- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1124.19-1125.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修围绕亚里士多德所引恩培多克勒诗句中运动与静止的解释展开讨论,批评了亚历山大将永恒性与不动性分立的见解,并结合德米斯提乌的观点提出了自己关于周期性转化与静止的解释。
Παραθέμενος δὲ ὁ Ἀριστοτέλης τὰ τοῦ Ἐμπεδοκλέους ἔπη, ἐν οἷς αὐτὸν οἴεται τήν τε κίνησιν καὶ τὴν ἀκινησίαν παραδιδόναι, τὴν μὲν κίνησιν κατὰ τὴν γένεσιν θεωρεῖ τοῦ τε ἑνὸς ἐκ τῶν πολλῶν καὶ τῶν πολλῶν ἐκ τοῦ ἑνός, σαφῶς καὶ τοῦ Ἐμπεδοκλέους εἰπόντος τῇ μὲν γίνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών. ὅτι γὰρ τῇ γενέσει κίνησις σύνεστιν εἴρηται πρότερον, τὴν δὲ ἀκινησίαν ἔοικεν ὁ Ἐμπεδοκλῆς ἐνορᾶν κατὰ τὴν ἀΐδιον ταὐτότητα τῆς εἰς ἄλληλα τοῦ ἑνὸς καὶ τῶν πολλῶν μεταβολῆς· τοιοῦτον γὰρ τὸ ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον· ὁ δὲ Ἀλέξανδρος οἶδεν μὲν καὶ τοῦτον τὸν νοῦν, φησὶ δὲ μὴ κατὰ τοῦτον ἐκδέχεσθαι τὸν Ἀριστοτέλην, ἀλλὰ καὶ ταῦτα περὶ τῆς μεταβολῆς ἀκούειν, ὅταν λέγῃ· ᾗ δὲ τάδ’ ἐνθένδ’ ἀλλάσσοντα, τουτέστιν εἰς τάδε ἐκ τῶνδε μεταβάλλοντα οὐ λήγει. “κατὰ τὴν ἄμειψιν ταύτην καὶ τὴν εἰς ἄλληλα ἐν μέρει μεταβολὴν καὶ ταύτῃ ἀΐδιά ἐστι, τουτέστιν ἀΐδιος αὐτῶν ἡ εἰς ἄλληλα μεταβολή. ἰδίᾳ μὲν γὰρ οὐδέτερον τῶν γινομένων ὑπὸ τοῦ Νείκους καὶ τῆς Φιλίας ἐκ τῶν στοιχείων ἀΐδιόν ἐστιν οὐδὲ ἔμπεδος αὐτοῖς ὁ αἰών, ἡ μέντοι εἰς ἄλληλα αὐτῶν μεταβολὴ ἀΐδιος· τοῦτο γὰρ σημαίνει τὸ αἰὲν ἔασι.” ταῦτα κατὰ λέξιν εἰπὼν ὁ Ἀλέξανδρος ἐπάγει· “εἶτα ἐπὶ τούτοις εἴη ἂν ἰδίᾳ λεγόμενον τὸ ἀκίνητοι κατὰ κύκλον,1 τουτέστιν ἀκίνητα γενόμενα καθ’ ἑκάστην περίοδον καὶ καθ’ ἑκάστην τελειότητα, ἣν κύκλον λέγει.” μήποτε δὲ ἀπίθανος ἡ ἀπόστασις τοῦ ἀκίνητοι κατὰ κύκλον, ἅμα δὲ καὶ ἀδιανόητος·2 δεῖται γὰρ τοῦ αἰὲν ἔασιν. ἀλλὰ μᾶλλον ῥητέον οὕτως ἀκούειν τὸν Ἀριστοτέλην, ὅτι καθ’ ὅσον μὲν εἰς ἄλληλα ἀεὶ μεταβάλλει, ἀΐδιος αὐτῶν ἡ μεταβολὴ καὶ ἡ κίνησις, καθ’ ὅσον δὲ ἐνθένδε ἐκεῖσε μεταβάλλοντα τάδε γίνεται, οἷον ἐκ πολλῶν ἓν ἢ ἐξ ἑνὸς πολλά, καὶ μετὰ τὴν μεταβολὴν ἵσταται ποτὲ μὲν εἰς τὸ ἓν εἶναι ποτὲ δὲ εἰς τὸ πολλά, ταύτῃ κατὰ περιόδους ἀεὶ μετὰ τὴν μεταβολὴν ἀποκαθιστάμενα εἰς τὸ τοῦ ἑνὸς ἢ τὸ τῶν πολλῶν εἶδος ἀκίνητά ἐστι κατὰ τὴν περίοδον ἐκείνην, ἕως ἂν πάλιν μεταβάλλειν ἄρξηται. φαίνεται δὲ καὶ ὁ Θεμίστιος ταύτης τῆς ἐννοίας ἐχόμενος· τὴν γὰρ ἠρεμίαν ἐν τοῖς μεταξὺ τῶν μεταβολῶν χρόνοις γίνεσθαί φησι.
亚里士多德在引述了恩培多克勒的诗句——在其中他认为恩培多克勒传达了运动与不动性两者——之后,在从多者生成一者以及从一者生成多者之中观察到运动,因为恩培多克勒也明确说过:“由此它们得以生成,且对于它们并没有坚固长存的生命”。因为先前已说过运动伴随着生成。另一方面,恩培多克勒似乎在由一者与多者向彼此转化的永恒同一性中看出了不动性;因为“但只要它们不断地交替这些事物而绝不止息,在此意义上它们就在圆环中始终是不动的”正是这样的意思。然而,亚历山大虽然也知晓这种意旨,却说亚里士多德并非如此理解,而是在他说“而由此改变这些事物” ——即从这些向那些转化而绝不止息——时,把这些话也听作是关于转化的。“依此交替以及彼此间的轮流转化而言,正是在此意义上它们是永恒的,即它们向彼此的转化是永恒的。因为就各自而言,由争和爱从元素中生成的事物中二者皆非永恒,对于它们生命亦不坚固长存,然而它们向彼此的转化却是永恒的;因为‘始终存在’正是指示这一点。”亚历山大字句不差地说出这些话之后又补充道:“那么在这些话之上,‘在圆环中不动’大概是单独而言的,即在每一个周期中并在每一个圆满性(他称之为圆环)中,成为不动的。”但或许将“在圆环中不动”拆离是难以令人信服的,同时也是不可理解的;因为它需要“始终存在”。倒不如应当说亚里士多德是这样理解的:只要它们始终向彼此转化,它们的转化和运动就是永恒的;但只要它们由此处向彼处转化而成为这些事物,例如由多成一或由一成多,并且在转化之后停顿下来——有时处于作为一者,有时处于作为多者——那么在此意义上,它们在转化之后依周期始终复归于一者的形式或多者的形式,在那个周期中就是不动的,直至再次开始转化为止。德米斯提乌似乎也持有这种见解;因为他说,静止发生在诸转化之间的时间里。
- 8.4εἶτα ἐπὶ τούτοις εἴη ἂν ἰδίᾳ λεγόμενον τὸ ἀκίνητοι κατὰ κύκλον
由 ἄν 与希求法 εἴη 构成的潜势句式,表示亚历山大在前述前提之后作出的推论性结论(“那么在此之上,……大概是单独而言的”)。主语是由中性定冠词引领的引用短语 τὸ ἀκίνητοι κατὰ κύκλον。
- 8.4μήποτε δὲ ἀπίθανος ἡ ἀπόστασις τοῦ ἀκίνητοι κατὰ κύκλον, ἅμα δὲ καὶ ἀδιανόητος
μήποτε 连同表语形容词 ἀπίθανος 引入委婉的断定或反驳,意为“或许……是难以令人信服的”。ἡ ἀπόστασις 指在前文引述的亚历山大观点中,将短语 ἀκίνητοι κατὰ κύκλον 从 αἰὲν ἔασιν(始终存在)中切离出来作为独立表述(ἰδίᾳ λεγόμενον)的做法。
