← 辛普里丘

亚里士多德《物理学》注释

§1127.16-1128.25

基于可动者与推动者生成或非生成的运动永恒性证明

注解亚里士多德《物理学》卷八第一章(251a16),辛普里丘阐述了关于可运动者与推动者或是生成或是永恒非生成的二难论证,指出无论何种情形,在所谓的最初运动之前都必然先行存在着另一运动或转化,以此证明运动的永恒性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7

" Οὐκοῦν καὶ ταῦτα ἀναγκαῖον ἕως τοῦ ὥστε πρὸ τῆς πρώτης μεταβολῆς, ἔσται μεταβολὴ προτέρα." Λαβὼν ὅτι προϋπάρχειν ἀνάγκη τῆς κινήσεως τό τε κινητὸν καὶ τὸ κινητικὸν καὶ λαβὼν αὐτὸ ἀπό τε τοῦ ὁρισμοῦ τῆς κινήσεως καὶ ἀπὸ τῆς ἐναργείας, ἐφεξῆς λοιπὸν ἐκ διαιρέσεως ἐρωτᾷ, ὅτι ἀναγκαῖον ταῦτα ἢ γενέσθαι ποτὲ οὐκ ὄντα πρότερον ἢ ἀγένητα εἶναι. ἀλλ’ εἰ μὲν γέγονε τὸ κινητὸν καὶ τὸ κινητικόν, ἐπεὶ πᾶσα γένεσις διὰ κινήσεως, ἀνάγκη πρὸ τοῦ τὸ μὲν κινῆσαι τὸ δὲ κινηθῆναι κίνησιν εἶναι, καθ’ ἣν1 ταῦτα γέγονεν (ἄλλως γὰρ ἀδύνατον γενέσθαι τι), ὥστε πρὸ τοῦ τὸ μὲν κινῆσαι τὸ δὲ κινηθῆναι ἀναγκαῖον εἶναι κίνησιν. ὥστε οὐκ ἦν ἀρχὴ κινήσεως ἡ ληφθεῖσα. εἰ δὲ μὴ ἐγένετο τὸ κινητὸν καὶ τὸ κινητικόν, ἀλλ’ ὄντα προϋπῆρχεν ἀεὶ κινήσεως μὴ οὔσης, ἄλογον μέν φησι καὶ αὐτόθεν ἐπιστήσαντι φανεῖται, τὸ ἀμφοῖν ἀϊδίων ὑποκειμένων, τοῦ τε κινητοῦ καὶ τοῦ κινητικοῦ, κατὰ τὸν ἄπειρον τὸν πρὸ τοῦ χρόνον μὴ ἐνεργήσαντα αὐτὰ κατὰ τὰς δυνάμεις, ἃς ἔχουσι, νῦν ἄρχεσθαι2 ταύτης τῆς ἐνεργείας ἀναιτίως· οὐ γὰρ ἔχομεν αἰτίαν ἀποδοῦναι, διὰ τί νῦν ἀλλὰ μὴ πρότερον. ἔτι δὲ μᾶλλον, φησί, τὸ ἄτοπον φανήσεται προϊοῦσι κατὰ τὸν λόγον. εἰ γὰρ ὄντων τῶν μὲν κινητῶν τῶν δὲ κινητικῶν καὶ ἠρεμούντων τὸν πρὸ τοῦ πάντα χρόνον, ὡς μὴ εἶναι τότε κίνησιν, νῦν ἤρξατο τὸ μὲν κινεῖν τὸ δὲ κινεῖσθαι, ἀναγκαῖον μεταβολήν τινα περὶ αὐτὰ πρότερον γενέσθαι τῆς αἰτίας, δι’ ἣν τὸν ἄπειρον πρὸ τοῦ χρόνον ἠρεμοῦντα νῦν ἤρξατο τὸ μὲν κινεῖν τὸ δὲ κινεῖσθαι· εἰ δὲ μεταβολήν, δῆλον ὅτι κίνησιν· πᾶσα γὰρ μεταβολὴ κίνησις ἢ μετὰ κινήσεως. τῶν γὰρ αὐτῶν περὶ αὐτὰ μενόντων οὐκ ἂν πρότερον μὲν ἠρέμει, νῦν δὲ ἐκινεῖτο ἀπό τινος ἀρξάμενα χρόνου, ἀλλὰ πάντως τι γέγονεν αἴτιον, ὃ πρότερον οὐκ ἦν, τοῦ τὸν ἄπειρον πρὸ τοῦ χρόνον μὴ ἐνεργοῦντα πρὸς ἄλληλα νῦν ἐνεργῆσαι.3 ἢ γὰρ πρότερον ἀλλήλων ἀφεστηκότα νῦν ἐπλησίασαν, ἢ μεταξύ τι ἦν τὸ κωλῦον, ὃ νῦν ἀνῄρηται, ἢ μηδὲ ἐπιτήδεια ὄντα πρότερον ὕστερον γέγονεν ἐπιτήδεια. ὅτι δὲ ἂν τούτων γένηται, δεῖ μεταβολῆς πρώτης καὶ κινήσεως, ἵνα δυνηθῇ κατ’ ἐνέργειαν τούτων τὸ μὲν κινεῖν, τὸ δὲ κινεῖσθαι· ὥστε ἔσται πάλιν κίνησις πρὸ τῆς πρώτης κινήσεως. εἰπὼν δὲ ἦν γάρ τι αἴτιον τῆς ἠρεμίας τὴν αἰτίαν τούτου προσέθηκεν ἐπενεγκὼν ἡ γὰρ ἠρεμία στέρησις κινήσεως, ὅπερ ἦν δεδειγμένον ἐν τοῖς ἔμπροσθεν. πᾶσα δὲ στέρησις ἐξ αἰτίας γίνεται τινος, ὥσπερ καὶ ἡ ἕξις, καὶ μάλιστα ἡ κατὰ τὴν ἠρεμίαν· οὐ γὰρ τοιαύτη στέρησίς ἐστιν ἡ ἠρεμία, οἷαί εἰσιν αἱ παρὰ φύσιν στερήσεις· ἡ γὰρ φύσις ὥσπερ κινήσεως ἀρχὴ οὕτω καὶ ἠρεμίας λέγεται. εἰ οὖν πάντα τὰ κατὰ φύσιν γινόμενα κατὰ αἰτίας γίνεταί τινας, δῆλον ὅτι καὶ τῆς ἠρεμίας ἀνάγκη τι αἴτιον ὑπάρχειν. στέρησις δὲ ἡ ἠρεμία ὡς ἡ κατὰ τὴν δύναμιν ἐπιτηδειότης στέρησις λέγεται· διὸ καὶ αὐτὴ ἀρχή πώς ἐστι τῶν ἐν γενέσει καὶ πρώτη κατὰ χρόνον τῆς ἕξεως καὶ τῆς τελειότητος.

“因此这些也必然”至“所以在最初的转化之前,将有更早的转化”。 他认定可运动者与推动者两者都必然预先存在于运动之前,并且既从运动的定义也从自明事实认定了这一点之后,接下来便根据划分提出问题:这些事物必然或者是先前不存在而于某时生成,或者是非生成的。然而,如果可运动者与推动者生成了,那么既然一切生成都通过运动,于是在一者施动而另一者受动之前,必然存在着它们依之而生成的运动(因为在其他情形下任何事物都不可能生成),从而在一者施动而另一者受动之前必然存在运动。因此,所认取的并不是运动的开端。但如果可运动者与推动者并非生成,而是在没有运动存在的情况下作为存在者始终预先存在,他说这既是不合理的,并且对直接加以注意的人来说也是显见的:即可运动者与推动者两者作为永恒的基础而存在,在先前的无限时间中并未依照它们所拥有的潜能活动,如今却无缘无故地开始这种活动;因为我们无法给出一个原因,说明为何是现在而非先前。他说,对于循着论证推进的人而言,荒谬之处将更加明显。因为如果在一些事物是可运动的而另一些是推动的、并且在先前的整个时间中静止以致当时没有运动存在的情况下,如今一者开始施动而另一者开始受动,那么在它们身上必然预先发生了某种改变,这改变是关涉于导致它们在先前的无限时间中静止而如今开始一者施动另一者受动的原因;而如果是改变,显然就是运动;因为一切改变都是运动或伴随运动。因为在关涉它们的情况保持同一时,它们不会先前静止而如今从某个时间开始被运动,而是必定产生了一种先前不存在的原因,导致在先前的无限时间中没有相互活动的事物如今相互活动。因为或者是先前彼此分离的事物如今相互接近,或者是先前存在着某种阻碍其间的事物如今已被消除,或者是先前甚至不具备适宜性的事物后来变得适宜。无论这些情形中的哪一种发生,都需要有在先的改变和运动,以便在现实中一者能够施动而另一者能够受动;从而在最初的运动之前将再次存在运动。在说了“因为静止有着某种原因”之后,他补充了此事的理由,接着说道“因为静止是运动的匮乏态”,而这一点在先前的内容中已被证明。一切匮乏态都是出于某种原因而产生的,正如习得态一样,而依据静止的匮乏态尤为如此;因为静止并不是像反自然的匮乏态那样的匮乏态;因为自然正如被称为运动的原理一样,也被称为静止的原理。因此,如果依自然而生成的一切事物都是依某些原因而生成的,那么显然对于静止而言也必然存在某种原因。静止被称为匮乏态,是如同潜能上的适宜性被称为匮乏态那样的;因此它自身在某种程度上也是生成中事物的原理,并在时间上先于习得态和完全性。

语法注3 条
  1. 8.7ἀναγκαῖον μεταβολήν τινα περὶ αὐτὰ πρότερον γενέσθαι τῆς αἰτίας, δι’ ἣν

    关于属格 τῆς αἰτίας 的依附关系,虽可设想其作为副词 πρότερον 的比较属格(“在……的原因之前”),但根据论证的逻辑(必须是静止的原因本身发生了改变,运动的开始才能得到解释),应当将其理解为跨越插入语 περὶ αὐτὰ πρότερον 而依附于名词 μεταβολήν 的限定属格(“导致……的原因的某种改变”)。

  2. 8.7τὸ ἀμφοῖν ἀϊδίων ὑποκειμένων, τοῦ τε κινητοῦ καὶ τοῦ κινητικοῦ, κατὰ τὸν ἄπειρον τὸν πρὸ τοῦ χρόνον μὴ ἐνεργήσαντα αὐτὰ κατὰ τὰς δυνάμεις, ἃς ἔχουσι, νῦν ἄρχεσθαι

    此句的骨干是带冠词不定式短语 τὸ ... ἄρχεσθαι 作为省略了系词(ἐστί)的 ἄλογον 的实质主语。其内部的 ἀμφοῖν ἀϊδίων ὑποκειμένων 为属格独立结构,而不定式 ἄρχεσθαι 的逻辑主语则转为宾格中性复数代词 αὐτά(并由分词 μὴ ἐνεργήσαντα 所修饰)。

  3. 8.7τοῦ τὸν ἄπειρον πρὸ τοῦ χρόνον μὴ ἐνεργοῦντα πρὸς ἄλληλα νῦν ἐνεργῆσαι

    属格带冠词不定式短语 τοῦ ... ἐνεργῆσαι 修饰前置名词 αἴτιον(“……如今相互活动的原因”)。不定式 ἐνεργῆσαι 的宾格逻辑主语是中性复数分词 μὴ ἐνεργοῦντα,指代前文的可运动者与推动者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1127.16-1128.25