← 辛普里丘

亚里士多德《物理学》注释

§1138.3-1139.31

潜能与能力的位阶及可运动者的在先性

辛普里丘反驳了斐洛庞奴斯关于火与水中的运动能力及现实活动的诸条论难,通过区分不完全的潜能、完全的能力以及居中的依位置运动等状态,论证了在一切运动中可运动者均预先存在于现实活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#6

ἢ οὐκ ἀληθὲς εἰπεῖν καὶ τὸ ὕδωρ ἐνεργείᾳ μὲν καὶ καθ’ αὑτὸ ψύχειν, δυνάμει δὲ καὶ κατὰ συμβεβηκὸς θερμαίνειν, ὅτι μεταβάλλειν ποτὲ πέφυκε τὸ ὕδωρ εἰς πῦρ. καὶ ἔδει τοῦ Ἀριστοτέλους ἀκοῦσαι λέγοντος ἐν ἐκείνοις τοῖς περὶ κινήσεως λόγοις· “ἐπεὶ δὲ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οὐχ ἅμα δὲ ἢ οὐ κατὰ ταὐτόν, ἀλλ’ οἷον θερμὸν μὲν ἐντελεχείᾳ, ψυχρὸν δὲ δυνάμει”, ψυχρὸν καὶ δυνάμει κατώφορόν ἐστι. δῆλον δέ, ὅτι τὸ ξύλον, ἕως ἂν ᾖ ξύλον τὴν μὲν οἰστικὴν δύναμιν τῆς ἐπὶ τὸ ἄνω φορᾶς οὐκ ἔχει, δυνάμει μέντοι καὶ κατ’ ἐπιτηδειότητα πῦρ ἐστι καὶ ἐπὶ τὸ ἄνω φέρεται τὸ ξύλον. καὶ τὸ τρίτον δὲ ἀπὸ τῆς αὐτῆς ἀγνοίας ἐπαχθὲν ὁμοίως ἐστὶν εὐαπόλυτον. πᾶσα γὰρ κίνησις καὶ ἡ ἐπὶ τὸ ἄνω καὶ ἡ ἐπὶ τὸ κάτω παντὶ στοιχείῳ προσήκει καὶ κούφῳ καὶ βαρεῖ καὶ κατὰ φύσιν, εἰ βούλει· πλὴν οὕτω τὸ κατὰ φύσιν, ὡς ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ· καὶ γὰρ τῷ ὕδατι ἡ ἐπὶ τὸ ἄνω φορὰ δυνάμει προσήκει, ὅτε δύναται γενέσθαι πῦρ. Καὶ πρὸς τὸ τέταρτον δὲ τὸ αὐτὸ ῥητέον, ὅτι καὶ ὁ ἄρτος δυνάμει σὰρξ ὢν λέγοιτο ἂν αὔξεσθαι δυνάμει. κἂν γὰρ ἡ προσεχὴς ἐπιτηδειότης τῷ ἄρτῳ τῆς εἰς σάρκα μεταβολῆς ἐστιν, ἀλλὰ μεταβάλλων εἰς σάρκα αὔξεσθαι ἐνεργείᾳ πέφυκεν. ἐπειδὴ δὲ καὶ νομοθετῶν οὗτος ὁ χρηστὸς ἀποφαίνεται, ὅτι τὸ προσεχῶς κινεῖσθαι πεφυκὸς τήνδε τὴν κίνησιν ἐπὶ τῆς ἑαυτοῦ μένον φύσεως καὶ μὴ φθειρόμενον, τοῦτο λέγομεν δυνάμει εἶναι κινητὸν ἐκείνην τὴν κίνησιν, οἷον τὸν ἄνθρωπον βαδιστικόν, οὐ τὰ στοιχεῖα, ἐρωτητέον αὐτὸν πρῶτον μέν, πῶς εἶπεν Ἀριστοτέλης “θερμὸν μὲν ἐντελεχείᾳ, ψυχρὸν δὲ δυνάμει”. ἆρα οὐχ ὡς τοῦ δυνάμει ψυχροῦ μεταβάλλειν εἰς τὸ ψυχρὸν πεφυκότος; ἔπειτα, εἰ1 μηδέποτε αὐτὸς δυνάμει σάρκα τὸν ἄρτον εἶπεν ἢ τὸ σπέρμα δυνάμει ζῷον· καίτοι σπέρμα οὐκ ἐπὶ τῆς ἑαυτοῦ μένον φύσεως ἀνθρωπίζεται. ἀλλὰ κἀνταῦθα ταὐτὸν πέπονθεν οὗτος. ἀγνοῶν γὰρ τὴν διαφορὰν τῆς τελείας δυνάμεως πρός τε τὸ δυνάμει τὸ ἀτελὲς καὶ τὰς μεταξὺ διαθέσεις τὰς τῆς τελείας δυνάμεως τῷ δυνάμει τῷ ἀτελεῖ προσάπτει.2 τὸ γὰρ ἄνευ μεταβολῆς ἐνεργοῦν κατὰ τὴν τελείαν δύναμιν ἐνεργεῖ τὴν τῆς ἐνεργείας προβλητικήν, τὸ δὲ ἀτελὲς δυνάμει μεταβάλλοντος τοῦ δυναμένου γίνεται ἐνεργείᾳ, γινομένου μὲν τοῦ γενητοῦ, αὐξομένου δὲ τοῦ αὐξητοῦ, ἀλλοιουμένου δὲ τοῦ ἀλλοιωτοῦ. ἔστι δέ τις καὶ μέση διάθεσις, ἐν ᾗ τὸ δυνάμει συντρέχει πως τῇ τελείᾳ δυνάμει, ὅπερ ἐν τοῖς κατὰ τόπον κινουμένοις ὁρᾶται, διότι τελειότατα τῶν ἄλλων ἐστὶ τὰ κατὰ τόπον κινούμενα. τὸ γοῦν πῦρ κινητὸν ἐπὶ τὸ ἄνω λέγομεν συνούσης ἀεὶ τῆς τελείας δυνάμεως τῷ ἀτελεῖ δυνάμει καὶ τῇ φύσει πλησιάζοντι, διότι χωρὶς τῆς τοῦ κινουμένου μεταβολῆς ἡ κατὰ τόπον μετάστασις γίνεται· τὸ μέντοι γινόμενον μεταβάλλον αὐτὸ τό τε δυνάμει ἀτελέστερον ἔχει καὶ τὴν δύναμιν αὐτήν, καθ’ ἣν μεταβάλλει, τῆς κατὰ τόπον κινούσης ἀτελεστέραν. τοιούτων οὖν οὐσῶν διαφορῶν ἔν τε τῷ δυνάμει καὶ ἐν τῇ δυνάμει αὐτὸς ἐπὶ τῶν κατὰ τόπον κινουμένων ἀξιοῖ πάντα τὰ δυνάμει ἐπὶ τῆς ἑαυτῶν μένοντα φύσεως καὶ μὴ φθειρόμενα, λέγεσθαι δυνάμει εἶναι κινητά. ἔδει δὲ καὶ τὸ ἐπὶ τῆς γενέσεως δυνάμει θεάσασθαι κατὰ τὴν τῆς οὐσίας μεταβολὴν εἰς τὸ ἐνεργείᾳ μεταβάλλον, ὥσπερ τὸ ἐπὶ τῆς αὐξήσεως κατὰ τὴν τῆς ποσότητος καὶ ἐπὶ τῆς ἀλλοιώσεως κατὰ τὴν τῆς ποιότητος. καὶ κάλλιον ἦν ἐπὶ μὲν τοῦ ξύλου μεταβάλλοντος εἰς πῦρ τὴν κατὰ γένεσιν κίνησιν ἰδεῖν καὶ ὅπως προϋπάρχει καὶ φύσει καὶ χρόνῳ τῆς τοιαύτης κινήσεως τὸ δυνάμενον αὐτὴν κινηθῆναι ξύλον, ἐπὶ δὲ τοῦ πυρὸς τὴν κατὰ τόπον καὶ ὅπως καὶ τοῦτο τῇ οὐσίᾳ προυπάρχει τῆς ἀνωφόρου ἐνεργείας· δεῖ γὰρ πῦρ γενόμενον οὕτως ἐπὶ τὸ ἄνω κινηθῆναι, κἂν εὐθὺς ἅμα τῷ γενέσθαι πῦρ κινῆται. εἰ δὲ καὶ τὸ ξύλον τις, ὥσπερ τῆς εἰς πῦρ μεταβολῆς, οὕτω καὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς προυπάρχειν λέγοι, οὐκ ἂν διαμαρτάνοι. ὥστε ἐπὶ μὲν τῶν ἄλλων τῶν τριῶν κινήσεων, γενέσεώς φημι καὶ ἀλλοιώσεως καὶ αὐξήσεως, καὶ οὗτος ἂν οἶμαι ὁμολογήσειε προυπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι, οἷον τὸ σπέρμα καὶ τὸ ἐπιδιδὸν κατὰ ποσότητα καὶ τὸ μεταβάλλον κατὰ ποιότητα· καὶ ἐπὶ τῆς κατὰ τόπον δὲ μεταβολῆς, ἐφ’ ἧς οὗτος μάλιστα νομίζει τὸν λόγον ἐλέγχειν, εἴπερ ὁμολογεῖ καὶ οὗτος ἐνυπάρχειν τῷ κινουμένῳ τὸ δυνάμει (προϋπάρχει δὲ πανταχοῦ τὸ δυνάμει τοῦ ἐνεργείᾳ, κἂν ἡ δύναμις τῇ ἐνεργείᾳ συνυπάρχῃ), δῆλον ὅτι καὶ τὸ δυνάμενον προυπάρχει τοῦ κατ’ ἐνέργειαν.

难道说水在现实活动中且依自身而冷却,但在潜能上且依偶性而加热(因为水按本性有时会转变为火),这不是真实的吗?而且他本应当倾听亚里士多德在那些关于运动的论述中所说的话:“既然有些事物既在潜能中又在完全现实中是同一的,虽不是同时或不是在同一方面,而是例如在完全现实中是热的,在潜能中是冷的”,[因而水是]冷的且在潜能上是向下移动的。显而易见,木头只要仍是木头,便不具备朝向上方移动的带来性能力,然而在潜能上且依其适合性而言,木头是火且朝向上方移动。而出自同一种无知而提出的第三个论驳,同样是容易化解的。因为一切运动,无论是朝向上的还是朝向下的,都属于每一个元素,无论轻重,如果你愿意,也是依本性而属于的;只不过这种依本性属于的方式,是时而在潜能中,时而在现实活动中;因为朝向上的移动在水能够成为火时,也潜在地属于水。对于第四个论驳也必须作同样的说明,即面包既然在潜能上是肉,亦可被说成是在潜能上增长。因为即使对于面包而言直接的适合性是向肉的转变,但它通过转变为肉,在现实活动中按本性适合增长。但是,既然这位贤人如同立法一般断言:凡是在保持自身本性且不被毁灭的情况下按本性直接以此种运动被运动者,我们才称之为在潜能上以此种运动可运动的(例如人是能行走的,而诸元素则不是),那么首先必须质问他,亚里士多德说“在完全现实中是热的,而在潜能中是冷的”究竟是何意。难道不正是作为潜在为冷者按本性适合转变为冷之物吗?其次,[必须质问他]是否他自己从未将面包称为潜在的肉,或将种子称为潜在的动物;尽管种子并非在保持自身本性的情况下变成人。然而在此处此人亦遭受了同样的混乱。因为他不知晓完全的能力与不完全的潜能以及中间状态之间的差别,便将属于完全能力的状态归之于不完全的潜能。因为无需转变而活动者,是按照引发现实活动的完全能力而活动;但不完全的潜能,则是在能够者发生转变时才在现实活动中生成的,即在可生成者生成、可增长者增长、可质变者质变时生成的。此外亦存在某种中间状态,在此状态中潜能与完全的能力在某种程度上汇合在一起,这正是在依位置运动者身上所见到的,因为依位置运动者在其余一切运动者中是最完全的。至少我们说火是朝向上方可运动的,乃是由于完全的能力始终与不完全的潜能且接近本性者并存,因为位置的移动是在没有被运动者自身转变的情况下发生的;然而生成之物在自身转变时,其潜能既更为不完全,且它借以转变的能力本身比起依位置运动的能力而言亦更为不完全。因此,潜能中与能力中既然存在如此之多的差别,他自己却依据依位置运动者,硬要求凡是潜在者都必须在保持自身本性且不被毁灭的情况下才被称为在潜能上是可运动的。但他本应当观察到,生成中的潜在者乃是按照实体的转变而转变为现实活动中的事物,正如增长中的潜在者依数量的转变、质变中的潜在者依性质的转变一样。而且更好的做法本应当是:在木头转变为火的事例中看到依生成的运动,以及能够被如此运动的木头在本性上与时间上如何预先存在于此种运动;而在火的事例中看到依位置的运动,以及火在实体上如何同样预先存在于朝向上的现实活动(因为必须在成为火之后才如此向上运动,即使它在成为火的同时立即运动)。而且,如果有人说木头正如预先存在于向火的转变一样,亦预先存在于朝向上的移动,他亦不会犯错。因此,在其余三种运动(即生成、质变与增长)中,我认为此人亦会承认能够被运动者预先存在于运动,例如种子、依数量增加者以及依性质转变者;而在依位置的转变中(在此转变上此人最自以为驳倒了论证),如果连他自己也承认在被运动者中内在存在着潜能(而潜在者在任何地方都预先存在于现实活动中的事物,即便能力与现实活动并存),显而易见,能够者亦预先存在于依现实活动者。

语法注2 条
  1. 8.8ἐπειδὴ δὲ καὶ νομοθετῶν οὗτος ὁ χρηστὸς ἀποφαίνεται... ἐρωτητέον αὐτὸν πρῶτον μέν... ἔπειτα, εἰ

    主节核心为动形容词构成的无人称句 ἐρωτητέον αὐτόν(“必须质问他”)。由它统辖的质问内容由 πρῶτον μέν(引导疑问从句 πῶς εἶπεν...)与 ἔπειτα(由连接词 εἰ 引导的间接疑问“是否从不……”)前后承接并列。前置的 ἐπειδή 从句篇幅虽长,但其后承接的中心谓词即是 ἐρωτητέον。

  2. 8.8ἀγνοῶν γὰρ τὴν διαφορὰν τῆς τελείας δυνάμεως πρός τε τὸ δυνάμει τὸ ἀτελὲς καὶ τὰς μεταξὺ διαθέσεις τὰς τῆς τελείας δυνάμεως τῷ δυνάμει τῷ ἀτελεῖ προσάπτει

    此句包含倒装与离隔构文(hyperbaton)。其骨架为分词从句 ἀγνοῶν τὴν διαφορὰν τῆς τελείας δυνάμεως πρός τε τὸ δυνάμει τὸ ἀτελὲς καὶ τὰς μεταξὺ διαθέσεις(“不知晓完全的能力与不完全的潜能以及中间状态之间的差别”),主节的主动词为 προσάπτει(归属/附加上),宾语为前指 διαθέσεις 的限定结构 τὰς τῆς τελείας δυνάμεως(“完全能力的[诸状态]”),间接宾语为与格 τῷ δυνάμει τῷ ἀτελεῖ(“不完全的潜能”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1138.3-1139.31