← 辛普里丘

亚里士多德《物理学》注释

§1132.24-1134.19

运动定义批判的总结及关于生成的反驳

辛普里丘总结了对斐洛庞努斯关于运动定义的第一条反驳的批判,指责其在定义及属对种的述说上的无知,随后开始引述斐洛庞努斯关于生成与本性运动(如下方生成的火之向上运动)的第二条辩驳论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#3

” καὶ πάλιν αὐτός ἐστιν ὁ λέγων “ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν, ὁτὲ δὲ μή”, τῶν δυνάμει ὄντων δηλονότι. παραθέμενος δὲ καὶ τοῦ Θεμιστίου τὴν παράφρασιν ταύτης τῆς λέξεως λέγουσαν· “ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν καθ’ ὃ δύναται, ὁτὲ δὲ μήπω, οἷον τὸ οἰκοδομητόν 〈ὃ〉 ἐστιν δυνάμει, ποτὲ μὲν ἐνεργεῖν ὡς οἰκοδομητὸν ὅταν οἰκοδομῆται, ποτὲ δὲ οὔ, οἷον εἰ κέοιντο ἁπλῶς λίθοι καὶ ὁ πηλὸς μήπω κινούμενοι ὑπὸ τοῦ τεχνίτου”, οὐκ ἐπέστησεν, ὅτι προὑπάρχειν οὗτοι λέγουσιν οἱ λόγοι τῆς κινήσεως τὸ δυνατὸν κινεῖσθαι. τοιοῦτον μὲν οὖν τὸ πρῶτον τοῦδε τοῦ ἀνδρὸς πάλαισμα παρὰ ὀρθῷ κριτῇ πολλὴν οἶμαι ἀλογιστίαν ἐμφαῖνον, ἵνα τὰ μεταξὺ πολλὰ θρασέως ἀποφανθέντα παραλείπω·1 ὧν τάχα οὐδὲν κωλύει κἂν ἑνὸς μνημονεῦσαι πρὸς τὴν τῆς ἕξεως αὐτοῦ κατανόησιν. “πᾶς, φησίν, ὁρισμὸς ἰσοτίμως τοῦ ὁριστοῦ κατηγορεῖται, ὥσπερ ὁ τῆς οὐσίας ὁρισμὸς οὐκ ἄλλως μὲν ἐπὶ τῶν ἀιδίων οὐσιῶν, ἄλλως δὲ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ νοεῖται.” καίτοι τίς οὕτως ἐστὶν ὀψιμαθής, ὡς ἀγνοεῖν ὅτι κατὰ τὴν ἀφ’ ἑνὸς πρόοδον ἀπὸ τῆς ἀιδίου οὐσίας ἡ γενητὴ πρόεισιν οὐσία, καὶ κἄν ᾖ τις ὁρισμὸς κοινὸς τῆς οὐσίας, καὶ οὗτος ὡς ἀφ’ ἑνὸς προϊών, ἀλλ’ οὐκ ἰσοτίμως, ὡς οὗτός φησι, ταῖς διαφόροις οὐσίαις ἐφαρμόσει; ἀλλ’, ὡς ἔοικεν, ἀκούσας ἐν εἰσαγωγαῖς ἐπ’ ἴσης τὰ γένη τῶν εἰδῶν κατηγορεῖσθαι ἐνόμισε καὶ τοῖς ὁρισμοῖς τοῦτο προσήκειν. Δεύτερον δ’ ἐπιχείρημα προσάγει τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένοις τοιοῦτον· “καὶ ἐπὶ τῶν κινήσεων, φησί, τῶν ὁμολογουμένως ἀρχὴν ἐχουσῶν τοῦ εἶναι καὶ πέρας εἰ δειχθείη τινὰ τῶν οὕτω κινουμένων ἅμα τε εἰς τὸ εἶναι παραγόμενα καὶ εὐθὺς συνεπομένην τὴν ἐκ φύσεως αὐτοῖς προσοῦσαν κίνησιν ἔχοντα, δῆλον οἶμαι παντὶ γένοιτο ἄν, ὡς ἐφαρμόσει καὶ τῇ αὐτῶν κινήσει ὁ ὁρισμός· κινητὰ γὰρ ὄντα καὶ δυνάμενα κινεῖσθαι οὕτω κινεῖται μενούσης ἔτι τῆς δυνάμεως καὶ οὐ προυπάρχει τῆς κινήσεως τὰ πράγματα δυνάμει μόνον ὄντα.” οὕτως οὖν τὴν ἅμιλλαν προβαλλόμενος πειρᾶται δεικνύναι, ὅτι τινὰ τῶν γενητῶν ἅμα τε γέγονε καὶ τὴν κατὰ φύσιν εὐθὺς κινεῖται κίνησιν. καί φησιν, ὅτι τὸ πῦρ, εἰ κάτω συνίσταιτο, ἅμα τε πῦρ γίνεται καὶ σύνδρομον ἴσχει τῇ οὐσίᾳ τὴν ἐπὶ τὸ ἄνω φοράν, ὁμοίως καὶ τὸ ἐν τοῖς νέφεσι συνιστάμενον ὕδωρ ἅμα τῇ συστῆναι,2 εἰ μή τι κωλύσει, ἐπὶ τὸ κάτω φέρεται. εἶτα ὥσπερ ἔνστασιν λύων τὴν λέγουσαν, ὅτι προυπάρχει τὸ ξύλον δυνάμει ὂν πῦρ τῆς τοῦ πυρὸς ἐπὶ τὸ ἄνω κινήσεως, ὅτε ἐκ ξύλου τὸ πῦρ γέγονεν “οὐ τὸ ξύλον, φησίν, ἦν τὸ τὴν δύναμιν ἔχον τῆς ἐπὶ τὸ ἄνω φορᾶς· γένεσις γὰρ ἡ εἰς τὸ πῦρ τοῦ ξύλου μεταβολή, καὶ οὐ κίνησις. ὁ δὲ εἰρημένος ὁρισμὸς οὐ γενέσεώς ἐστιν, ἀλλὰ κινήσεως (ἐντελέχεια γάρ, φησί, τοῦ κινητοῦ ᾗ κινητόν). οὐκοῦν εἰ ἡ μὲν ἐπὶ τὸ ἄνω φορὰ κίνησίς ἐστι καὶ οὐ γένεσις, ἡ δὲ εἰς τὸ πῦρ τοῦ ξύλου μεταβολὴ γένεσίς ἐστι καὶ οὐ κίνησις, εἰ καὶ μὴ ἄνευ κινήσεως ἡ γένεσις,3 οὐκ ἄρα ἡ ἐπὶ τὸ ἄνω φορὰ τοῦ πυρὸς ἐντελέχεια ἦν τῆς τοῦ ξύλου δυνάμεως. τὰ μὲν γὰρ κινούμενα καθ’ ἕκαστον εἶδος κινήσεως μένοντα ἐπὶ τῆς αὑτῶν οὐσίας καὶ μὴ φθειρόμενα κινεῖται, τὸ δὲ ξύλον οὐ μένον ξύλον ἐπὶ τὸ ἄνω φέρεται, ἀλλὰ φθαρὲν καὶ εἰς πῦρ μεταβεβληκὸς οὐκ αὐτὸ κινεῖται (πῶς γὰρ τὸ φθαρὲν καὶ μηκέτι ὄν;), ἀλλὰ τὸ ἐξ αὐτοῦ γινόμενον πῦρ.” οὐκ ἀρκεσθεὶς δὲ τούτοις καὶ ἄλλα ἐπάγει ἐπιχειρήματα δεικνύναι πειρώμενος, ὅτι οὐ τὸ ξύλον ἐστὶ τὸ τὴν δύναμιν ἔχον τοῦ ἄνω φέρεσθαι, ἀλλὰ τὸ πῦρ, ἐκ τούτου δεικνύναι νομίζων, ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ προὑπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι, ἐξ οὗ δέδεικται ἡ τῆς κινήσεως ἀιδιότης. “τὸ μὲν γὰρ ξύλον, φησί, προυπάρχει τῆς τοῦ πυρὸς ἐπὶ τὸ ἄνω κινήσεως, ἐπειδὴ καὶ τοῦ πυρὸς τοῦ ἐξ αὐτοῦ γινομένου προϋπάρχει· τὸ δὲ πῦρ ἅμα πῦρ ἐστι καὶ ἐπὶ τὸ ἄνω κινεῖται.” διὰ τοῦτο οὖν ἐπιμένει δεικνύς, ὅτι οὐ τὸ προυπάρχον ἐστὶ τὸ δυνάμενον κινεῖσθαι οἷον τὸ ξύλον, ἀλλ’ αὐτὸ τὸ κινούμενον οἷον τὸ πῦρ τὸ συνυπάρχον τῇ κινήσει αὐτὸ καὶ δυνάμενόν ἐστι κινεῖσθαι. “εἰ γὰρ τοῦ ξύλου, φησίν, ἐντελέχειάν τις λέγοι τὴν ἐπὶ τὸ ἄνω φοράν, πρῶτον μὲν τῶν ἐναντίων ἡ αὐτὴ ἔσται ἐνέργειά τε καὶ κίνησις· τὸ μὲν γὰρ ξύλον βαρύ, τὸ δὲ πῦρ κοῦφον.

”而且他自己又是说“因为每件事物可能在此时现实活动,而在彼时不活动”的那个人,显然这是就潜在的事物而言的。并且,尽管他还引证了忒密斯提乌斯对此语的释义,其文云:“因为每件事物可能根据其能够做到的而在此时现实活动,而在彼时尚未活动——例如潜在的可建造者,有时在被建造时作为可建造者而活动,有时则不活动,比如石块和黏土只是放置在那里、尚未被匠人运动时那样”——但他却没有注意到,这些言论正是在说能够被运动者预先存在于运动。因此,此人的初次交手便是如此,我认为在公正的评判者看来显露出了极大的荒谬,且不说其中许多大胆断言的事情;为了理解他的治学气质,或许提及其中哪怕一件事也无妨。“一切定义,”他说,“都同等地述说被定义者,正如实体的定义在永恒的实体上不会作一种理解,在处于生成与毁灭中的实体上作另一种理解一样。”然而,有谁竟会如此晚学浅陋,以至于不知道根据源自“一”的发散,生成的实体源于永恒的实体,而且即便存在某种实体的普遍定义,这一定义作为源自“一”而发散出来的,也不会如他所说的那样同等地适用于不同的实体?然而看来,他是在入门书里听说了属同等地述说种,便以为这也适用于定义。 针对亚里士多德所言,他又提出了如下第二条辩驳论据:“在那些公认具有存在的开端与终结的运动上,”他说,“如果能够表明,如此被运动的事物中有一些被带入存在的同时,立即伴有其本性所附随的运动,那么我认为对所有人而言都会显而易见:该定义同样适用于它们的运动;因为它们既然是可运动者并能够被运动,便在潜能依然存留的情形下如此被运动,事物并非仅仅作为潜在之物而预先存在于运动。”于是,他通过这样立论,试图表明某些生成之物在生成的同时就立即进行其符合本性的运动。并且他说,火如果生成于下方,在成为火的同时,便拥有朝向上的移动伴随着其本质,同样,在云中生成的水一旦生成,若无阻碍,便向下移动。接着,他仿佛在化解一条反驳(该反驳主张:在火由木头生成时,潜在作为火的木头预先存在于火朝向上的运动),他说:“拥有朝向上移动之潜能的并不是木头;因为木头转变为火乃是生成,而非运动。而所说的定义并非针对生成,而是针对运动(因为他说,[运动是]可运动者作为可运动者的完全现实)。因此,如果朝向上的移动是运动而非生成,而木头转变为火是生成而非运动(纵使生成并非不伴随运动),那么火朝向上的移动便不是木头潜能的完全现实。因为凡按照每种运动之种被运动者,都是在留存于自身本质且不毁灭的前提下运动的,而木头并不是作为木头留存着向上移动,而是在毁灭并转变成火之后,运动的并非它自身(因为已经毁灭且不再存在之物怎能运动?),而是由它生成的火。”但他不满足于此,还提出其他论据,试图表明拥有向上移动之潜能的不是木头而是火,自以为由此可以证明“能够被运动者预先存在于运动”并不真实——而运动的永恒性正是以此为根据得到证明的。“因为木头,”他说,“预先存在于火朝向上的运动,是因为它也预先存在于由它生成的火;但火既是火,同时也向上运动。”因此,他坚持表明预先存在者(如木头)并不是能够被运动者,而是与运动共存的被运动者自身(如火)才是能够被运动的。“因为如果有人说,”他说,“朝向上的移动是木头的完全现实,首先,相反者们就会有同一现实活动与运动;因为木头是沉重的,而火是轻盈的。

语法注3 条
  1. 8.8ἵνα τὰ μεταξὺ πολλὰ θρασέως ἀποφανθέντα παραλείπω

    连词 ἵνα 接现在时虚拟式 παραλείπω,构成插入式的修辞省略结构(praeteritio),意为“且不说……”、“略去……不谈”。

  2. 8.8ἅμα τῇ συστῆναι

    介词 ἅμα 与阴性与格定冠词 τῇ 以及不定过去时不定词 συστῆναι 结合。通常此类时间从属结构使用中性与格(ἅμα τῷ + 不定词,意为“一旦形成便立即”),此处使用阴性与格,当系受隐含的名词(如 σύστασις)影响或为传抄中的异读变异。

  3. 8.8εἰ καὶ μὴ ἄνευ κινήσεως ἡ γένεσις

    由 εἰ καί(“纵使”、“即使”)引导的让步分句,其中系动词 ἐστίν 被省略。该分句在斐洛庞努斯的假言推理中充当括号式的保留说明,承认生成固然伴随着运动,但坚称生成自身并非运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1132.24-1134.19