← 辛普里丘

亚里士多德《物理学》注释

§1128.26-1130.26

从推动者的变化论运动永恒性与反驳斐洛庞诺

辛普里丘注解了亚里士多德从推动者角度论证运动永恒性的文本(251a28),表明推动者要现实地施动必须自身先发生改变,并引述且着手反驳那位文法学家(约翰·斐洛庞诺)关于运动定义的普遍适用性所提出的责难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#1

" Τὰ μὲν γὰρ κινεῖ μοναχῶς ἕως τοῦ ἔσται ἄρα τις προτέρα μεταβολὴ τῆς πρώτης." Δείξας ὅτι κἂν γενητὰ ὑποτεθῇ τό τε κινοῦν καὶ τὸ κινούμενον, κἂν ἀΐδια μέν, ἀπὸ ἀρχῆς δὲ χρόνου τὸ κινεῖν καὶ τὸ κινεῖσθαι λαβόντα, ἀνάγκη πρὸ τῆς ὑποτεθείσης ἀρχῆς τῆς κινήσεως ἄλλην λαμβάνεσθαι κίνησιν, ὥστε τῆς πρώτης δοκούσης μεταβολῆς εἶναι πάντως ἀεὶ προτέραν, καὶ οὕτως ἀΐδιον δείκνυσθαι τὴν κίνησιν τῷ μὴ εἶναι τὴν πρώτην λαβεῖν· ταῦτα οὖν δείξας1 ἀπὸ τοῦ κινουμένου μάλιστα ἐφεξῆς καὶ ἀπὸ τοῦ κινοῦντος τὸ αὐτὸ δείκνυσι. τὸ γὰρ κινητικόν τινος δυνάμει εἰ μέλλοι καὶ ἐνεργείᾳ κινεῖν, μεταβάλλειν αὐτὸ πρῶτον ἀνάγκη τοῦ κινητοῦ ὡσαύτως ἔχοντος ὑποκειμένου. καὶ ἦν μὲν τοῦτο καὶ αὐτόθεν ἐναργές· τοῦ γὰρ κινητοῦ ὁμοίως ἔχοντος, εἰ καὶ τὸ κινητικὸν ὁμοίως εἶχε, διὰ τί ποτὲ μὲν δυνάμει μόνον ἦν, ποτὲ δὲ ἐνεργείᾳ κινητικόν; αὐτὸς δὲ καὶ κατ’ ἄλλην μέθοδον αὐτὸ δείκνυσι· προλαβὼν γὰρ δυνάμει, ὅτι τὰ τὰς ἐναντίας κατὰ φύσιν κινοῦντα κινήσεις τῶν κινουμένων τῶν αὐτῶν μενόντων ἀνάγκη αὐτὰ μεταβάλλοντα τὰς ἐναντίας κινεῖν, ἐκ διαιρέσεως λοιπὸν λαμβάνει, ὅτι τῶν κινούντων τὰ μὲν μίαν ἁπλῆν κίνησιν κινεῖ ὡς τὸ πῦρ θερμαίνει καὶ ἡ χιὼν ψύχει, τὰ δὲ τὰς ἐναντίας ὡς ἡ ἐπιστήμη τὴν ψυχὴν πρὸς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὅταν ἑκὼν ὁ σπουδαῖος διαμαρτάνῃ πρὸς ἀπάτην τινός. καὶ ἐφιστάνει, ὅτι καὶ τὰ δοκοῦντα μοναχῶς κινεῖν καὶ ταῦτα τὰς ἐναντίας ἐμποιεῖ διαθέσεις, ὥσπερ τὸ ψυχρὸν θερμαίνει κατὰ συμβεβηκὸς τῷ ἀποστῆναι. οὕτω δὲ καὶ τὸ κατὰ τόπον κινοῦν ἠρεμίζει τῷ ἀποστῆναι, τουτέστιν τῷ αὐτὸ ἀλλοίως διατεθῆναι. ὥστε πάντα τὰ κινοῦντα οὐκ ἀεὶ δύναται κινεῖν οὐδὲ ἀεὶ ἠρεμίζειν, ἀλλὰ πλησιάζοντα μὲν εἰ τύχοι κινεῖν, ἀφιστάμενα δὲ ἠρεμίζειν. ὥστε ὅταν οὕτως ἔχῃ, ὡς τὸ μὲν μὴ κινεῖν τὸ δὲ μὴ κινεῖσθαι, εἶτα ὕστερον τὸ μὲν κινῇ τὸ δὲ κινῆται, δῆλον ὅτι μεταβολή τις γέγονεν ἢ περὶ ἄμφω ἢ περὶ θάτερον· πάντα γὰρ τὰ πρός τι οὕτως ἐκ τοῦ δυνάμει γίνεται ἐνεργείᾳ, ἢ ἑτέρου μεταβάλλοντος ἢ ἀμφοῖν. πρός τι δὲ καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον. εἰκότως οὖν πάλιν συμπεραινόμενος τὸν λόγον ἐπήγαγεν· ἔσται ἄρα τις προτέρα μεταβολὴ τῆς πρώτης. καὶ περὶ ταύτης πάλιν τὰ αὐτὰ ἐρωτητέον, ἣν κινεῖται τὸ κινοῦν ἵνα ἐνεργείᾳ δυνηθῇ κινεῖν. διὰ τί γὰρ πάλιν ἐκείνην τὴν κίνησιν νῦν, ἀλλὰ μὴ πρότερον ἐκινήθη; ἔσται γὰρ πάλιν τὸ τοῦ κινοῦντος κινητικὸν πρότερον αὐτὸ κινούμενον, ἵνα τοῦτο κινήσῃ μὴ πρότερον κινοῦν αὐτό. ταῦτα μὲν οὖν τὰ τοῦ Ἀριστοτέλους ἐν τῇ πρώτῃ τῶν ἀποδείξεων κατὰ τοιαύτας ἐννοίας ὡς οἶμαι ῥηθέντα. Ἐπειδὴ δὲ πολὺν συρφετὸν ὁ Γραμματικὸς ἐκεῖνος κατ’ αὐτῶν μὲν οὐχί, κατὰ δὲ τῶν ἀνοήτων ἀνθρώπων ἐπεσώρευσεν, φέρε τὸν Ἀλφειὸν μεθ’ Ἡρακλέους παρακαλέσαντες τῶν εἰσδεξαμένων αὐτὸν ψυχῶν κατὰ τὸ δυνατὸν ἐκκαθάρωμεν.2 προθεὶς δὴ τὴν Ἀριστοτέλους ῥῆσιν καὶ τοῦ τε Ἀλεξάνδρου τὴν ἐξήγησιν πᾶσαν καὶ τοῦ Θεμιστίου τὴν παράφρασιν ἐπενεγκών, ἵνα πολύστιχα μᾶλλον αὐτοῦ γενόμενα τὰ συγγράμματα τῷ πλήθει καταπλήττῃ τοὺς ἰδιώτας, ἐπάγει λοιπὸν τὰς ἑαυτοῦ ἐνστάσεις τῷ λόγῳ πρώτην τοιάνδε· “ἐπειδή, φησίν, ὁ Ἀριστοτέλης τὴν κίνησιν ὁριζόμενος ἐντελέχειαν εἶναι τοῦ κινητοῦ ᾗ κινητὸν κοινῶς πᾶσαν κίνησιν διὰ τοῦ ὁρισμοῦ περιείληφεν, ἀλλὰ δὴ καὶ τῶν κινήσεων τὰς μὲν ἀιδίους εἶναι, τὰς δὲ καὶ ἀρχὴν καὶ πέρας ἔχειν ὑποτίθεται, πόθεν ὡς ἑπόμενον τῷ ὁρισμῷ τῆς κινήσεως εἴληφε τὸ τῆς μὴ ἀιδίου κινήσεως, ἀλλ’ ἀρχὴν ἐχούσης τοῦ εἶναι προϋπάρχειν ἐξ ἀνάγκης κατὰ χρόνον τὰ κινεῖσθαι μέλλοντα3 μόνην τὴν δύναμιν τῆς κινήσεως χωρὶς τῆς ἐνεργείας ἔχοντα;” τοῦτο γάρ, ὅτι μὴ ἔστιν ἀληθές, πειρᾶται κατασκευάζειν οὕτω· “πᾶς ὁρισμός, φησίν, ἰσοτίμως τοῦ ὁριστοῦ παντὸς κατηγορεῖται”, καὶ μηκύνει κἀνταῦθα τὸν λόγον τοῖς παραδείγμασιν. “ὥστε, φησί, καὶ ὁ τῆς κινήσεως ὁρισμὸς ὁμοίως ἐφαρμόττει καὶ τῇ ἀνάρχῳ κινήσει, εἴ τις εἴη τοιαύτη, καὶ τῇ ἀρχὴν ἐχούσῃ. εἰ οὖν ἐπὶ τῆς μὴ ἀιδίου ἕπεται τῷ ὁρισμῷ τὸ προϋπάρχειν δεῖν κατὰ χρόνον τῆς κινήσεως τὸ κινούμενον, ἕψεται τὸ αὐτὸ καὶ ἐπὶ τῆς ἀιδίου. εἰ οὖν ταῦτα ἀληθῆ, ἀνάγκη ἢ μὴ ἀληθεύειν τὸν ὁρισμὸν καὶ ἐπὶ τῆς ἀιδίου κινήσεως, καίτοι ὡς κοινὸν ἀποδοθέντα, ὅπερ ἄτοπον· ἢ εἰ καὶ ἐπὶ ταύτης ἀληθεύοι τὸ κατὰ χρόνον προυπάρχειν τῆς κινήσεως τὸ κινούμενον, ὥστε καὶ τῆς κυκλοφορίας προϋπάρχειν κατὰ χρόνον τὴν τοῦ οὐρανοῦ οὐσίαν, οὐδὲν δὲ τῶν ἐχόντων τι κατὰ χρόνον ἑαυτοῦ προυπάρχον ἀίδιόν ἐστιν, οὐδὲ ἡ κατ’ αὐτὸν ἀίδιος κίνησις ἀίδιος ἔσται, καὶ εἰς τοὐναντίον ὁ λόγος αὐτῷ περιτέτραπται.

“因为某些事物仅以单一方式施动”至“因此在最初的转化之前,将有某种更早的转化”。 在表明了无论推动者与被运动者被假定为生成的,还是假定为永恒的但在时间的开端获得施动与受动,在所假定的运动开端之前都必然取入另一运动,从而在被认为是最初的转化之前始终必定存在更早的转化,并且如此一来由于无法取入最初的运动而表明运动是永恒的之后——在主要从被运动者的角度表明了这些之后,他接下来也从推动者的角度表明同一结论。因为潜能上作为某物的推动者若要现实地施动,在可运动者作为处于同样状态的基础而存留时,推动者自身必然首先发生改变。而这一点本身也是自明的;因为在可运动者处于相似状态时,若推动者也处于相似状态,为何它有时仅仅在潜能上是推动的,而有时在现实中是推动的呢?但他自己也通过另一种方法表明了这一点;因为他在潜能上预先设定了依自然导致相反运动的事物,在被运动者保持同一时,必然通过自身的改变来导致相反的运动,随后他根据划分认定,在推动者中,一些事物导致单一简单的运动,如火加热而雪致冷,另一些事物则导致相反的运动,如当有德之人为了欺骗某人而故意犯错时,知识导引灵魂朝向真理与虚妄。并且他提醒道,即使那些看似仅以单一方式施动的事物,也会产生相反的状态,正如冷的事物通过退离而偶性地加热一样。依此方式,按处所推动者也通过退离而使之静止,也就是通过自身处于不同状态来做到这一点。因此,所有的推动者既不能始终施动,也不能始终使之静止,而是如若适逢其会,接近时施动,退离时则使之静止。因此,当情况处于一者不施动而另一者不受动,随后一者施动而另一者受动时,显然在两者身上或在其中一者身上发生了某种改变;因为一切相对者都是如此从潜能生成为现实,或是一方发生改变,或是双方发生改变。而推动者与被运动者也是相对者。因此他顺理成章地再次总结其论证并补充道:“因此在最初的转化之前,将有某种更早的转化。”而关于这一转化,即推动者为了能够现实地施动而自身被运动的这一转化,必须再次询问相同的问题。因为为何它现在被运动以那项运动,而不是先前呢?因为推动者的推动者先前并未推动它,为了推动此者,将再次自身在先被运动。以上便是亚里士多德在第一项论证中依此类观念所说出的内容,如我所见。 然而,既然那位文法学家并非针对它们,而是针对愚蠢的人们堆积了大量的垃圾,那么来吧,让我们联同赫拉克勒斯召唤阿尔菲奥斯河,尽可能从接纳了它的灵魂中将其清洗干净。他将亚里士多德的词句置于篇首,并附上亚历山大的全部解释和忒弥斯蒂乌斯的释义,以便他的著述篇幅更长,以数量震慑外行,随后便对该论证提出他自己的反驳,首条反驳如下:“既然,”他说,“亚里士多德将运动定义为‘可运动者作为可运动者的完全现实’,通过这一定义共同涵盖了一切运动,而且又假定运动中一些是永恒的,另一些则既有开端又有终结,那么他是从何处得出作为运动定义的必然结论,即在非永恒的、具有存在开端的运动之前,将要被运动的事物必然在时间上预先存在,仅具有运动的潜能而没有现实呢?”因为他试图通过如下方式证明此点并非真实:“每一个定义,”他说,“都平等地述说于一切被定义者”,并且在这里他也用例子拉长了论述。“因此,”他说,“运动的定义同样适用于无开端的运动(如果存在这样的运动的话),也适用于有开端的运动。那么,如果在非永恒运动的情形中,被运动者必须在时间上预先存在于运动这一结论遵循定义而来,在永恒运动的情形中也将得出相同的结论。如果这些是真实的,那么必然或者是定义在永恒运动上并不真实(尽管它是作为共同的定义给出的),这是荒谬的;或者如果在永恒运动的情形中被运动者在时间上预先存在于运动也是真实的,从而天的实体也在时间上预先存在于圆周运动,而任何具有在时间上先于自身存在的事物都不是永恒的,那么依他而言的永恒运动也将不是永恒的,而论证对他来说就转到了相反的结果。”

语法注3 条
  1. 8.8Δείξας ὅτι κἂν γενητὰ ὑποτεθῇ ... ταῦτα οὖν δείξας

    在句首不定过去时分词 Δείξας 引导的长大间接引语从句(ὅτι...)之后,在进入主句动词 δείκνυσι 之前,通过复取分词短语 ταῦτα οὖν δείξας 总结并重新接续了前面的前提,恢复了句子的骨架。

  2. 8.8φέρε τὸν Ἀλφειὸν μεθ’ Ἡρακλέους παρακαλέσαντες ... ἐκκαθάρωμεν

    用作叹词的副词 φέρε(“来吧”)引导呼应的第一人称复数劝诱虚拟语气 ἐκκαθάρωμεν(“让我们清洗”)。分词 παρακαλέσαντες 是与隐含的复数主语一致的伴随/先行动作分词。

  3. 8.8πόθεν ὡς ἑπόμενον τῷ ὁρισμῷ τῆς κινήσεως εἴληφε τὸ τῆς μὴ ἀιδίου κινήσεως, ἀλλ’ ἀρχὴν ἐχούσης τοῦ εἶναι προϋπάρχειν ἐξ ἀνάγκης κατὰ χρόνον τὰ κινεῖσθαι μέλλοντα

    主动词 εἴληφε 的直接宾语是冠词附随不定词短语 τὸ ... προϋπάρχειν ... τὰ κινεῖσθαι μέλλοντα。属格短语 τῆς μὴ ἀιδίου κινήσεως 依存于 προϋπάρχειν 中的前缀 προ-,作比较或分离属格(“在时间上先于非永恒运动而预先存在”)。ὡς ἑπόμενον 作宾语补足语(“作为……的必然推论”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1128.26-1130.26