- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1130.26-1132.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了斐洛庞诺斯关于运动定义以及潜能先于运动而存在的第一条反驳,通过指出在永恒运动中通向各个相继运动的潜能始终在先存在,且运动的本质在于无尽生成而非一举存立,驳斥了斐洛庞诺斯的指难。
ἢ εἰ βούλονται, φησίν, ἀίδιον κίνησιν εἶναι, οὐκ ἔστιν ἀληθὲς τὸ τῷ ὁρισμῷ τῆς κινήσεως ἐξ ἀνάγκης ἕπεσθαι τὸ προϋπάρχειν κατὰ χρόνον τῆς κινήσεως τὸ κινητόν·1 ἐπὶ γὰρ τῆς ἀιδίου κινήσεως οὐ προϋπάρχει.” εἶτα ἐφεξῆς σπουδάζει δεικνύναι, ὅτι ὅτε τὸν ὁρισμὸν ἀπεδίδου τῆς κινήσεως ὁ Ἀριστοτέλης, οὐ ταύτην εἶχε τὴν ἔννοιαν περὶ τοῦ δυνάμει, ὡς δυναμένου χωρίζεσθαι τῆς ἐνεργείας, τουτέστι τῆς κινήσεως, ἀλλ’ ὡς καὶ τῆς κινήσεως ἕως τότε οὔσης, ἕως ἔνεστι τὸ δυνάμει, καὶ τοῦ δυνάμει ἕως τότε ὄντος, ἕως ἐστὶν ἡ κίνησις· παυσαμένης γὰρ τῆς κινήσεως, ὅταν εἰς τέλος ἔλθῃ τὸ κινούμενον, παύεσθαι καὶ τὸ δυνάμει. καὶ παρατίθεται τοῦ Ἀριστοτέλους λέξιν λέγοντος “ἀλλ’ ὅταν ᾖ οἰκία, οὐκέτι οἰκοδομητόν ἐστιν· οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν”, καὶ τοὺς ἐξηγητὰς τῶν ἐκεῖ λεγομένων προσμαρτύρεται, ὅτι ὡς συνοῦσαν τῇ κινήσει τὴν δύναμιν ἐν ἐκείνοις ἔλαβεν ὁ Ἀριστοτέλης καὶ οὐχ ὡς κεχωρισμένην τῆς ἐνεργείας, ὡς νῦν ‘παραλογίσασθαι’, φησί, βουλόμενοι κέχρηνται. τοιαύτη μὲν ἡ πρώτη τοῦδε τοῦ ἀνδρὸς ἔνστασις σπουδάζοντος δεικνύναι, ὅτι μὴ καλῶς εἴρηται προυπάρχειν κατὰ χρόνον τῆς κινήσεως τὰ δυνάμενα κινεῖσθαι. ῥητέον δὲ πρὸς αὐτὰ πρῶτον μέν, ὅτι ὁ τῆς κινήσεως ὁρισμὸς πάσης ὁμοίως ἐστὶ κινήσεως τῆς τε ἀιδίου καὶ τῆς ἀρχὴν καὶ τέλος ἐχούσης· πᾶσα γὰρ κίνησις ἐνέργειά ἐστι τῶν μετὰ τοῦ ἐνεργεῖν καὶ τὸ δυνάμει ἔτι τὸ πρὸς τὸ ἐνεργεῖν ἐχόντων. διὸ καὶ ἀτελὴς ἐνέργεια ἡ κίνησις λέγεται, ὅτι τῷ δυνάμει ἀεὶ συνυπάρχει. δεύτερον δὲ ὅτι καὶ τὸ προυπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι ἐπὶ πάντων μὲν καὶ αὐτὸ τῶν κινουμένων ἀληθές, ἀλλ’ ἐπὶ μὲν τῶν ἀρχὴν καὶ τέλος ἐχόντων τῆς κινήσεως οὕτω προϋπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι, ὡς καὶ μήπω κινήσεως οὔσης ὑπάρχειν ἐκεῖνα· ἐπὶ δὲ τῶν ἀίδιον κίνησιν κινουμένων ἀεὶ μέν ἐστι κίνησις, ἄλλοτε δὲ ἄλλη δηλονότι. ἀεὶ δὲ τὸ πρὸς ἑκάστην κίνησιν δυνάμει προϋπάρχει τῆς κινήσεως· ὁ γὰρ ἥλιος, ὅτε τὸν κριὸν κινεῖται, δύναμιν ἔχει τοῦ καὶ τὸν ταῦρον μετὰ τὸν κριὸν διελθεῖν, καὶ δῆλον ὅτι τὸν κριὸν διερχόμενος προϋπάρχει μετὰ τοῦ δυνάμει τῆς κατὰ τὸν ταῦρον κινήσεως.” τούτων οὖν οὕτως ἐχόντων, ὅρα, ὅπως ἢ τοῖς ἄλλοις οὗτος ὡς ἀναισθήτοις προσφέρεται ἢ ἑαυτὸν παραλογιζόμενος οὐκ αἰσθάνεται. εἰ γὰρ τῆς κυκλοφορίας προϋπάρχει, φησί, κατὰ χρόνον ὁ οὐρανὸς οὐκ ἂν εἴη ἀίδιος ἡ κυκλοφορία· παρελογίσθη δὲ τὴν ἀίδιον κυκλοφορίαν ἅμα πᾶσαν ὑφεστῶσαν τὴν ἄπειρον λαβὼν2 καὶ οὕτω προὑπάρχειν αὐτῆς κατὰ χρόνον τὸν οὐρανὸν ὑποθέμενος καὶ συνάγειν οἴεται, ὅτι οὐκ ἔστιν ἀίδιος ἡ κυκλοφορία, εἴπερ ἔχει τι κατὰ χρόνον προϋπάρχον ἑαυτῆς. ἔδει δὲ μὴ ὡς ἅμα ὑφεστῶσαν ἄπειρον τὴν ἀίδιον κίνησιν ὑποθέσθαι, ἀλλ’ ὡς ἐν τῷ γίνεσθαι ἐπ’ ἄπειρον ἀίδιον ἔχουσαν τὸ εἶναι· αὕτη γὰρ ἡ τῆς κινήσεως φύσις οὐχ ἅμα ὑφεστώσης, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης· ὥστε τῆς ἀεὶ ὑπαρχούσης κινήσεως ἄλλοτε ἄλλης οὔσης προϋπάρχει πάντως ἀεὶ τὰ δυνάμενα κινεῖσθαι. μάτην ἄρα οὗτος νεανιεύεται ὡς εἰς τοὐναντίον περιτρέψας τὸν λόγον, ἔτι δὲ μάτην παραλογίζεσθαι τὸν Ἀριστοτέλην φησὶ καὶ τοὺς τοῦ Ἀριστοτέλους ἐξηγητὰς τῷ ὁρισμῷ τῆς κινήσεως ἀκολουθεῖν λέγοντας τὸ προϋπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι. κἂν γὰρ εἶπεν3 ὁ Ἀριστοτέλης, ὅτι μετὰ τῆς κινήσεώς ἐστι τὸ δυνάμει καὶ παυσαμένης τῆς κινήσεως, ὅταν εἰς τέλος ἔλθῃ τὸ κινούμενον καὶ γένηται ἡ οἰκία, παύεται καὶ τὸ οἰκοδομητόν, τουτέστι τὸ δυνάμει· ἀλλ’ οὐκέτι καὶ ἐκεῖνο εἶπεν, ὅτι μήπω οὔσης τῆς κινήσεως οὐδὲ τὸ δυνάμει ἐστίν, ὅπερ ἐμάχετο ἂν τῷ λέγοντι λόγῳ προυπάρχειν τῆς κινήσεως τὸ δυνάμενον κινεῖσθαι. ἀλλ’ οὗτος οὐδὲν τῶν λεγομένων συνιεὶς σπουδάζει δεικνύναι τὸν Ἀριστοτέλην καὶ τοὺς τοῦ Ἀριστοτέλους ἐξηγητὰς καὶ συνυπάρχειν καὶ συναποπαύεσθαι τὸ δυνάμει καὶ τὴν κίνησιν λέγοντας, οὐκ ἐφιστάνων ὅτι, κἂν συνυπάρχῃ καὶ συναποπαύηται, οὐδὲν κωλύει καὶ προηγεῖσθαι· τοῦτο γὰρ ἐπὶ τῶν ἀρχὴν καὶ τελευτὴν ἐχουσῶν κινήσεων καὶ ἐναργέστατα φαίνεται γινόμενον. τὸ γὰρ δυνάμενον κινεῖσθαι καθ’ ἑκάστην κίνησιν τέως ἠρεμοῦν ὀλίγον ὕστερον κινεῖται. πῶς δὲ ὁ ταύτας τοῦ Ἀριστοτέλους τὰς ῥήσεις παραγράφειν φιλοτιμούμενος, ἐν αἷς λέγει συνυπάρχειν καὶ συναποπαύεσθαι τῇ κινήσει τὸ δυνάμει, ἐκείνας οὐκ ἐνενόησεν, ἐν αἷς λέγει μὴ κατὰ ταὐτὸν ὑπάρχειν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ μηδὲ ἅμα, ὅταν ἐν τῷ τρίτῳ λέγῃ· “ἐπεὶ δὲ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστίν, οὐχ ἅμα δὲ ἢ οὐ κατὰ ταὐτόν, ἀλλ’ οἷον θερμὸν μὲν ἐντελεχείᾳ, ψυχρὸν δὲ δυνάμει;
“或者如果他们想要,”他说,“运动是永恒的,那么从运动的定义必然得出可运动者在时间上预先存在于运动这一点就不是真实的;因为在永恒运动的情形中它并不预先存在。”随后,他接着极力证明,当亚里士多德给出运动的定义时,关于潜能并没有持有这种能与现实(即运动)相分离的观念,而是认为运动仅仅在潜能存在时一直存在,潜能也仅仅在运动存在时一直存在;因为一旦运动停止,当被运动者达到终点时,潜能也就停止了。并且他引证亚里士多德的话,亚里士多德说:“但是当房屋存在时,它就不再是可建造的了;而被建造的乃是可建造者”,并且他援引那里的言论的注解者们作证,称亚里士多德在那些地方是将潜能把握为伴随运动的,而不是与现实相分离的,并不像他们现在因想要——正如他所说——“进行谬辩”而使用的那样。这便是此人急于表明“说可被运动者在时间上预先存在于运动是不正确的”所提出的第一条反驳。 针对这些反驳,首先应当说,运动的定义对于一切运动而言都是同等的,无论永恒的运动还是具有开端和终结的运动;因为一切运动都是那些在现实活动的同时、还拥有朝向现实活动的潜能之物的完全现实。因此运动也被称为不完全的完全现实,因为它始终与潜能共存。其次,可被运动者预先存在于运动这一结论本身在一切被运动者身上也是真实的,但在具有运动之开端和终结的事物的情形中,可被运动者预先存在于运动是指:即使运动尚未存在,那些事物也已存在;而在以永恒运动被运动的事物的情形中,虽然运动始终存在,但显而易见是此时为一种运动,彼时为另一种运动。并且朝向每一种运动的潜能始终预先存在于该运动;因为太阳在白羊宫运动时,具有在白羊宫之后也穿过金牛宫的潜能,显然它在穿过白羊宫时,伴随着潜能而预先存在于金牛宫中的运动。既然这些情况如此,看吧,此人究竟是把其他人当作无知觉者对待,还是自己在进行谬误推理而不自知。因为他说:“如果天在时间上预先存在于圆周运动,圆周运动就不是永恒的”;然而他陷入了谬误,将永恒的圆周运动当作一举整体存立的无限者,并如此假定天在时间上预先存在于它,从而自以为推导出:如果圆周运动具有在时间上先于自身存在的事物,它就不是永恒的。但他本不该将永恒运动假定为一举存立的无限者,而应当假定为在无尽的生成中具有其永恒的存在;因为运动的本性正是如此,不是一举存立的,而是在生成中拥有其存在;因此,既然始终存在的运动此时为此,彼时为彼,可被运动者就始终且全然预先存在。因此,此人自吹将论证反转到了相反的结果乃是徒劳,而且他无端宣称亚里士多德和亚里士多德的注解者们在说“从运动的定义得出可被运动者预先存在于运动”时是在进行谬误推理。因为纵然亚里士多德说过潜能伴随着运动,并且当运动停止、被运动者达到终点而房屋生成时,可建造性即潜能也停止了;但他绝没有进一步说当运动尚未存在时潜能也不存在,而唯有这一点才会与主张“可被运动者预先存在于运动”的论证相抵触。但是此人对所说的话全然不解,一味极力表明亚里士多德和亚里士多德的注解者们说过潜能与运动共存并一同停止,却没有注意到:纵然共存并一同停止,也丝毫不妨碍[潜能]先于运动而存在;因为这在具有开端和终结的运动中表现得最为昭彰。因为对于各项运动而言能够被运动者,在静止一段时期之后,稍后便被运动。而这位热衷于抄录亚里士多德关于潜能与运动共存并一同停止的这些言论的人,在亚里士多德于第三卷中说“既然某些事物在潜能上与在现实中是同一的,但并非同时或并非在同一方面,而是例如现实上是热的,潜能上是冷的”时,对于那些明确说潜能与现实并非在同一方面亦非同时存在的言论,又怎会完全没有省察呢?
- 8.8οὐκ ἔστιν ἀληθὲς τὸ τῷ ὁρισμῷ τῆς κινήσεως ἐξ ἀνάγκης ἕπεσθαι τὸ προϋπάρχειν κατὰ χρόνον τῆς κινήσεως τὸ κινητόν
该句由双重具冠词不定式构成嵌套结构:谓词 οὐκ ἔστιν ἀληθές 的主语是第一个具冠词不定式 τὸ ... ἕπεσθαι,而其自身的不定式主语则是第二个具冠词不定式短语 τὸ προϋπάρχειν κατὰ χρόνον τῆς κινήσεως τὸ κινητόν。τῷ ὁρισμῷ 为 ἕπεσθαι 所支配的与格补足语。
- 8.8τὴν ἀίδιον κυκλοφορίαν ἅμα πᾶσαν ὑφεστῶσαν τὴν ἄπειρον λαβών
紧随 παρελογίσθη 之后的分词短语。λαβών 的宾语是 τὴν ἀίδιον κυκλοφορίαν,而 ἅμα πᾶσαν ὑφεστῶσαν 与 τὴν ἄπειρον 以倒装隔置(hyperbaton)的方式作为述语性成分修饰宾语,意为“将永恒的圆周运动当作一举整体存立的无限者”。
- 8.8κἂν γὰρ εἶπεν ὁ Ἀριστοτέλης ... ἀλλ’ οὐκέτι καὶ ἐκεῖνο εἶπεν
由 κἄν(相当于 εἰ καί 搭配过去式直陈语气)引导的让步从句与主句 ἀλλ’ οὐκέτι καὶ ἐκεῖνο εἶπεν 构成的对比结构。作者在此承认亚里士多德确实说过的话(运动停止时潜能亦停止),同时在主句中否认亚里士多德说过斐洛庞诺斯强加的命题(运动尚不存在时潜能亦不存在)。
