- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:112.4-113.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘结束了麦里梭关于存在之充沛性与静止性的引文,进而考察了亚里士多德在《物理学》186a16中就位置运动(通过各部分的相互置换而旋转)与变质之可能性所提出的批判,指出了亚历山大解释的不足,并辨析了二人对“一”之理解的差异。
οὐδ’ ἂν τὸ ὑγιὲς ἀλγῆσαι δύναιτο· ἀπὸ γὰρ ἂν ὄλοιτο1 τὸ ὑγιὲς καὶ τὸ ἐόν, τὸ δὲ οὐκ ἐὸν γένοιτο. καὶ περὶ τοῦ ἀνιᾶσθαι ωὐτὸς λόγος τῷ ἀλγέοντι.2 Οὐδὲ κενεόν ἐστιν οὐδέν· τὸ γὰρ κενεὸν οὐδέν ἐστιν· οὐκ ἂν οὖν εἴη τό γε μηδέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ, ἀλλὰ πλέων ἐστίν. εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἂν εἰς τὸ κενόν· κενοῦ δὲ μὴ ἐόντος οὐκ ἔχει ὅκῃ ὑποχωρήσει. πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἂν εἴη· τὸ γὰρ ἀραιὸν οὐκ ἀνυστὸν πλέων εἶναι ὁμοίως τῷ πυκνῷ, ἀλλ’ ἤδη τὸ ἀραιόν γε κενεώτερον γίνεται τοῦ πυκνοῦ. κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω·3 εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέχεται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχεται, πλέων. ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενὸν μὴ ἔστιν. εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται.” ταῦτα μὲν οὖν τὰ τοῦ Μελίσσου. Ὁ δὲ Ἀριστοτέλης αἰτιᾶται πρῶτον μὲν διὰ τί ἀνάγκη, εἰ ἕν ἐστι μὴ κινεῖσθαι κατὰ τόπον, εἴπερ δύναται καὶ ὅλα ἐν ἑνὶ καὶ τῷ αὐτῷ τόπῳ μένοντα κινεῖσθαι τῇ τῶν μορίων ἀντιπεριστάσει, κενοῦ τινος μὴ δεόμενα, καθάπερ καὶ τόδε τὸ ὕδωρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένον ἀγγείῳ δονούμενον. τί οὖν κωλύει καὶ τὸ πᾶν μήτε ἀπολιμπάνον τὸν τόπον μήτε ἐπιλαμβάνον κινεῖσθαι, τῶν ἐν αὐτῷ μορίων κινουμένων τῇ ἀντιπεριστάσει τῇ πρὸς ἄλληλα, καθάπερ καὶ ἡ ὅλη σφαῖρα περὶ μένοντας τοὺς πόλους καὶ τὸν ἄξονα κινουμένη φαίνεται, καὶ πᾶσα σφαῖρα καὶ κῶνος καὶ κύλινδρος; δύναται γὰρ κινεῖσθαί τι κατὰ τόπον καὶ μὴ ἀμεῖβον τόπον ἐκ τόπου, ὡς εἴρηται. ὥσπερ δέ φησι μέρος ὕδατος κινεῖται ἐν ἑαυτῷ, οὕτως τί κωλύει καὶ τὸ πᾶν ὄν; ἐπεὶ δὲ καὶ τὴν ἀλλοίωσιν ἀνεῖλεν ἐκ τοῦ ἓν εἶναι ὁ Μέλισσος, διὰ τί, φησίν, οὐκ ἂν εἴη ἀλλοίωσις ἑνὸς ὄντος, εἴπερ δυνατὸν τὸ αὐτὸ ἓν κατὰ τὴν οὐσίαν ὑπομένον ποιότητα ἄλλοτε ἄλλην μεταλαμβάνειν, οἷον ἐκ θερμοῦ ψυχρὸν γενόμενον ἢ ἐκ λευκοῦ μέλαν ἢ ἐξ ὑγιαίνοντος νοσοῦν. ἔοικε δὲ ἡ τοῦ Ἀριστοτέλους βραχυλογία σφάλλειν πολλαχοῦ τοὺς ἐξηγητάς· εἰπόντος γὰρ αὐτοῦ ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη, ὁ Ἀλέξανδρος οὕτως ἐξηγεῖται “ὡς Μελίσσου διὰ τοῦ δεῖξαι μὴ δυνάμενον τὸ ὂν τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὸ πάντῃ ἀκίνητον αὐτοῦ κατηγοροῦντος” (ταῦτα γὰρ αὐτῇ λέξει γέγραφεν ὁ Ἀλέξανδρος), καίτοι τοῦ Μελίσσου καὶ πρὸ τῆς κατὰ τόπον κινήσεως τὰς ἄλλας ἀναιροῦντος, ὡς ἡ προεκτεθεῖσα ῥῆσις δηλοῖ. ὡς δὲ τοῦ ἑνὸς ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι δυναμένου καὶ μένοντος ἔτι ἑνὸς κατὰ τὴν οὐσίαν, οὕτως νῦν ὑπήντησεν ὁ Ἀριστοτέλης4 τὸ ἓν ὁλοσχερῶς κατὰ τὴν συνήθειαν λαβών (λέγομεν γὰρ ἕνα καὶ τὸν αὐτὸν μένοντα Σωκράτην ὀδυνᾶσθαί τε τὸ σκέλος καὶ ἀναπαύεσθαι), τοῦ Μελίσσου κυριώτερον τὸ ἓν λαβόντος ἀλλ’ οὐχ ὁλοσχερέστερον, ὡς δηλοῖ τά τε ἄλλα τὰ εἰρημένα καὶ οὐχ ἥκιστα τὸ “εἰ τοίνυν τριχὶ μιῇ μυρίοις ἔτεσιν ἑτεροῖον γίνοιτο τὸ πᾶν, ὀλεῖται ἂν ἐν τῷ παντὶ χρόνῳ”, ὡς δέον ὂν εἰ ἕν ἐστι, καὶ ὅμοιον καὶ ἀίδιον κυρίως· ὥστε κατὰ πάντα μένον οὐκ ἂν ἔχοι τι καθ’ ὃ μεταβολὴν ὑποδέξεται. ἀνάγκη γὰρ ἦν τὸ ἀλλοιούμενον καὶ τὸ ἑτεροιούμενον ὁπωσοῦν ἀπ’ ἄλλης διαθέσεως εἰς ἄλλην μεταβάλλειν. κατὰ τόπον δὲ εἰ κινοῖτο περιδινούμενον ὥσπερ τὸ ὕδωρ, κενοῦ μὴ ὄντος ἀνάγκη σχῆμα ἔχειν περιφερές, οἷον σφαιρικὸν ἢ κωνικὸν ἢ κυλινδρικόν· τὰ γὰρ ἄλλα σχήματα περιδινούμενα ἄλλοτε ἄλλον τόπον ἐπιλαμβάνει· ἐσχηματισμένον δὲ πεπερασμένον ἂν εἴη καὶ οὐκ ἄπειρον. εἰ δὲ ἀκίνητον πρότερον ὂν κινοῖτο ἐν τῷ αὐτῷ τόπῳ, ἀνάγκη πυκνουμένου καὶ ἀραιουμένου μέρους τινὸς γίνεσθαι τὴν ἀρχὴν τῆς κινήσεως. ὅλως δὲ σωμάτων κίνησις ἡ περιδίνησις· ἀσώματον δὲ δέδεικται τὸ ὂν ὑπὸ Μελίσσου.
健康之物也不可能受痛苦;因为健康之物与存在之物将会消灭,而非存在之物将会生成。关于生忧伤,道理与受痛苦者相同。而且没有任何事物是虚空;因为虚空是无;因此至少无是不会存在的。它也不运动;因为它无处退避,而是充沛的。因为如果存在虚空,它就会退入虚空中;但既然不存在虚空,它就无处可退。致密与稀薄也不可能存在;因为稀薄之物不可能像致密之物那样同等地充沛,相反,稀薄之物立即就变得比致密之物更包含虚空。对于充沛与不充沛应当做出如下判定:如果它让出容隙或容纳某物,它就不是充沛的;但如果它既不让出容隙也不容纳,它就是充沛的。因此,如果虚空不存在,它就必然是充沛的。因此,如果它是充沛的,它就不运动。” 这些就是麦里梭的论述。然而亚里士多德首先责难的是:如果[存在]是一,为什么必然不依位置而运动,既然整体即使保持在一个且同一个处所中,也能够通过各部分的相互置换而运动,并不需要任何虚空,正如这水保持在一个且同一个容器中而旋动那样。那么,在全体之中的各部分通过彼此间的相互置换而运动时,究竟有什么妨碍全体既不离开处所也不占据[新的处所]而运动呢?正如整个球体也被看到围绕着保持不动的两极和轴线而运动,以及每一个球、圆锥和圆柱皆是如此。因为正如已经说过的,某物完全可能依位置运动而并不从一处换到另一处。又正如他所说,一部分水在自身内部运动,那么有什么妨碍整个存在也如此运动呢?而且,既然麦里梭由是一也否定了变质,他就说:“如果是一,为什么变质不可能存在?既然同一个事物在实体上保持为一的同时,完全可能在不同时间分有不同的性质,例如由热变冷,或由白变黑,或由健康变为生病。” 而亚里士多德的简练似乎在许多地方使解释者们误入歧途;因为在他说了“其次,为什么变质不可能存在”之后,亚历山大是这样解释的:“仿佛麦里梭通过表明存在不可能进行位置运动,从而断言它完全静止”(亚历山大确实照字面写下了这些话),尽管在位置运动之前麦里梭就已经排除了其他运动,正如上面引述的文段所表明的那样。亚里士多德现在以一能够变质和变异而在实体上仍保持为一为由进行了反驳,这是按照日常习惯泛泛地理解了一(因为我们说苏格拉底保持为同一的一个人,既腿痛又休息),而麦里梭则是更严格、更原本而非泛泛地理解了一,正如所述的其他内容所表明的,尤其是这句:“因此,如果全体在万年之中哪怕因一根头发而变异,它在全部时间中就会消灭殆尽”——这是因为如果它是一,就必须严格地既是均匀的也是永恒的;以至于它在一切方面保持不变,不会具有任何可接受变化的方面。因为无论以何种方式变质和变异者,都必然从一种状态转变为另一种状态。另一方面,如果它像水那样旋转着依位置而运动,在没有虚空的情况下就必须具有圆转的形状,如球形、圆锥形或圆柱形;因为其他形状在旋转时会在不同时间占据不同的处所;但具有形状之物将是有限的而非无限的。再者,如果先前静止之物在同一个处所中运动,运动的始点就必然通过某部分的致密化和稀薄化而产生。总之,旋转是物体的运动;但麦里梭已经证明了存在是非物体的。
- 1.18ἀπὸ γὰρ ἂν ὄλοιτο
这是缀词分离(tmesis)构文,复合动词 ἀπόλλυμι 的前缀 ἀπό 与动词词干 ὄλοιτο 被助词 ἄν 隔开;在句法上等同于 ἀπόλοιτο ἄν(表示假设推论的潜能祈愿气)。
- 1.18ωὐτὸς λόγος τῷ ἀλγέοντι
ωὐτός 是爱奥尼亚方言中 ὁ αὐτός 的缩合(crasis)形式。ὁ αὐτός 搭配与格(τῷ ἀλγέοντι)构成固定结构,意为“与受痛苦者相同的论理”。
- 1.18κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω
依附于 κρίσιν ποιήσασθαι(“作出判断/区分”)的属格短语 τοῦ πλέω καὶ τοῦ μὴ πλέω 是宾格性属格,表示判定的对象:“对充沛者与非充沛者的判定”。πλέω 是形容词 πλέως 的中性单数属格。
- 1.18ὡς δὲ τοῦ ἑνὸς ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι δυναμένου καὶ μένοντος ἔτι ἑνὸς κατὰ τὴν οὐσίαν, οὕτως νῦν ὑπήντησεν ὁ Ἀριστοτέλης
句子的核心骨架是 οὕτως νῦν ὑπήντησεν ὁ Ἀριστοτέλης(“亚里士多德现在以这种方式进行了反驳”),前面的 ὡς 引导属格绝对结构(τοῦ ἑνὸς ἀλλοιοῦσθαι ... δυναμένου καὶ μένοντος ...),表达亚里士多德反驳所依据的前提与观点(即一者在实体上保持为一的同时能够变质)。
