀλλ’ ἆρα τοῦτο μὲν τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι τὰ γινόμενα ἀγνοεῖ ὅπως λέγεται παρὰ τοῖς φυσικοῖς, τὴν δὲ γένεσιν ἥτις ποτέ ἐστι γινώσκει, ἢ ταύτην ἔτι μᾶλλον ἀγνοῶν φαίνεται; καὶ γὰρ καὶ Ἀριστοτέλης καὶ οἱ ἄλλοι φυσικοὶ γίνεσθαι λέγουσιν οὐ τὸ ἀπ’ αἰτίας ὁπωσοῦν ὑφιστάμενον, ἀλλὰ τὸ ἐν μέρει χρόνου τὴν εἰς τὸ εἶναι πάροδον λαχόν. διόπερ οὐδὲ ἐξ ὄντος ἔλεγον δυνατὸν γενέσθαι τὸ ὄν (προϋπάρχειν γὰρ τὸ ὄν) οὔτε ἐκ μὴ ὄντος (ὑποκειμένου γὰρ δεῖν τινος), ἅπερ ἄμφω ἐπὶ τῶν ποτὲ γινομένων ἁρμόττει. τὸ γὰρ ἀΐδιον καὶ ἀεὶ ὂν πῶς ἂν ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος; ὁ δὲ Ἀριστοτέλης καίτοι αἴτιον τοῦ οὐρανοῦ καὶ τῆς ἀϊδίου κινήσεως αὐτοῦ τὸν θεὸν λέγων, ὅμως ἀγένητον αὐτὸν καὶ ἄφθαρτον ἀποδείκνυσιν. καὶ μέντοι τὴν ἀπορίαν λύων τῶν φυσικῶν ἐκ τῆς στερήσεως τῆς ἑαυτοῦ γίνεσθαί φησι τὸ γινόμενον. πῶς δὲ ἂν εἴη τοῦ ἀϊδίου στέρησις; καὶ τί λέγω τοὺς ἄλλους, ὅτε καὶ αὐτὸς οὗτος τὴν γένεσιν καὶ τὴν φθορὰν τῶν ἀτόμων εἶναί φησι καὶ ἐν μέρει χρόνου τὴν ὕπαρξιν ἐχόντων; ὁ δὴ ταῦτα λέγων καὶ τὴν ὕλην ἀΐδιον οὖσαν γενητήν φησι, καὶ ἐπ’ αὐτῆς πειρᾶται δεικνύναι, ὅτι οὐκ ἐξ ὄντος, ἀλλ’ ἐκ μὴ ὄντος γίνεται τὸ γινόμενον. καὶ οὐ τὴν ὕλην μόνην, ἀλλὰ καὶ τὰ ἄλλα πάντα πλὴν τοῦ πρώτου γενητά φησι, καὶ ἀποφαίνεται σαφῶς, ὅτι μόνον τὸ πρῶτον ἀγένητόν ἐστι καὶ ἀναίτιον. ὅρα οὖν, ὅτι πρότερον τὰ ἄτομα λέγων γενητὰ τὰ ἐν μέρει χρόνου τὴν ὕπαρξιν ἔχοντα ἐν τούτοις γενητὰ λέγει τὰ ἀπ’ αἰτίας,2 εἴπερ καὶ τὴν ὕλην ἀΐδιον λέγων γίνεσθαί φησιν αὐτὴν ἐκ μὴ ὄντος καὶ εἴπερ τὸ πρῶτον μόνον ἀγένητόν καὶ ἀναίτιον φησι, συντάξας τῷ ἀγενήτῳ τὸ ἀναίτιον, καὶ μηδὲ τοὺς ὁμοδόξους εὐλαβηθεὶς γινόμενον καὶ ποιούμενον δηλονότι καὶ τὸ μετὰ τὸ πρῶτόν φησι· τὸ γὰρ γινόμενον καὶ δημιουργούμενον καὶ αὐτός φησιν, ἀλλ’ οὐχὶ τὸ γεννώμενον. καὶ οὐ περὶ ἄλλων καὶ ἄλλων ποιούμενος τὸν λόγον τοὺς εὐρίπους στρέφεται τούτους, ἀλλ’ ἐν τῷ ἑνὶ τῶν λεγομένων εἱρμῷ. ἆρα οὖν ὁποῖόν τινα τοῦτον χρὴ νομίζειν, εἰ μηδὲ γινώσκων, περὶ τίνος ποιεῖται τοὺς λόγους, πρὸς τοὺς κορυφαίους τῶν φιλοσόφων ἀντιλέγειν φιλοτιμεῖται ἀτιμώρητον αὑτῷ νομίζων ἔσεσθαι τὴν γιγαντικὴν ταύτην θρασύτητα; ἀλλ’ ἴδωμεν λοιπόν, ὅπως ἀποδείκνυσιν, ὅτι οὐκ ἐξ ὄντος ἀλλ’ ἐκ μὴ ὄντος γίνεται τὰ γινόμενα, κἀνταῦθα δὲ πάλιν τὴν αὐτοῦ πρὸς αὑτὸν ὅρα διαφωνίαν τῶν λόγων. Ἀρχόμενος μὲν γὰρ τῆς ἀποδείξεως τὴν φύσιν ἐξ ὄντων ποιεῖν τὰ γινόμενα συγχωρεῖ καὶ τὴν αἰτίαν ἐπάγει τὸ καὶ τὴν οὐσίαν αὐτῆς καὶ τὴν ἐνέργειαν ἐν ὑποκειμένῳ ἔχειν, καὶ τὸν θεὸν ταύτῃ διαφέρειν τῆς φύσεώς φησι, καθ’ ὅσον αὕτη μὲν ἐξ ὄντων, ὁ δὲ θεὸς ἐκ μὴ ὄντων ποιεῖ τὰ γινόμενα· προελθὼν δὲ ἀποδείξεως ἡμᾶς ἀναμιμνήσκει, ἐφ’ ᾗ σεμνύνεται, δεικνύσης, ὅτι καὶ ἡ φύσις καὶ ἡ τέχνη ἐκ μὴ ὄντων ποιοῦσιν, ὥσπερ καὶ τὸν θεὸν ἔλεγε ποιεῖν. καίτοι πρότερον ταύτῃ διαφέρειν τῆς φύσεως τὸν θεὸν εἰπὼν τῷ τὴν μὲν ἐξ ὄντων, τὸν δὲ ἐκ μὴ ὄντων ποιεῖν, καὶ δυσχεραίνων ἔλεγεν· “εἰ καὶ ὁ θεὸς ἐξ ὄντων ποιεῖ, οὐδὲν ἕξει πλέον τῆς φύσεως ὁ θεός”.

事实上,他说道:“因此,如果上帝也使质料确立,而质料为了存在并不需要另一种质料,那么并非所有生成之物都是从存在者中生成的。”而关于他声称生成与消灭所归属的不可分形式,[他也说:]“因此,如果这一切在物体的消灭中迁移入绝不存在者之中,那么显而易见,先前绝不存在的它们是从非存在者中获得了其存在。”因为,如果因为它们先前不存在而说是从非存在者中[生成],那么显而易见,从存在者中[生成]就意味着它们先前已经存在了。而他在听闻亚里士多德在《物理学》第一卷中阐述自然哲学家的困难并说“因为既非存在者生成(因为它已然存在),亦无任何物能从非存在者中生成(因为必须有某种东西作为基质)”时,却甚至充耳不闻。因为〔若是听了,〕他就不会认为事物自身作为自身的基质。但是,他在不知晓生成之物从存在者生成还是从非存在者生成在自然哲学家那里是如何被言说的情况下,他究竟知晓生成到底是什么,还是说在这一点上他显得更加无知呢?因为无论是亚里士多德还是其他自然哲学家,所说的“生成”都不是指以任何方式从原因中确立起来的事物,而是在时间的一部分中获得了向存在的过渡之物。因此他们才说,既不可能存在者从存在者中生成(因为存在者已预先存在),亦不可能从非存在者中生成(因为需要有某种基质),这两点皆适用于在某个时候生成的事物。因为永恒且始终存在之物,怎能从存在者或非存在者中[生成]呢?然而亚里士多德尽管声称上帝是天球及其永恒运动的原因,却仍论证天球是未生成的且不灭的。况且在解决自然哲学家的困难时,他说生成之物是从其自身的匮乏中生成的。但永恒者又怎会有匮乏呢?我又何必谈论其他人呢,正当此人自己也说生成与消灭属于不可分者以及在时间的一部分中拥有存在之物的时候?说出这些话的同一个人,却说永恒的质料也是生成的,并试图在质料上证明生成之物不是从存在者中生成,而是从非存在者中生成。而且他不仅说质料,还说除第一者之外的一切其他事物都是生成的,并明确断言唯有第一者是未生成的且无原因的。因此你看,他先前将那些在时间的一部分中拥有存在的不可分者称为生成的,而在这些段落中却将源自原因者称为生成的——倘若他在称质料为永恒的同时却又声称它是从非存在者中生成的,倘若他声称唯有第一者是未生成的且无原因的,将“无原因的”与“未生成的”等同起来,并且甚至不顾及同道之人的看法,公然将排在第一者之后的事物称为生成的且被制作的;因为他自己所说的也是生成之物与被创造之物,而绝非被生之物。而且他并不是在探讨不同题材时引起这些涨落不定的反复,而是在他言论的单一脉络之中如此。那么,如果他连自己在就什么发表言论都不知道,却一心热衷于反驳最顶尖的哲学家,自以为这种巨灵般的狂妄不会受到惩罚,究竟该将他视为怎样的人呢?不过,接下来让我们来看看他是如何证明生成之物不是从存在者而是从非存在者中生成的吧;在此你再次能看到他的言论自相矛盾。因为在开始论证时,他承认自然是从存在者中造出那些生成之物的,并提出理由说自然的存在和活动都在基质之中,而且他说上帝在这一点上不同于自然,即自然从存在者中造作,而上帝则从非存在者中造出那些生成之物;但在进一步论述时,他却让我们想起他引以为傲的一项论证,该论证表明自然和技术也从非存在者中造作,正如他曾说上帝所作的那样。尽管他先前曾说上帝通过一方从存在者造作、另一方从非存在者造作而不同于自然,并愤愤不平地说道:“如果上帝也从存在者中造作,上帝比起自然来就毫无高明之处了”。

语法注2 条
  1. 8.8εἰ γὰρ διὰ τοῦτο ἐκ μὴ ὄντος, ὅτι οὐκ ἦν αὐτὰ πρότερον, δῆλον ὅτι ἐξ ὄντος αὐτὰ ἂν ἦν πρότερον.

    该句需根据语境补充省略的动词(γίνεσθαι)。前半句意为“如果因为它们先前不存在而[说它们是从非存在中生成]”,后半句带有 ἄν 的直陈式过去时(αὐτὰ ἂν ἦν πρότερον)构成归谬性的反事实表达,意为“[从存在者生成就意味着]它们先前已经存在了”。

  2. 8.8ὅρα οὖν, ὅτι πρότερον τὰ ἄτομα λέγων γενητὰ τὰ ἐν μέρει χρόνου τὴν ὕπαρξιν ἔχοντα ἐν τούτοις γενητὰ λέγει τὰ ἀπ’ αἰτίας

    主句由 ὅρα οὖν, ὅτι... 引导,通过对比结构(πρότερον... ἐν τούτοις...)揭示菲洛波诺斯术语定义的前后矛盾。前一部分将“不可分者=在时间部分中拥有存在者”称为“生成的(γενητά)”,而在后一部分(ἐν τούτοις)中却将“来自原因者(τὰ ἀπ’ αἰτίας)”称为“生成的”;随后的一长串 εἴπερ 从属从句则是列举支持这一指责的证据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1143.26-1145.16