- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1136.8-1138.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出了潜在运动能力的双重含义(不完全能力与完全能力),论证了木头拥有的是转变为火的潜能而非火本身的向上移动,且生成在广义上也属于运动,从而驳斥了斐洛庞诺斯对亚里士多德公理的攻击,指出其纯属不得要领的误读。
οὕτω δυνάμει λέγομεν κινεῖσθαι τὸ πεφυκὸς μὲν κινεῖσθαι, μήπω δὲ πρόχειρον ἔχον τὴν τελείαν δύναμιν τὴν οἰστικὴν τῆς ἐνεργείας. τοῦ οὖν Ἀριστοτέλους προὑπάρχειν εἰπόντος τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι οὕτως, ὡς τὸ πεφυκὸς μέν, μήπω δὲ κινούμενον ἢ μὴ ἐκεῖνο τῆς κινήσεως τὸ μέρος κινούμενον (καὶ γὰρ τὸν ἥλιον δυνάμει ἐν ταύρῳ κινεῖσθαι λέγομεν, ὅταν τὸν κριὸν κινῆται) καὶ ἐπὶ τούτων προϋπάρχειν εἰπόντος τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως, οὗτος ἐλέγχειν οἴεται1 τὸν Ἀριστοτέλους λόγον ἐπὶ τοῦ πυρὸς καὶ τοῦ ὕδατος δεικνὺς συνυπάρχουσαν τὴν κίνησιν τῷ δυναμένῳ κινεῖσθαι κατὰ τὴν τελείαν δύναμιν τὴν οἰστικὴν τῆς ἐνεργείας. ταύτην οὖν ἀγνοήσας τὴν διαφορὰν μάτην πάντα τὰ ἐφεξῆς ἐρραψῴδησε δεικνύναι φιλονεικῶν, ὅτι τὴν δύναμιν τῆς ἐπὶ τὸ ἄνω κινήσεως τὸ πῦρ ἔχει τὸ ἤδη κινούμενον ἐπὶ τὸ ἄνω, ἀλλ’ οὐ τὸ ξύλον τὸ πεφυκὸς γίνεσθαι πῦρ, οὐκ ἐννοῶν ὅτι ἄλλην μὲν ἔχει τὸ πῦρ τὴν τελείαν, ἄλλην δὲ τὸ ξύλον τὴν ἀτελῆ καὶ κατὰ τὸ δυνάμει λεγομένην, καθ’ ἣν πέφυκε πῦρ γενόμενον καὶ αὐτὸ ἐπὶ τὸ ἄνω φέρεσθαι. ὅλως γάρ, εἰ πῦρ μέν ἐστι δυνάμει τὸ ξύλον, τῷ δὲ πυρὶ συμπέφυκε κατ’ ἐνέργειαν ἡ ἐπὶ τὸ ἄνω κίνησις, πῶς οὐχὶ καὶ τῷ ξύλῳ ὥσπερ τὸ πυρὶ εἶναι, οὕτω καὶ τὸ ἐπὶ τὸ ἄνω κινεῖσθαι δυνάμει ὑπάρχει; ἀλλ’ ‘ἡ εἰς τὸ πῦρ, φησί, τοῦ ξύλου μεταβολὴ οὐκ ἔστι κίνησις ἀλλὰ γένεσις. ὁ δὲ εἰρημένος ὁρισμὸς οὐ γενέσεώς ἐστιν, ἀλλὰ κινήσεως (ἐντελέχεια γάρ, φησί, τοῦ κινητοῦ ᾗ κινητόν).’ ὥστε, φαίη ἄν, τὸ ξύλον γενέσεως προυπάρχειν, οὐ μέντοι κινήσεως εἶπεν ὁ Ἀριστοτέλης. ἆρα οὖν οἷος ἀνήρ ἐστιν οὗτος πρὸς Ἀριστοτέλη διατεινόμενος ὁ μηδὲ γινώσκων τὰ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένα; αὐτίκα γοῦν τὸν ὁρισμὸν τὸν λέγοντα “ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν” κινήσεως εἶναί φησιν ἀλλ’ οὐ γενέσεως, ἀγνοῶν ὅτι τὸν ὁρισμὸν τοῦτον ἀποδέδωκεν Ἀριστοτέλης μήπω διακρίνας τὴν γένεσιν καὶ φθορὰν ἀπὸ τῆς κυρίως κινήσεως· τοῦτο γὰρ ἐν τῷ πέμπτῳ βιβλίῳ πεποίηκεν. ἔτι δὲ μᾶλλον ἠγνόησεν, ὅτι σαφῶς καὶ ὡς γενέσεως καὶ φθορᾶς τὸν ὁρισμὸν τῆς κινήσεως ἀποδέδωκεν. καὶ πρὸ ὀλίγου μέν (καὶ ἐν τούτοις δὲ ἔτι σαφέστερον τοῖς ῥητοῖς)· ‘διῃρημένου καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ, τοῦ δὲ δυνάμει, τὴν τοῦ δυνάμει ὄντος ἐνέργειαν ᾗ τοιοῦτόν ἐστιν λέγω κίνησιν εἶναι, οἷον τοῦ μὲν ἀλλοιωτοῦ ᾗ ἀλλοιωτὸν ἀλλοίωσιν, τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου φθιτοῦ (οὐδὲν γὰρ ὄνομα κοινὸν ἐπ’ αὐξήσει καὶ φθίσει) αὔξησιν καὶ φθίσιν, τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσιν καὶ φθοράν, τοῦ δὲ φορητοῦ φοράν.’ πῶς οὖν οὗτος τὴν εἰς τὸ πῦρ τοῦ ξύλου μεταβολὴν γένεσίν φησι καὶ οὐ κίνησιν; ἵνα πρὸ γενέσεως μὲν εἴη τὸ γενητόν, μὴ μέντοι πρὸ κινήσεως τὸ κινητόν.2 ἀλλ’ ὅτι μὲν καὶ ἡ γένεσις κίνησίς ἐστι κατὰ τὸ κοινὸν τῆς κινήσεως καὶ τῷ ὁρισμῷ τῆς κοινῆς κινήσεως ὑποβέβληται, πρόδηλον, καὶ ὅτι ἡ τοῦ ξύλου τοῦ μεταβάλλοντος εἰς πῦρ κίνησις ἡ γένεσίς ἐστι καὶ μεταβολὴ ἡ εἰς πῦρ, καὶ ταύτης προσεχῶς προυπάρχει τὸ ξύλον, πρὸς ἣν καὶ δυνάμει ἦν, ἀλλ’ οὐχὶ τῆς ἐπὶ τὸ ἄνω φορᾶς τοῦ πυρός· οὐδὲ αὕτη ἐστὶν ἡ τοῦ ξύλου ἐντελέχεια καὶ κίνησις, ἀλλ’ ἡ εἰς τὸ πῦρ μεταβολή. οὗτος δὲ ὡς τοῦ Ἀριστοτέλους λέγοντος, ὅτι τὸ δυνατὸν κινεῖσθαι προϋπάρχει τῆς κινήσεως, οὐχὶ ταύτης, πρὸς ἣν ἐλέγετο δυνατόν, ἀλλὰ τῆς ἐκείνου κινήσεως, εἰς ὃ μεταβέβληκεν, οἷον τὸ ξύλον τὸ δυνατὸν εἰς πῦρ μεταβάλλειν οὐχ ὅτι τῆς εἰς πῦρ μεταβολῆς προϋπάρχει, ἀλλὰ τῆς ἐπὶ τὸ ἄνω κινήσεως τοῦ πυρός, οὗτος εὐθύνειν ἐπιχειρεῖ τὸν λόγον διὰ πλειόνων ἐπιχειρημάτων. καὶ δῆλον μέν, ὅτι παρὰ θύρας ὑπαντῶντος3 πάντα ἐστὶ περιττά· πλὴν ἵνα καὶ τὴν ἐν τούτοις ἕξιν τοῦ ἀνδρὸς ἀποκαλύψω, ποιήσομαι καὶ τούτων λόγον τινά. ‘Εἰ γὰρ τοῦ ξύλου, φησίν, ἐντελέχειάν τις λέγοι τὴν ἐπὶ τὸ ἄνω φοράν, καὶ τῶν ἐναντίων ἡ αὐτὴ ἔσται ἐνέργεια, καὶ τοῦ αὐτοῦ ἑκατέρα τῶν ἐναντίων κινήσεων ἐντελέχεια ἔσται καὶ ἐνέργεια’, καὶ παρεθέμην αὐτοῦ πρὸ ὀλίγου τὴν ταῦτα δηλοῦσαν λέξιν. τί δὴ ἄτοπον, ὦ τάν, εἰ τὴν ἐπὶ τὸ ἄνω κίνησιν τὸ μὲν ξύλον δυνάμει ἔχει ὡς πεφυκὸς γίνεσθαι πῦρ, τὸ δὲ πῦρ κατ’ ἐνέργειαν· καὶ αὖ πάλιν τοῦ ξύλου κατ’ ἐνέργειαν μὲν ἡ ἐπὶ τὸ κάτω φορά, κατὰ δύναμιν δὲ ἡ ἐπὶ τὸ ἄνω, ὅτι δυνάμει πῦρ ἐστι, δυνατὸν δὲ καὶ τῷ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς ταῦτα διαιρεῖν.
因此,当我们说潜在地被运动时,是指那按本性适合运动、但尚未直接备有带来现实活动的完全能力的事物。因此,亚里士多德说能够被运动者以此种方式预先存在于运动——即作为按本性适合、但尚未在运动中或尚未在那一部分运动中运动的事物(因为我们也说太阳在白羊座中运动时,在金牛座中潜在地运动)——并且他说在这些事物上能够被运动者预先存在于运动,而此人却以为通过在火和水上指出运动与按照带来现实活动的完全能力而能够被运动者共同并存,便驳倒了亚里士多德的论证。因此,由于不知晓这一区别,他出于争胜之心徒然罗列了其后的一切论据,意图表明是已经在向上运动的火拥有向上运动的能力,而非按本性适合成为火的木头,却未想到火拥有的是另一种完全的能力,而木头拥有的是另一种不完全的、按照潜能而言的能力,依凭此能力,木头在成为火时也按本性适合自行向上移动。因为总的来说,如果木头在潜能上是火,而向上运动在现实活动中自然结合于火,那么正如作为火而存在一样,向上运动又怎会不也潜在地属于木头呢?“然而木头转变为火,”他说,“不是运动而是生成;而所说的定义不是关于生成的,而是关于运动的(因为他说:‘可运动者作为可运动者的完全现实’)。”因此他大概会说,亚里士多德说的是木头预先存在于生成,绝非预先存在于运动。那么,这个与亚里士多德争辩却甚至不知道亚里士多德所言为何的人,究竟是怎样一个人呢?因为他立刻便声称“可运动者作为可运动者的完全现实”这一定义是属于运动而非属于生成的,却不知道亚里士多德给出这一定义时,尚未将生成与毁灭从严格意义上的运动中区分开来;因为这一区分是他在此书第五卷中所做的。而且他更加不知道的是,亚里士多德显然也将运动的定义作为生成与毁灭的定义给出。在不久之前(而且在这些字句中更为清楚)他说:“由于在每一个属中,一方面被划分为依完全现实者,另一方面被划分为依潜能者,我将潜在存在者作为如此之物的现实活动称为运动:例如可蚀变者作为可蚀变者的〔现实活动〕是蚀变;可增长者及其相反的可减弱者(因为增长与减弱没有共同的名称)的〔现实活动〕是增长与减弱;可生成者与可毁灭者的〔现实活动〕是生成与毁灭;可移动者的〔现实活动〕是移动。”那么,此人为何说木头向火的转变是生成而非运动呢?无非是为了使可生成者存在于生成之前,而可运动者却不存在于运动之前。然而,生成按照运动的共通概念同样也是运动,并且归在共通运动的定义之下,这是显而易见的;而且转变为火的木头的运动就是向火的生成与转变,木头直接预先存在于它潜在所朝向的正是这一转变,而不是预先存在于火朝向上的移动;这朝向上的移动既非木头的完全现实亦非木头的运动,向火的转变才是。然而此人却仿佛亚里士多德说的是:能够被运动者预先存在于运动——指的并非它被说成能够针对的那种运动,而是它所转变为之物的那种运动,犹如能够转变为火的木头预先存在的并非向火的转变,而是火朝向上的运动——此人便企图通过多条辩驳论据来审查这一论点。虽然显而易见,面对一个不得要领的迎击者,一切言语都是多余的;但为了在这些事上也揭露此人的性向,我亦将对这些略作讨论。“因为如果有人说,”他说,“朝向上的移动是木头的完全现实,那么相反者们的现实活动也将成为同一个,相反运动中的每一种都将成为同一事物的完全现实与现实活动”,而我不久前已引用了他表明此点的原话。我的朋友,如果木头作为按本性适合成为火之物而在潜能上拥有朝向上的运动,而火则在现实活动中拥有它,这又有何荒谬呢?再者,朝向下的移动在现实活动中属于木头,朝向上的移动由于木头在潜能上是火而在潜能上属于木头;并且把这些区分为自身所具有的与偶性所具有的,同样也是可行的。
- 8.8τοῦ οὖν Ἀριστοτέλους προὐπάρχειν εἰπόντος τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι... οὗτος ἐλέγχειν οἴεται
长句结构:句首的属格绝对结构“τοῦ οὖν Ἀριστοτέλους προὐπάρχειν εἰπόντος...”构成主句“οὗτος ἐλέγχειν οἴεται...”的对照背景。中间的“καὶ γὰρ τὸν ἥλιον...”是插入的例证说明。
- 8.8ἵνα πρὸ γενέσεως μὲν εἴη τὸ γενητόν, μὴ μέντοι πρὸ κινήσεως τὸ κινητόν
接在前面反问句“πῶς οὖν οὗτος...;”之后的目的从句(ἵνα + 祈愿语气 εἴη),带有讽刺意味地揭示论敌的真实图谋:“[他之所以如此说,乃是]为了让可生成者先于生成,而可运动者却不先于运动”。
- 8.8παρὰ θύρας ὑπαντῶντος
παρὰ θύρας ὑπαντάω 是习语,字面意为“在门边迎击”,引申为“不得要领地反驳”。此处作无明确主语的属格绝对结构,比喻斐洛庞诺斯的辩驳完全脱离了论题实质。
