- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1141.30-1143.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘引用了菲洛波诺斯将形式的生成与消灭视作源于非存在的论述,并批判了他的自相矛盾:他此前曾声称自然哲学家的公理对证明运动的永恒性不可或缺,如今却自认该公理毫无用处。
” Εἶτα καὶ ἄλλης ἀποδείξεως ἡμᾶς ὑπομιμνήσκει ἐν τῷ ἑνδεκάτῳ τῶν πρὸς Πρόκλον ῥηθείσης, δι’ ἧς ἔδειξεν, ὡς οἴεται, ὅτι καὶ τὰ ὑπὸ φύσεως καὶ τὰ ὑπὸ τέχνης γινόμενα ἐκ μὴ ὄντος ὑφίσταται καὶ εἰς τὸ μὴ ὂν φθείρεται. “συνθέτων γάρ, φησίν, ὄντων τῶν οὕτω γινομένων ἐξ ὕλης καὶ εἴδους, καὶ τῆς μὲν πρώτης ὕλης οὔτε γινομένης ὑπὸ τῆς φύσεως οὔτε φθειρομένης, οὐδὲ μὴν τοῦ ἐξ ὕλης καὶ εἴδους συνθέτου καθ’ ὅλον αὐτό (οὕτω γὰρ ἂν καὶ τὴν ὕλην γίνεσθαι συνέβαινε καὶ φθείρεσθαι), λείπεται τοῦ εἴδους μόνου τὴν γένεσιν εἶναι καὶ τὴν φθοράν. εἰ οὖν τά τε χρώματα καὶ τὰ σχήματα καὶ αἱ τῆς ψυχῆς ἄλογοί τε καὶ φυσικαὶ δυνάμεις, καὶ ἁπλῶς εἰπεῖν τὰ ἔνυλα εἴδη ἐν μέρει χρόνου τὴν ὕπαρξιν ἔχει (φημὶ δὲ τὰ ἐν ἑκάστῳ φυσικῷ πράγματι ἄτομα εἴδη· τούτων γὰρ ἡ γένεσίς ἐστι καὶ ἡ φθορά), εἰ οὖν ταῦτα ἐν τῇ τῶν σωμάτων φθορᾷ εἰς τὸ μηδαμῶς ὂν μεθίσταται, δῆλον ὅτι καὶ πρότερον οὐδαμῶς ὄντα τὴν ὕπαρξιν ἐκ μὴ ὄντων εἴληφεν.” εἶτα ἐπὶ τούτοις ἐπήγαγε· “τοῦτο δὲ ἴσως οὐδὲν ἡμῖν πρὸς τὴν προκειμένην συνοίσει ὑπόθεσιν. κἂν γὰρ ἐκ μὴ ὄντων τὰ ἔνυλα εἴδη εἰς τὸ εἶναι παράγηται, ἀλλ’ οὖν οὐδεμία φυσικὴ γένεσις ἄνευ κινήσεως ὑφίσταται. μετὰ κινήσεως γὰρ πάντως ἡ γένεσις, ὥστε ἀεὶ οὔσης γενέσεως ἀεὶ καὶ κίνησις ἦν. ἀλλὰ πόθεν, ὅτι ἀεὶ ἦν γένεσις; ὁ γὰρ λέγων, ὅτι ἀεὶ ἦν γένεσις, οὐδὲν ἕτερόν φησιν ἢ ὅτι ἀεὶ ἦν κίνησις· ὥστε τὸ ἐξ ἀρχῆς αἰτεῖ καὶ τὸ ζητούμενον λαμβάνει ὁμολογούμενον.” εἶτα ἐφεξῆς ἀλλοκότως οἶμαι συνάπτει τούτοις· “οὔτε γὰρ ἐκ προϋποκειμένου τινὸς τὰ ἀμέσως ὑπὸ θεοῦ δημιουργούμενα γίνεται οὔτε διὰ γενέσεως ἢ χρονικῆς παρατάσεως· καὶ τὴν ὕλην γὰρ αὐτὴν καὶ τὸν χρόνον ἅμα τῷ παντὶ συνϋπέστησεν ὁ θεός, ὥστε οὐ προυπῆρξε τοῦ κόσμου κίνησις. δῆλον οὖν ἐντεῦθεν, ὡς εἰ μή τις δείξειε λόγος τὸν κόσμον ἄναρχον εἶναι καὶ ἀτελεύτητον, ἀδύνατον τὴν κίνησιν ἀΐδιον ἀποδεῖξαι. τῶν λόγων οὖν ἁπάντων, ἐξ ὧν ἀΐδιον εἶναι τὸν κόσμον κατασκευάζουσιν ἐλεγχομένων, καὶ τὸ ἑπόμενον ἐξ ἀνάγκης συνελέγχεται.” ἀλλ’ εἰ τοσαῦτα καὶ τοιαῦτα παραγράφειν αὐταῖς λέξεσιν ἐκαρτέρησα, μή τις τῶν εὐφυεστέρων ἄμουσόν μου σχολὴν καταψηφίσεται·1 οἶδα γὰρ καὶ αὐτός, ὅτι τοῖς ὁπωσοῦν ἠγμένοις εὐσύνοπτος ἡ τῶν λόγων τούτων ἐστὶν ἀλλοκοτία. ἀλλ’ ἐπειδὴ τοῖς ἀπαιδεύτοις οὗτος ἀκροαταῖς ἁρμοζόμενος καὶ μακρὰ γράφει, καὶ ὡς ἀποδεδειγμένα συμπεραίνεται τὰ μηδὲ εἰς νόησιν αὐτῷ ἀφιγμένα φιλάνθρωπον οἶμαι καὶ τούτοις ὡς δυνατὸν ὑποδεῖξαι τὴν ἕξιν τοῦ ἀνδρός. καὶ δὴ τούτῳ πρῶτον ἐπιστήσωμεν, ὅθεν οὗτος ὁ μακρὸς ἤρξατο λόγος· ὁ γὰρ εἰπὼν ἐν ἀρχῇ, ὅτι μόνως ἂν οὕτως ἄναρχος εἶναι ἡ κίνησις ἀπεδείκνυτο, εἴπερ ἦν ἀληθὲς τὸ πολυθρύλητον τῶν φυσικῶν, ὡς αὐτοί φασιν, ἀξίωμα τὸ ‘μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι’, καὶ διατεινάμενος, ὅτι τούτου οὕτως ἔχοντος ἀδύνατον μὴ ἀεὶ εἶναι κίνησιν καὶ μετ’ ὀλίγα ἀποκομπάσας, ὅτι τοῦτο μόνον ἤρκει λαβεῖν τῷ Ἀριστοτέλει τὸ ἀξίωμα εἰς τὸ συλλογίσασθαι, ὅτι ἄναρχός ἐστιν ἡ κίνησις, ἄκουσον οἷα τούτων ἐπιλαθόμενος ἐν τοῖς ἑξῆς ὁ σοφὸς οὗτος ἐπήγαγε.2 δείξας γάρ, ὡς οἴεται, ὅτι ἐκ μὴ ὄντων ἡ γένεσις, ὅπερ αὐτῷ προέκειτο ὡς ἀναιρετικὸν τοῦ ἐξ ὄντων, ᾧ μόνως ἀκολουθεῖν τὸ ἀΐδιον εἶναι τὴν κίνησιν ἔλεγεν, ἐπάγει· “τοῦτο δὲ ἴσως οὐδὲν ἡμῖν πρὸς τὴν προκειμένην συνοίσει ὑπόθεσιν” καὶ τὰ ἑξῆς, ἵνα μὴ πάλιν τὴν αὐτὴν ἀνακινῶ κόνιν. εἰ οὖν μηδὲν ἡμῖν συντελεῖ πρὸς τὴν ὑπόθεσιν, βέλτιστε, πῶς ἔλεγες, ὅτι μόνως ἂν οὕτως ἄναρχος ἡ κίνησις ἀπεδείκνυτο, εἴπερ ἦν ἀληθὲς τὸ νῦν μηδὲν λεγόμενον συνοίσειν πρὸς τὴν προκειμένην ὑπόθεσιν; πῶς δὲ “τοῦτο μόνον, ἔλεγες, ἤρκει τῷ Ἀριστοτέλει λαβεῖν τὸ ἀξίωμα”, ὃ μηδὲν ἐφάνη συνοῖσον. Ἀλλ’ ἴδωμεν, ὅπως τὸ πολυθρύλητον ἀξίωμα τῶν φυσικῶν ἀνατρέπει δεικνὺς αὐτός, ὅτι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται τὰ γινόμενα καὶ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν φθείρεται. καὶ τούτῳ δὲ πρῶτον ἐπιστήσωμεν, εἰ δοκεῖ, εἰ ἐνενόησεν ὅλως ἁνὴρ οὗτος, πῶς εἴρηται τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι τὸ γινόμενον· φαίνεται γὰρ οὕτως ἀκούων ὡς τοῦ αὐτοῦ εἴδους προυπάρχειν ὀφείλοντος, ἵνα ἐξ αὐτοῦ γίνηται τὸ γινόμενον, οἷον τὴν ὕλην ἐξ ὕλης καὶ τὰ ἄτομα εἴδη ἐκ τῶν ὁμοίων.
接着,他还让我们想起在《驳普罗克洛》第十一卷中所陈述的另一项论证,通过这项论证,如他所妄想的,他证明了由自然生成之物与由技术生成之物皆从非存在者中建立起来,并消灭入非存在之中。“因为,”他说,“以这种方式生成之物是由质料和形式所构成的复合物,而第一质料既不由自然生成亦不消灭,由质料与形式构成的复合物亦决非就其整体自身而言生成或消灭(因为这样一来质料也会落得生成与消灭),余下的唯有形式才有生成与消灭。因此,如果颜色、形状、灵魂的非理性及自然能力,简而言之质料形式,在时间的一部分中拥有其存在(我指的是在每个自然事物中的不可分形式;因为生成与消灭属于这些形式),如果这些形式在物体的消灭中迁移入绝不存在者之中,那么显而易见,先前也绝不存在的它们是从非存在者中获得了其存在。”接着他又补充道:“但这或许对我们当下的假说毫无裨益。因为即使质料形式从非存在者被引向存在,然而没有任何自然生成是在没有运动的情况下成立的。因为生成完全伴随着运动,所以既然生成始终存在,运动亦始终存在。但生成始终存在何以见得?因为断言生成始终存在的人,所言非他,正是断言运动始终存在;所以他是在乞求初始的论点,把所寻求的课题当作已获公认者来接受。”接着,我认为十分怪异地,他又将以下论述与此相连:“因为直接由上帝创造之物,既非从预先作为基质的某物中生成,亦非通过生成或时间跨度而生成;因为上帝在使万物建立的同时,亦使质料本身与时间一并建立,所以运动并不先于宇宙存在。由此显而易见,除非有某种论辩能够证明宇宙是无始无终的,否则不可能证明运动是永恒的。因此,当确立宇宙是永恒的一切论证都被驳倒时,其必然随之而来的结论亦被一并驳倒。” 然而,即使我忍耐着照录了如此之多且如此这般的原话,希望有才智的人不会谴责我的闲暇为鄙俗;因为我自己亦知晓,对于任何受过教育的人而言,这些言论的荒谬性是一览无余的。但是,既然此人迎合未经教化的听众而长篇大论,并且将自己甚至尚未达至理解的事物当作已论证的结论,我认为尽可能向这些听众揭示此人的习性亦是一种仁爱。那么,让我们首先关注这一点,即这篇长篇大论是从何处开始的:因为他在开篇时曾说,只有在自然哲学家们那个如他们自己所说的脍炙人口的公理——即“无物从以任何方式任何手段都不存在者中生成”——为真实的情况下,运动的无始性才会被如此证明,并坚称如果情况是这样,运动就不可能不始终存在,而且片刻之后便大言不惭地说,亚里士多德只需采纳这一公理就足以推论出运动是无始的,——听听这位智者在遗忘了这些之后,在接下来的文字中又补充了些什么吧!因为在如他自以为的那样证明了生成来自非存在者之后——而这一论断曾被他提出用以否定“来自存在者”,并且他曾声称唯有依循后者运动的永恒性才会随之而来——他却补充道:“但这或许对我们当下的假说毫无裨益”,等等,免得我再度扬起同样的尘土。那么,最优秀的朋友,如果它对我们的假说毫无帮助,你当初怎么说只有在如今被称为对当下假说毫无裨益的事物为真实的情况下,运动的无始性才会被如此证明呢?而你又怎么说“亚里士多德只需采纳这一公理就足够了”,尽管它被证明是毫无裨益的呢? 不过,让我们来看看他是如何推翻自然哲学家脍炙人口的公理的,他自己试图证明生成之物是从以任何方式任何手段都不存在者中生成,并消灭入以任何方式任何手段都不存在者之中的。如果可以的话,让我们首先关注这一点:此人究竟是否理解了“生成之物从存在者生成或从非存在者生成”这一说法究竟是何意;因为他似乎这样理解,仿佛必须预先存在着相同的形式,生成之物才能从中生成,比如质料必须来自质料,不可分的形式必须来自相似的形式一般。
- 8.8μή τις τῶν εὐφυεστέρων ἄμουσόν μου σχολὴν καταψηφίσεται
μή 接未来直陈式(καταψηφίσεται)的句构,其功能等同于带有虚拟式的常规禁止或担忧从句(μή τις ... καταψηφίσηται),表达带有一丝担忧的祈愿:“希望更有才能的人不要谴责我的闲暇为鄙俗”。
- 8.8ὁ γὰρ εἰπὼν ... ἄκουσον οἷα τούτων ἐπιλαθόμενος ἐν τοῖς ἑξῆς ὁ σοφὸς οὗτος ἐπήγαγε
这是一种破格句构(anacoluthon):句首由一系列主格分词短语(ὁ γὰρ εἰπὼν ... καὶ διατεινάμενος ... καὶ ... ἀποκομπάσας)开启,随后主句由祈使动词 ἄκουσον 引出,而主语在宾语从句中又被重新表述为 ὁ σοφὸς οὗτος。开篇的主格分词起到了悬垂主格(nominativus pendens)的作用,用于集中罗列论敌先前的主张。
