- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1125.25-1127.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了《物理学》卷八第一章开篇的论元,确立了对永恒运动的探究不仅对于自然学而且对于第一哲学都是必不可少的,进而阐明亚里士多德立足于卷三运动的定义(潜在者的现实)由潜能的在先必然性论证运动永恒性的首个推论结构。
" Σκεπτέον δὴ περὶ τούτου πῶς ἔχει ἕως τοῦ τὴν περὶ τῆς ἀρχῆς τῆς πρώτης." Ἡ περὶ τῆς ἀϊδίου κινήσεως ζήτησις ὅπως ἀναγκαία, δείκνυσιν,1 εἴπερ συντελεῖ μὲν καὶ πρὸς τὴν φυσικὴν θεωρίαν (εἰ γὰρ ἀΐδιος ἡ φυσικὴ κίνησις, ἡ μὲν κατὰ συνέχειαν, ἡ δὲ κατὰ τὴν ἀνέκλειπτον μεταβολήν, δῆλον ὅτι καὶ τὰ φυσικὰ ἀΐδιά ἐστι τὰ μὲν τῷ ἀριθμῷ τὰ αὐτὰ μένοντα, τὰ δὲ τῷ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν ὑπάρχειν), συντελεῖ δὲ καὶ πρὸς τὴν ἐπὶ τὴν πρώτην ἀρχὴν ἄνοδον, ἧς ἡ θεωρία οὐκέτι φυσικῆς ἐστι πραγματείας, ἀλλὰ τῆς πρώτης φιλοσοφίας· συντελεῖ δὲ καὶ πρὸς ἐκείνην, ὅτι δειχθήσεται ἡ ἀίδιος κίνησις ὑπὸ ἀκινήτου αἰτίου γινομένη παντελῶς τῆς φυσικῆς οὐσίας ἐξῃρημένου.
“因此必须考察此事如何”至“关于第一原理的那种[考察]”。 他表明了关于永恒运动的探究是何等必然,既然这探究一方面有助于自然学观照(因为如果自然运动一方面依连续性、另一方面依不绝的转化而言是永恒的,那么显然自然事物也是永恒的,其中一些在数目上保持同一,另一些则由于一者的毁灭作为另一者的生成而存在),另一方面又助于向上通往第一原理,而对第一原理的观照已不再属于自然学的探讨,而是属于第一哲学;并且它也有助于第一哲学,因为将要证明的是,永恒运动是由完全脱离了自然实体的不动的原因所产生的。
"Ἀρξώμεθα δὲ πρῶτον, ἐκ τῶν διωρισμένων ἡμῖν ἕως τοῦ καὶ καυστικόν, πρὶν κάειν." Ὁρμήσας ἀποδεῖξαι τὴν κίνησιν ἀίδιον οὖσαν διὰ πλειόνων ἐπιχειρημάτων τὸ πρῶτον ἀπὸ τοῦ ὁρισμοῦ ποιεῖται τῆς κινήσεως, ὃν ἐν τοῖς Φυσικοῖς διορισθῆναί φησι, Φυσικὰ καλῶν τὰ πρῶτα τῆς Φυσικῆς ἀκροάσεως πέντε βιβλία, ἅπερ καὶ Περὶ ἀρχῶν ὀνομάζει πολλάκις. ἐν γὰρ τῷ τρίτῳ τὸν τῆς κινήσεως ὁρισμὸν ἀποδέδωκεν, οὗ καὶ νῦν ὑπομιμνῄσκει, ὅτι ἔστιν ἡ κίνησις ἐνέργεια τοῦ κινητοῦ ᾗ κινητόν, τουτέστι μένοντος δυνάμει τοῦ κινουμένου, ἕως ἂν κινῆται. ἀποβαλὸν γὰρ τελέως τὸ δυνάμει καὶ ἐνεργείᾳ γενόμενον κατ’ ἐκεῖνο, καθ’ ὃ ἐλέγετο δυνάμει, οὐκέτι κινεῖται, ἀλλ’ ἕστηκεν ἐν τῷ ἐνεργείᾳ· κινεῖται δὲ ἀεὶ καθ’ ὃ ἔχει τι δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ μεταβαῖνον. ἐκ δὴ ταύτης τῆς ἐννοίας τῆς κινήσεως ἀίδιον δείκνυσι τὴν κίνησιν, οὐ τὴν κυρίως λεγομένην μόνην, ἀλλὰ τὴν μεταβολήν, ὑφ’ ἣν καὶ γένεσίς ἐστι καὶ φθορά· τῆς γὰρ τοιαύτης ὁρισμός ἐστιν οὗτος. ἀίδιον δὲ δείκνυσιν οὐ τήνδε τινὰ τὴν κίνησιν τὴν ἄτομον, οἷον τήνδε τὴν λεύκανσιν (τοῦτο γὰρ αὐτόθεν ψεῦδος· ἀρχὴν γὰρ ἔχει καὶ τελευτὴν ἡ ἄτομος), ἀλλὰ ἁπλῶς κίνησιν· ὥστε πάσης κινήσεως λαμβανομένης ἀεὶ δείκνυσθαι προϋπάρχουσαν ἄλλην κίνησιν τὴν ὁποιανοῦν καὶ μετ’ αὐτὴν ὑπάρχουσαν ἄλλην, ὥστε μήτε τὴν πρώτην κίνησιν δυνατὸν εἶναι λαβεῖν, ὡς εἶναί ποτε ὅτε οὐκ ἦν κίνησις μηδενὸς κινουμένου πρὸ τῆς πρώτης κινήσεως, μήτε τὴν ἐσχάτην, ὡς πάλιν μετὰ ταύτην μὴ εἶναι κίνησιν διὰ τὸ μηδὲν κινεῖσθαι. καὶ δῆλον ὅτι ἡ οὕτως ἀίδιος κίνησις οὔτε μία οὔτε συνεχής ἐστιν, ἀλλ’ ἐφεξῆς. λαβὼν οὖν ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως, ὅτι ἀνάγκη τὸ μέλλον κινεῖσθαι κινητὸν εἶναι πρότερον κατὰ φύσιν καὶ τοιοῦτον ὡς δύνασθαι κινεῖσθαι, διότι πᾶσα ἐνέργεια γενητὴ ἀπὸ δυνάμεως προχωρεῖ, καὶ οὐκ ἂν γένοιτό τι, ὃ μὴ ἠδύνατο γενέσθαι, οὐδ’ ἂν ἐκινήθη τι φυσικῶς μὴ δύναμιν ἔχον τοῦ κινηθῆναι (πρῶτον γὰρ ἐν τοῖς γενητοῖς τῷ χρόνῳ τὸ δυνάμει τοῦ ἐνεργείᾳ, διότι ἐξ ἀτελοῦς ἐπὶ τὸ τέλειον τὰ γινόμενα προκόπτει), τοῦτο οὖν ἐκ τοῦ ὁρισμοῦ δι’ ὀλίγου ῥήματος ὑπομνήσας τοῦ λέγοντος ἀναγκαῖον ἄρα ὑπάρχειν τὰ πράγματα τὰ δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν ἐπέστησε καλῶς,2 ὅτι καὶ χωρὶς τοῦ ὁρισμοῦ πᾶς ἂν ὁμολογήσειεν ἀναγκαῖον εἶναι ἐκεῖνο κινεῖσθαι, τὸ δυνατὸν κινεῖσθαι καθ’ ἑκάστην κίνησιν· ὅπερ καὶ ἐπὶ ἑκάστου εἴδους τῆς κινήσεως παραδείκνυσιν ἀλλοιοῦσθαι μὲν τὸ ἀλλοιωτὸν λέγων, κατὰ τόπον δὲ κινεῖσθαι τὸ φορητὸν καὶ πρὶν καίεσθαι καυστὸν ὑπάρχειν. ἐπειδὴ δὲ ἐν τοῖς φυσικοῖς καὶ γενητοῖς οὐ μόνα τὰ πάσχοντα κινούμενα πάσχει, ἀλλὰ καὶ τὰ ποιοῦντα κινούμενα ποιεῖ, καὶ δεῖ καὶ ἐπὶ τούτων προϋπάρχειν τοῦ κινοῦντος τὸ κινητικόν, διὰ τοῦτο προσέθηκε καὶ καυστικὸν πρὶν κάειν. δῆλον δὲ ὅτι ταῦτα οὐκ ἐπὶ πάσης ἐνεργείας ἐστὶν ἀληθῆ· οὐ γὰρ ἐπὶ τῶν τελείων καὶ ὑπὲρ τὸ γενητόν, ἀλλ’ ἐπὶ τῶν ἀτελῶν, ἐφ’ ὧν ἀεὶ σύνεστι τὸ δυνάμει τῷ ἐνεργείᾳ, τοιαύτη δέ ἐστιν ἡ κίνησις ἀμφοῖν οὖσα μῖγμα, ὥστε ἐπὶ κινήσεως μεταβολικῆς οὔσης ἀληθὴς λόγος, ὅτι δεῖ προϋπάρχειν τὸ πεφυκὸς κινεῖσθαι τῆς κινήσεως, εἴτε παθητικῶς εἴτε ποιητικῶς κινεῖται.
“但让我们首先从我们已界定的事态开始”至“以及能燃烧的在燃烧之前[存在]”。 他立意通过多个论证来证明运动是永恒的,其第一条论证取自运动的定义,他说该定义是在《物理学》中界定的——他将《自然听讯》的前五卷称为《物理学》,亦屡次将其命名为《论原理》。因为在第三卷中他给出了运动的定义,他此刻也提请回忆这一点:运动乃是可运动者作为可运动者的现实,即被运动者只要处于被运动中就保持在潜能中。因为当它完全抛弃了潜能并依凭原先被称为潜能的那一点而成为现实时,它就不再被运动,而是在现实中停顿下来;只要它具有处于潜能中而向现实过渡的某物,它就始终处于被运动中。正是从运动的这一概念出发,他证明了运动是永恒的,这不仅指狭义而言的运动,而且指其下涵盖生成与毁灭的转化;因为此定义正是这般转化的定义。他所证明为永恒的,并不是某个特定的、个别的运动,例如这个变白的过程(因为这显然是假的;因为个别的运动具有开端和终点),而是单纯的运动;因而无论取何种运动,总能证明有另一任意的运动预先存在,且在它之后还有另一运动存在,以致既不可能取一个最初的运动(仿佛在最初的运动之前曾有某一时刻并无运动且无物被运动),也不可能取一个最后的运动(仿佛在此之后又因无物被运动而不再有运动)。并且显然,以这种方式永恒的运动既非单一亦非连续,而是相继的。因此,他从运动的定义中领悟到:将要被运动的事物在自然上必须预先是可运动的,并且是能够被运动的那样一种事物,因为一切生成的现实都由潜能进展而来,不能生成的就不可能生成,没有被运动能力的也不可能依自然而被运动(因为在生成物中,潜能在时间上先于现实,因为生成之物是由不完全向完全进步的)——因此,他从定义出发,通过一句简短的话——即“因此对于每一种运动,能够被运动的事物必然存在”——提示了这一点之后,恰当地指出:即便脱离了这一定义,任何人都会同意,对于每一种运动,能够被运动的那种事物必然被运动;他在运动的每一种形式上也指明了这一点,说可变异的被变异,可运载的在位置上被运动,在被燃烧之前可燃者便已存在。然而,在自然事物与生成物中,不仅受动者在被运动中受动,施动者亦在被运动中施动,且在这些事物中,能推动者亦必须在推动者之前预先存在,正是为此,他加上了“以及能燃烧的在燃烧之前[存在]”。但显然,这些并非对一切现实都是真实的;因为它们并不适用于完全的事物以及生成之上的事物,而是适用于不完全的事物——在这些事物中潜能始终伴随着现实。运动正属于此类,是两者的混合,因此在作为转化的运动上这一说法是真实的:具有被运动之自然本性的事物必须在运动之前预先存在,无论它是受动地还是施动地被运动。
- 8.5Ἡ περὶ τῆς ἀϊδίου κινήσεως ζήτησις ὅπως ἀναγκαία, δείκνυσιν
句首名词短语 Ἡ περὶ τῆς ἀϊδίου κινήσεως ζήτησις 构成前置先取(prolepsis)结构,即间接疑问从句(ὅπως ἀναγκαία [ἐστίν])的主语被提前置于主句动词 δείκνυσιν 之前。主句动词所省略的主语为亚里士多德。
- 8.6λαβὼν οὖν ... τοῦτο οὖν ἐκ τοῦ ὁρισμοῦ δι’ ὀλίγου ῥήματος ὑπομνήσας ... ἐπέστησε καλῶς
这一长句的骨干始于分词 λαβὼν οὖν(领会/获得……),在插入解释原因的长从句(διότι... προκόπτει)之后,由带有 οὖν 的分词 τοῦτο οὖν ... ὑπομνήσας(提示了这一点……)复起恢复叙述,最终落实在主动词 ἐπέστησε(指出/促请注意)上,后接 ὅτι 从句充当其内容。
