← 辛普里丘

亚里士多德《物理学》注释

§1139.31-1141.30

可运动者的先在性与对斐洛庞诺士创造论的批判

辛普里丘通过阐明在火与引火物中潜在的可运动者亦预先存在于运动,反驳了斐洛庞诺士的质疑;批评斐洛庞诺士无视亚里士多德立足直接原理的方法而强加无中生有的公理,并引述其《驳普罗克洛》中关于上帝无时间创造质料的论断以备审查。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#7

καὶ γὰρ καὶ τὸ πῦρ, κἂν εὐθὺς πῦρ γενόμενον ἐπὶ τὸ ἄνω κινῆται, ἀλλ’ ἐν τῇ μεταβάσει τὸ δυνάμει, φέρε εἰπεῖν ἐν τῷ ἀέρι γενέσθαι, προυπάρχον ἔχει τοῦ ἐνεργείᾳ1 καὶ τὸ δυνάμει ἐν τῷ ὑπεκκαύματι προυπάρχει τοῦ ἐνεργείᾳ. καὶ ἔστι διὰ πάντων ἀνέλεγκτος ὁ Ἀριστοτέλους λόγος ὁ λέγων ἀναγκαῖον εἶναι προυπάρχειν τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν. ὥστε μάτην οὗτος ἐπὶ τῷ τέλει τοῦ λόγου μεγαλαυχούμενος· ‘εἰ ψεῦδος, φησί, δέδεικται τὸ προϋπάρχειν τῆς κινήσεως τὰ δυνάμενα κινεῖσθαι, καὶ τὸ ἐκ τούτου ἄρα συγκατασκευαζόμενον, ὡς ὁ Γραμματικὸς ἔφρασε, τὸ ἄναρχον εἶναι τὴν κίνησιν συνελέγχεται.’ δικαιότερον γὰρ οἶμαι λέγειν, ὡς εἰ τοῦτο διὰ πάντων ἀληθὲς ἀποδέδεικται, καὶ τὸ ἐκ τούτου δεικνύμενον ἀληθὲς ἂν εἴη μηδὲν ὑπὸ τοῦ θορύβου τῶν κολοιῶν ταραττόμενον. Οὗτος μέντοι τὰς Ἀριστοτέλους ἀρχὰς τῆς ἀποδείξεως περιπτύσας αὐτὸς ἡμῖν οἰκείαν εἰσηγήσασθαι βούλεται μέθοδον “μόνως ἂν οὕτω, λέγων, ἄναρχος εἶναι ἡ κίνησις ἀπεδείκνυτο, εἴπερ ἦν ἀληθὲς τὸ πολυθρύλητον τῶν φυσικῶν, ὡς αὐτοί φασιν, ἀξίωμα τὸ ‘μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι’, ἀλλὰ πᾶν ἐκ προϋπάρχοντος ἔχειν τὴν γένεσιν.” καὶ μέμφεται τῷ Ἀριστοτέλει μὴ τοῦτο λαβόντι τὸ ἀξίωμα εἰς τὸ συλλογίσασθαι, ὅτι ἄναρχός ἐστιν ἡ κίνησις, ἀγνοῶν οὗτος ἀνήρ, ὅσον τῆς Ἀριστοτέλους ἀγχινοίας διέστηκεν, ἀγνοῶν δὲ καὶ ὅτι τῆς Ἀριστοτέλους ἐπιστήμης ἴδιόν ἐστι2 τὸ προσεχεῖς ἀρχὰς ἀεὶ τῶν ἀποδείξεων λαμβάνειν καὶ μὴ κοινάς. ἐν μὲν γὰρ τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως τὰς τῆς γενέσεως ἀρχὰς ζητῶν ἐμνημόνευσεν ἀπορίας τινὸς πειρωμένης ἀναιρεῖν τὴν γένεσιν διὰ τὸ δεῖν πᾶν τὸ γινόμενον ἢ ἐξ ὄντος γενέσθαι ἢ ἐκ μὴ ὄντος· ἑκάτερον δὲ ἀδύνατον εἶναι· “οὔτε γὰρ τὸ ὂν γίνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι (ὑποκεῖσθαι γάρ τι δεῖν)”, καὶ λύει τὴν ἀπορίαν ἐκ μὲν τοῦ ἁπλῶς μὴ ὄντος μηδὲν γίνεσθαι λέγων, ἐκ δὲ τοῦ μὴ ὄντος κατὰ συμβεβηκὸς γίνεσθαι, διότι ἐκ τῆς στερήσεως οὐ καθ’ αὑτήν, ἀλλ’ ἐν τῷ ἐστερημένῳ οὔσης, καὶ κατ’ ἐκεῖνον τὸν λόγον καὶ εἶναι γένεσις καὶ ἀίδια καὶ ἀνέκλειπτα δείκνυται τὰ γινόμενα, εἴπερ παντὸς τοῦ γινομένου προϋπάρχει τι ἄλλο καὶ αὐτὸ γενητόν, καὶ μετὰ τὸ φθειρόμενον ὑπολείπεταί τι καὶ αὐτὸ φθαρτόν. ἐνταῦθα μέντοι οὐ τὰ κινούμενα, ἀλλὰ τὴν κίνησιν ἀίδιον δεῖξαι προθέμενος, ἐξ αὐτοῦ τοῦ ὁρισμοῦ τῆς κινήσεως ἐπεχείρησε καὶ τοῦ ὁρισμοῦ αὐτῆς προϋπάρχειν ἀεὶ τῆς κινήσεως ἐνδεικνυμένου τὸ κινεῖσθαι δυνάμενον ὡς ἡ οὐσία πανταχοῦ προυπάρχει τῆς ἐνεργείας. ἆρα οὖν ἐθελήσοι τις ἂν νοῦν ἔχων τὴν Ἀριστοτέλους μέθοδον ἀφεὶς ταῖς προπετέσι τούτου φαντασίαις ἀκολουθεῖν; Πλὴν ἐπειδὴ ῥᾳδίως ἀποδεικνύναι νομίζων ψευδῆ τὸν λέγοντα λόγον ‘μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι’ διατείνεται μόνως ἂν οὕτως ἀίδιον εἶναι τὴν κίνησιν, εἰ ἀληθὲς ἀποδειχθείη τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, φέρε καὶ ταύτας αὐτοῦ τὰς ἀδολεσχίας ἐπισκεψώμεθα, ἃς τελέως μὲν ἐν τῷ ἐνάτῳ καὶ ἑνδεκάτῳ τῶν Πρὸς Πρόκλον εἶπεν ἑαυτῷ γεγράφθαι ἀριθμοῖς ἡμᾶς βιβλίων καταπλήττων πρὸς ἄνδρας εὐκλεεῖς ἀντιγεγραμμένων, καὶ νῦν δὲ οὐ δι’ ὀλίγων ἐκτίθεται· “πρῶτον μέν, λέγων, εἰ καὶ ἡ φύσις ἐξ ὄντων ποιεῖ τὰ ὑπ’ αὐτῆς δημιουργούμενα διὰ τὸ καὶ τὴν οὐσίαν αὐτῆς καὶ τὴν ἐνέργειαν ἐν ὑποκειμένῳ ἔχειν καὶ χωρὶς ἐκείνου μήτε εἶναι μήτε ἐνεργεῖν δύνασθαι, οὐκ ἀνάγκη καὶ τὸν θεὸν τὸν ἐξῃρημένην ἔχοντα τῶν ὄντων ἁπάντων καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν ἐξ ὄντων δημιουργεῖν. οὕτω γὰρ οὐδὲν ἕξει πλέον τῆς φύσεως, καίτοι γε οὐ μόνον τὰ εἴδη τῶν ἀμέσως ὑπ’ αὐτοῦ δημιουργουμένων ποιεῖ ὁ θεός, ἀλλὰ καὶ αὐτὴν τὴν ὕλην παράγειν καὶ δημιουργεῖν πεπίστευται· μόνον γὰρ τὸ πρῶτον ἀγένητόν ἐστι καὶ ἀναίτιον. εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς ὑφίστησιν (οὐ δεῖται δὲ ἡ ὕλη ἑτέρας ὕλης εἰς ὕπαρξιν· αὐτὴ γάρ ἐστι τὸ πρῶτον ἁπάντων τῶν φυσικῶν ὑποκείμενον)· οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται.3 εἴτε γὰρ ἀεὶ ὑπὸ θεοῦ γίνεται ἡ ὕλη εἴτε ποτέ, οὐ δεήσεται δήπουθεν ἑτέρας ὕλης, αὐτὴ τὸ πρῶτον οὖσα τῶν σωμάτων ὑποκείμενον· οὐκ ἄρα, εἰ τὰ γινόμενα ὑπὸ φύσεως ἐξ ὄντων γίνεται, ἀνάγκη καὶ τὰ ἀμέσως ὑπὸ θεοῦ γινόμενα ἐξ ὄντων γίνεσθαι, εἴπερ ἡ μὲν φύσις καὶ χρόνου δεῖταί τινος καὶ γενέσεως, ἵνα ἕκαστον δημιουργήσῃ τῶν φυσικῶν, ὁ δὲ θεὸς ἀχρόνως καὶ ἄνευ γενέσεως, τουτέστι διαπλάσεως τῶν κατὰ μέρος καὶ διαμορφώσεως, τὰ ἀμέσως ὑπ’ αὐτοῦ γινόμενα ὑφίστησιν· ἀρκεῖ γὰρ αὐτῷ μόνον τὸ θέλειν εἰς τὴν τῶν πραγμάτων οὐσίωσιν.

因为即使火在生成为火的同时立即向上运动,但在转变过程中,例如在空气中生成时,潜在者仍预先存在于现实活动中的事物,而引火物中的潜在者亦预先存在于现实活动中的事物。因此,亚里士多德关于依据每一种运动能够被运动的事物必须必然预先存在的论辩,在一切情况下都是未被驳倒的。所以,此人在论辩的末尾夸耀说:“如果能够被运动者预先存在于运动已被证明为假,那么如文法家所表述的那样,由此共同确立的运动之无始性亦被一并驳倒”,完全是徒劳的。因为我认为更为正当的说法是:如果这一点在一切情况下已被证明为真,那么由此显示出来的结论亦将是真实的,丝毫不会被寒鸦的聒噪所扰动。 然而,此人鄙弃亚里士多德的论证原理,自愿向我们引入一套他自己的方法,说:“只有这样,运动才会被证明是无始的,如果自然哲学家们那个如他们自己所说的脍炙人口的公理是真实的,即‘无物从以任何方式任何手段都不存在者中生成’,而是‘一切事物都从预先存在者中获得其生成’的话。”并且他责怪亚里士多德没有采纳这一公理来推论运动是无始的;此人殊不知自己与亚里士多德的机敏相去多远,亦不知亚里士多德的科学之特质乃在于始终采纳论证的直接原理而非共同原理。因为在《物理学》第一卷中,亚里士多德在探寻生成的原理时,曾提及一个试图取消生成的难问,理由是凡生成之物都必须要么从存在者中生成,要么从非存在者中生成;而两者皆不可能:“因为存在者不生成(因为已经存在),从非存在者中亦没有任何事物能够生成(因为必须有某种底层事物存在)”;亚里士多德化解了这一难问,指出从单纯的非存在者中没有任何事物生成,但从偶性意义上的非存在者中则有事物生成,因为生成来自缺失,缺失并非依其自身,而是存在于被剥夺者之中;按照那套论述,如果一切生成之物之前都预先存在着另一个本身亦可生成的某物,且在被毁灭者之后亦残留有某种本身亦可毁灭的某物,那么生成之存在,以及生成之物是永恒且不绝的,便得到了证明。然而在这里,亚里士多德旨在证明运动本身而非被运动者是永恒的,因而从运动的定义本身出发进行论证,而且其定义亦表明能够被运动者始终预先存在于运动,正如实体在任何地方都预先存在于现实活动一样。那么,任何有理智的人难道会愿意放弃亚里士多德的方法而去追随此人鲁莽的妄想吗? 然而,既然他自以为容易证明断言“无物从以任何方式任何手段都不存在者中生成”的命题为假,并断言唯有在“无物从以任何方式任何手段都不存在者中生成”被证明为真的情况下运动才是永恒的,那么来吧,让我们也来审视一下他的这些饶舌;他说自己在《驳普罗克洛》第九卷和第十一卷中已完整地写下了这些,试图以针对声名显赫之人的反驳著作的卷册数量来震慑我们,而现在他亦不惜篇幅地陈述道:“首先,即使自然由于其本质与现实活动皆在底层基质中,且若无基质便既不能存在亦不能活动,从而从存在的事物中制造由它所造之物,但拥有从一切存在事物中超脱出来的本质与现实活动的上帝,亦无必然性必须从存在的事物中进行创造。因为这样一来上帝比起自然便毫无优势,然而人们相信上帝不仅制作直接由他创造之物的形式,而且产生并创造质料本身;因为唯有第一者是非生成且无因的。因此,如果上帝亦使质料建立起来(而质料并不需要另一质料以求存立,因为它自身便是一切自然事物的第一基质),那么就并非凡生成之物皆从存在者中生成。因为无论质料是由上帝永远生成还是在某个时刻生成,既然它自身是物体的第一基质,就决不需要另一质料;所以,即使由自然所生成之物是从存在者中生成的,亦无必然性要求直接由上帝生成之物必须从存在者中生成,假若自然为了创造每一个自然事物既需要某种时间亦需要生成过程,而上帝则是无时间地且无需生成过程(即无需各部分的形塑与构形)使直接由他生成之物建立起来;因为对于他而言,仅凭意愿就足以使事物实体化。”

语法注3 条
  1. 8.8ἀλλ’ ἐν τῇ μεταβάσει τὸ δυνάμει, φέρε εἰπεῖν ἐν τῷ ἀέρι γενέσθαι, προυπάρχον ἔχει τοῦ ἐνεργείᾳ

    主语为前文的 τὸ πῦρ。在短语 προυπάρχον ἔχει τοῦ ἐνεργείᾳ 中,προυπάρχον 作为补足成分与宾语 τὸ δυνάμει 保持一致,意为“具有先于现实活动而预先存在的潜能”。ἐν τῇ μεταβάσει 与 ἐν τῷ ἀέρι γενέσθαι 是限定转变过程的状语短语。

  2. 8.8ἀγνοῶν οὗτος ἀνήρ, ὅσον τῆς Ἀριστοτέλους ἀγχινοίας διέστηκεν, ἀγνοῶν δὲ καὶ ὅτι τῆς Ἀριστοτέλους ἐπιστήμης ἴδιόν ἐστι

    分词 ἀγνοῶν 重复出现修饰 μέμφεται 的主语 οὗτος ἀνήρ(即斐洛庞诺士)。第一个分词带间接疑问从句 ὅσον... διέστηκεν(“相距多远”),第二个分词带 ὅτι 宾语从句,二者并列说明其无知的内容。

  3. 8.8εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς ὑφίστησιν (οὐ δεῖται δὲ ἡ ὕλη ἑτέρας ὕλης εἰς ὕπαρξιν· αὐτὴ γάρ ἐστι τὸ πρῶτον ἁπάντων τῶν φυσικῶν ὑποκείμενον)· οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται.

    引文中的推论条件句。条件从句 εἰ... ὑφίστησιν 之后插入了括号内的理由解释(οὐ δεῖται...),随后由 οὐκ ἄρα 引出结论句(“并非凡生成之物皆从存在者中生成”),ἄρα 标志着推论逻辑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1139.31-1141.30