← 辛普里丘

亚里士多德《物理学》注释

§1134.19-1136.8

论可动者的双重含义与对菲洛波诺斯的批判

辛普里修斯引述了菲洛波诺斯利用火、水、生长及养料所作的进一步辩驳,指出菲洛波诺斯不仅未能驳倒亚里士多德关于运动永恒性及先行变化链条的核心论点,反而在论述中承认了这一点;随后他批判菲洛波诺斯混淆了“能够被运动者”的双重含义(产生现实活动的完全能力与潜在接受能力)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#4

εἰ οὖν ἡ ἐπὶ τὸ ἄνω κίνησις καὶ τοῦ πυρός ἐστιν ἐνέργεια καὶ τοῦ εἰς αὐτὸ μεταβεβληκότος ξύλου, τῶν ἐναντίων ἡ αὐτὴ ἔσται ἐνέργεια καὶ κίνησις, καὶ οὐ κατ’ ἄλλο τι, ἀλλὰ καθ’ ὃ τῶν ἐναντίων μετέχουσιν· ἐναντία δὲ κουφότης καὶ βαρύτης. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τοῦ αὐτοῦ ἑκατέρα τῶν ἐναντίων κινήσεων ἐντελέχεια ἔσται καὶ ἐνέργεια, εἴπερ τοῦ ξύλου καὶ ἡ ἐπὶ τὸ κάτω φορὰ ἐντελέχεια καὶ ἡ ἐπὶ τὸ ἄνω, ἣν τὸ πῦρ φέρεται τὸ ἐξ αὐτοῦ γενόμενον. εἰ οὖν μὴ πέφυκε, φησί, τὸ ξύλον, ἕως ἂν ᾖ ξύλον, τὴν ἄνω φορὰν φυσικῶς κινεῖσθαι, οὐδὲ δύναμιν ἕξει τῆς ἐπὶ τὸ ἄνω φορᾶς, οὐδὲ ἔστιν αὐτοῦ ἐνέργεια καὶ τελείωσις ἡ ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κίνησις.” εἶτα καὶ τρίτον ἐπιχείρημα πρὸς τὸ αὐτὸ τοιοῦτον ἐπάγει· εἰ πάντα τὰ στοιχεῖα καὶ τὰ ἐξ αὐτῶν σύνθετα σώματα εἰς ἄλληλα μεταβάλλειν δύναται, ἢ ἀμέσως ἢ καὶ διὰ μέσων ἑτέρων (τὸ γὰρ ὕδωρ διὰ μέσου ἀέρος μεταβάλλοι ἂν εἰς πῦρ), συμβήσεται πᾶσαν κίνησιν παντὶ κατὰ φύσιν εἶναι καὶ τῶν κούφων ἑκάστῳ καὶ τῶν βαρέων. καὶ τέταρτον· “εἴπερ ἡ αὔξησις, φησίν, ἐντελέχειά ἐστι τοῦ αὐξητοῦ ᾗ τοιοῦτόν ἐστιν οἷον φέρε τῆς σαρκός, δύναται δὲ ὁ ἄρτος καὶ ὁ οἶνος ἐν ζῴῳ μεταβληθέντα γενέσθαι σάρξ, εἴη ἂν ἡ αὔξησις ἐνέργειά τε καὶ ἐντελέχεια τοῦ ἄρτου τε καὶ τοῦ οἴνου. ὅπερ ἀδύνατον· αὔξεται μὲν γὰρ τὰ τρεφόμενα, τρέφεται δὲ τὰ ἔμψυχα, ἡ δὲ τροφὴ τρέφει, οὐ τρέφεται. οὐκ ἄρα ἡ τῆς σαρκὸς αὔξησις ἐντελέχεια τροφῆς ἐστιν, ἧς μεταβαλλούσης σὰρξ γέγονεν. ὥστε οὐδὲ ἡ ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κίνησις τοῦ ξύλου ἐστὶν ἐνέργεια καὶ κίνησις, ἀλλὰ τὸ προσεχῶς κινεῖσθαι πεφυκὸς τήνδε τὴν κίνησιν, φησίν, ἐπὶ τῆς ἑαυτοῦ μόνον φύσεως καὶ μὴ φθειρόμενον τοῦτο λέγομεν δυνάμει εἶναι κινητὸν ἐκείνην τὴν κίνησιν, οἷον τὸν ἄνθρωπον βαδιστικόν, οὐ τὰ στοιχεῖα· καὶ τὴν κίνησιν δὲ τῆς προσεχοῦς δυνάμεως ἐντελέχειαν εἶναί φαμεν. εἰ οὖν τὸ πῦρ ἐστι, φησί, τὸ δυνάμει κινητὸν καὶ οὐ τὸ ξύλον, ἅμα δὲ πῦρ γίνεται καί, εἰ μή τις βία κωλύσειεν, ἐπὶ τὸ ἄνω φέρεται, ὁμοίως καὶ τὸ ἐν ταῖς νεφέλαις ὕδωρ, οὐκ ἀληθὲς τὸ μὴ ἐπὶ τῶν ἀϊδίων κινήσεων προϋπάρχειν κατὰ χρόνον τῆς κατ’ ἐνέργειαν κινήσεως τὸ δυνάμει κινητόν.”1 ἐν δὴ τούτοις πρῶτον μὲν τῷ σκοπῷ τῶν λεγομένων ἐπιστῆσαι χρή, ὅτι πρὸς ἀντιλογίαν μόνην παρεσκεύασται τῆς ἀληθείας οὐδὲν πεφροντικώς. εἰ γὰρ ὁ Ἀριστοτέλης τοῦτο δεῖξαι προτίθεται, ὅτι οὐκ ἔστι πρώτη κίνησις, ἀλλὰ πρὸ πάσης τῆς λαμβανομένης ἔστι τις ἄλλη, ᾧ ἕπεται τὸ ἀΐδιον εἶναι τὴν κίνησιν ἄλλης πρὸ ἄλλης ἐπ’ ἄπειρον ἀεὶ λαμβανομένης2 (δείκνυσι δὲ αὐτὸ προλαβών, ὅτι προϋπάρχει τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι), εἰ ἀληθές ἐστι τὸ μὴ εἶναι πρώτην κίνησιν, ψευδὲς δὲ τὸ προϋπάρχειν τὸ δυνάμενον κινεῖσθαι τῆς κινήσεως, τὸ μὲν δόγμα αὐτὸ τὸ ἀΐδιον εἶναι τὴν κίνησιν οὐκ ἐλέγχεται, ὁ δὲ τρόπος, εἰ ἄρα, τῆς ἀποδείξεως ἀδόκιμος φανεῖται. οὗτος οὖν ἀνελεῖν προθέμενος τὸ προϋπάρχειν τὸ δυνάμει κινούμενον τῆς κινήσεως κινήσεις ἔλαβε πυρὸς καὶ ὕδατος, ὧν ὁμολογεῖ προϋπάρχειν τὰς ἐξ ἄλλων γενέσεις αὐτῶν, ὥστε ἀεὶ πρὸ κινήσεως κίνησιν εἶναι. Καὶ τί λέγω ταῦτα; ὅτε σαφῶς οὗτος ὑπὸ τῆς ἀντιλόγου φιλονεικίας ἐσκοτωμένος· “τέως γὰρ νῦν, φησίν, οὐ ζητοῦμεν, εἴτε ἐξ ὄντων τὰ γινόμενα γίνεται εἴτε ἐκ μὴ ὄντων, οὐδὲ εἰ ἔστι τις πρώτη κίνησις ἢ μὴ ἔστιν, ἀλλ’ ὅτι οὐκ ἀληθὲς τὸ ἐκ τοῦ ὁρισμοῦ δῆθεν τῆς κινήσεως εἰλημμένον ἀξίωμα”.3 καίτοι εἰ μὴ ἔστι πρώτη κίνησις, κἂν μὴ ἀληθὲς ᾖ τὸ ἀξίωμα, οὐδὲν βέβλαπται τὸ δόγμα τὸ περὶ τῆς ἀϊδίου κινήσεως. ταῦτα μὲν οὖν ἐμήκυνα τὸν σκοπὸν τοῦ ἀνδρὸς παραγυμνῶσαι βουλόμενος· ὅτι δὲ οὐδὲ τὸ ἀξίωμα σαλεύει τὰ ὑπὸ τούτου λεγόμενα οὐδὲ νοήσας φαίνεται τὰ εἰρημένα, ὧδε ἂν μάθοις· τὸ δυνάμενον κινεῖσθαι διττόν ἐστιν, ὅπερ οὗτος ἀγνοήσας ἑαυτόν τε συνέχεε καὶ τοὺς ἀγνοοῦντας αὐτοῦ τὴν ἕξιν. λέγομεν γὰρ δύνασθαι κινεῖσθαι τὸ τὴν τελείαν ἔχον δύναμιν τὴν προβλητικὴν τῆς ἐνεργείας, ᾗ σύνεστιν ἡ ἐνέργεια (οὕτω γὰρ τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω δύναται κινεῖσθαι, τὸ δὲ ὕδωρ ἐπὶ τὸ κάτω συνούσης ἀεὶ τῇ δυνάμει ταύτῃ τῆς ἐνεργείας καὶ ἀπ’ αὐτῆς προαγομένης)· λέγομεν δὲ δυνάμενον κινεῖσθαι καὶ τὸ δυνάμει κινητόν, ὃ οὔπω μὲν τὴν τελείαν ἔχει δύναμιν τὴν οἰστικὴν τῆς ἐνεργείας, πέφυκε δὲ ἴσχειν.

因此,如果朝向上的运动既是火的现实活动,又是转变为火的木头的现实活动,那么相反者们的现实活动与运动就会成为同一个,而且并非依凭某种别的事物,而恰恰是依凭它们分有相反者这一点;而轻与重是相反的。不仅如此,相反运动的二者都将是同一事物的完全现实和现实活动,如果朝向下的移动是木头的完全现实,而由它生成的火所移动的朝向上的移动同样也是木头的完全现实的话。因此,“如果木头只要仍是木头,”他说,“便不具有按本性自然进行向上移动的素质,它就根本不会拥有朝向上移动的潜能,火朝向上的运动也不是它的现实活动与完善。”接着,针对同一问题他又提出了如下第三条辩驳论据:如果一切元素以及由元素构成的复合物体都能够相互转变,无论是直接地还是通过其他中介(因为水可以通过空气为中介转变为火),那么结果将是:每一种运动对于一切事物而言、对于轻物中的每一个以及重物中的每一个而言,都将是符合本性的。第四:“如果增长,”他说,“是可增长者作为如此之物的完全现实——姑且以肉为例——并且面包和酒在动物体内转变后能够成为肉,那么增长也将成为面包和酒的现实活动与完全现实。而这是不可能的;因为受滋养者增长,有灵魂之物受滋养,而养料提供滋养而非受滋养。因此,肉的增长并不是其转变后成为肉的养料的完全现实。因此,火朝向上的运动也不是木头的现实活动与运动,相反,唯有在自身本性上留存且不毁灭、按本性直接适合进行这特定运动的事物,”他说,“我们才说它在潜能上是针对那特定运动的可运动者,正如人是能步行的,而元素则不是;并且我们说运动是直接潜能的完全现实。因此,如果火,”他说,“才是潜在的可运动者而非木头,并且它成为火的同时,若无某种强力阻碍便向上移动,云中的水亦然,那么在非永恒的运动上,潜在的可运动者在时间上预先存在于现实的运动这一说法便不是真实的。”在这些言论中,首先必须注意到所言之目的,即这纯粹是为争辩而设,丝毫未顾及真理。因为如果亚里士多德打算证明的是并不存在最初的运动,而在任何被选取的运动之前都存在另一个运动,由此便得出了运动由于在另一运动之前总是无限地选取另一运动而是永恒的(并且他是预先假定了能够被运动者预先存在于运动之后才表明这一点的),那么即使“不存在最初运动”是真实的,而“能够被运动者预先存在于运动”是虚假的,运动是永恒的这一学说本身并没有被驳倒,至多只是证明的方式显得不合规范而已。因此,此人意图取消潜在被运动者在运动之前的预先存在,却选取了火和水的运动,而他自己承认火和水由他物生成的生成过程预先存在于它们,以至于运动之前总是存在着运动。 我何必多言这些呢?既然他显然已被争辩的好胜心所蒙蔽:“因为眼下,”他说,“我们并不探讨生成之物究竟是从有生成还是从非有生成,也不探讨是否存在某种最初的运动,而只是探讨那据称从运动定义中引出的公理并非真实。”然而,如果不存在最初的运动,纵使该公理不真,关于永恒运动的学说也丝毫无损。我之所以详述这些,是想揭露此人的意图;但是,他所说的话甚至并没有动摇该公理,而且他看来根本没有理解所言之事,你可以从下文中获悉:能够被运动者具有双重含义,正是由于对此一无所知,他才使自己以及那些不了解其治学气质的人陷入混乱。因为我们说能够运动,一方面是指拥有产生现实活动的完全能力者,现实活动与这种能力同在(因为这样一来,火能够向上运动,水能够向下运动,现实活动始终与此潜能同在并由此导出);但我们也说潜在的可运动者是能够被运动的,它尚未拥有带来现实活动的完全能力,但在本性上适合拥有它。

语法注3 条
  1. 8.8οὐκ ἀληθὲς τὸ μὴ ἐπὶ τῶν ἀϊδίων κινήσεων προϋπάρχειν κατὰ χρόνον τῆς κατ’ ἐνέργειαν κινήσεως τὸ δυνάμει κινητόν

    否定词 μή 直接修饰并否定介词短语 ἐπὶ τῶν ἀϊδίων κινήσεων(意为“在非永恒的运动中”),而非否定不定式 προϋπάρχειν 本身。整个带冠词的不定式短语作为 οὐκ ἀληθές [ἐστι] 的主语。

  2. 8.8ᾧ ἕπεται τὸ ἀΐδιον εἶναι τὴν κίνησιν ἄλλης πρὸ ἄλλης ἐπ’ ἄπειρον ἀεὶ λαμβανομένης

    关系代词 ᾧ 以先前的整个命题(不存在最初运动且在每一运动之前存在另一运动)为先行词,作 ἕπεται 的与格宾语。随后的属格独立结构 ἄλλης πρὸ ἄλλης ... λαμβανομένης 表明运动为何是永恒的原因与根据。

  3. 8.8ἀλλ’ ὅτι οὐκ ἀληθὲς τὸ ἐκ τοῦ ὁρισμοῦ δῆθεν τῆς κινήσεως εἰλημμένον ἀξίωμα

    承接前面的否定分句 οὐ ζητοῦμεν ... οὐδέ ...,此处省略了探究或论述的主动词(如 ζητοῦμεν),应理解为“而[只是探究/表明]那据称……公理并非真实”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1134.19-1136.8