← 辛普里丘

亚里士多德《物理学》注释

§1123.7-1124.18

阿那克萨戈拉与恩培多克勒论非永恒运动

针对亚里士多德在Bekker 250b23中提出的否定运动永恒性的两种模式(阿那克萨戈拉的原初静止说与恩培多克勒的交替运动说),辛普利丘阐明并注疏了两位哲学家的宇宙论模型与动力因学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4#1

" Εἰ δὴ ἐνδέχεται ποτε μηδὲν κινεῖσθαι ἕως τοῦ ᾗ δὲ τάδε ἐνθένδε ἀλλάσσοντα." Εἰπὼν ὅτι τῶν φυσικῶν οἱ μὲν ἀΐδιον ὑπέθεντο τὴν κίνησιν, οἱ δὲ οὐκ ἀΐδιον, οἰκείως ἑκάτεροι ταῖς ἑαυτῶν περὶ τοῦ κόσμου δόξαις, ἀνελεῖν προτίθεται τοὺς μὴ ἀΐδιον αὐτὴν λέγοντας λόγους, ἀλλ’ οὕτως ἔχειν ὡς ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι. καὶ δύο τρόπους ἐκθέμενος, καθ’ οὓς δυνατόν ποτε μηδὲν κινεῖσθαι, καὶ τοὺς προϊσταμένους αὐτῶν προσπαραγράψας Ἀναξαγόραν τε καὶ Ἐμπεδοκλέα, διὰ τοῦ τούτους ἀνελεῖν τοὺς τρόπους εἰσάγει τὸ δεῖν πάντως ἀΐδιον εἶναι τὴν κίνησιν. δύο δὲ οἱ τρόποι, διότι κινήσεως νῦν φαινομένης, εἰ ἐνδέχεται ποτε μηδὲν κινεῖσθαι, ἀνάγκη ἢ ὡς πρότερον μὴ οὔσης κινήσεως,1 ὡς ἐδόκει λέγειν Ἀναξαγόρας τὴν ἀεὶ συνυπάρχουσαν τῶν δευτέρων ἀπὸ τῶν προτέρων ὑπόστασιν διὰ τῆς κατὰ χρόνον λέγεσθαι δοκούσης ἐκφάνσεως σαφεστέραν ποιῶν (ὁ δὲ αὐτὸς τρόπος τῆς ὑποθέσεώς ἐστι, κἂν ὕστερον μὴ εἶναί τις κίνησιν ὑπόθηται· διόπερ οὐδὲ ἐμνημόνευσε τούτου)· ἐδόκει δὲ λέγειν ὁ Ἀναξαγόρας, ὅτι ὁμοῦ πάντων ὄντων χρημάτων καὶ ἠρεμούντων τὸν ἄπειρον πρὸ τοῦ χρόνον, βουληθεὶς ὁ κοσμοποιὸς νοῦς διακρῖναι τὰ εἴδη, ἅπερ ὁμοιομερείας καλεῖ, κίνησιν αὐταῖς ἐνεποίησεν· οὐ γὰρ ἦν διάκρισιν σωματικὴν ἄνευ κινήσεως γενέσθαι. δεύτερος δὲ τρόπος ὁ κατ’ Ἐμπεδοκλέα παρὰ μέρος κίνησιν ποιοῦντα καὶ ἠρεμίαν. ὑπέθετο γὰρ οὗτος τόν τε νοητὸν καὶ τὸν αἰσθητὸν κόσμον ἐκ τῶν αὐτῶν στοιχείων τῶν τεττάρων συνεστῶτας, τὸν μὲν παραδειγματικῶς δηλονότι τὸν δὲ εἰκονικῶς, καὶ ποιητικὰ αἴτια τοῦ μὲν νοητοῦ τὴν Φιλίαν διὰ τῆς ἑνώσεως τὸν σφαῖρον ποιοῦσαν, ὃν καὶ θεὸν ἐπονομάζει (καὶ οὐδετέρως ποτὲ καλεῖ “σφαῖρον ἔην”), τοῦ δὲ αἰσθητοῦ τὸ Νεῖκος, ὅταν ἐπικρατῇ μὴ τελέως, διὰ τῆς διακρίσεως τὸν κόσμον τοῦτον ποιοῦν. δυνατὸν δὲ καὶ ἐν τούτῳ τῷ κόσμῳ τήν τε ἕνωσιν ὁρᾶν καὶ τὴν διάκρισιν, τὴν μὲν κατὰ τὸν οὐρανόν, ὃν ἄν τις καὶ σφαῖρον καὶ θεὸν εἰκότως καλέσειε, τὴν δὲ κατὰ τὸ ὑπὸ σελήνην, ὃ μάλιστα τοῦ κοσμεῖσθαι δεόμενον κόσμος καλεῖται κυριώτερον. δυνατὸν δὲ καὶ ἐν τῷ ὑπὸ σελήνην ἄμφω θεωρεῖν τήν τε ἕνωσιν καὶ τὴν διάκρισιν ἀεὶ μὲν ἄμφω, ἄλλοτε δὲ ἄλλην ἐν ἄλλοις καὶ ἄλλοις μέρεσιν ἢ ἐν ἄλλοις καὶ ἄλλοις χρόνοις ἐπικρατοῦσαν. καὶ γὰρ καὶ ἐνταῦθα τὸ Νεῖκος καὶ τὴν Φιλίαν παρὰ μέρος ἐπικρατεῖν ἐπί τε ἀνθρώπων καὶ ἰχθύων καὶ θηρίων καὶ ὀρνέων ὁ Ἐμπεδοκλῆς φησι τάδε γράφων· † τοῦτον μὲν ἂν βροτέων μελέων ἀριδείκετον ὄγκον· ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα γυῖα, τὰ σῶμα λέλογχε2 βίου θαλέθοντος ἐν ἀκμῇ· ἄλλοτε δ’ αὖτε κακῇσι διατμηθέντ’ Ἐρίδεσσι πλάζεται ἄνδιχ’ ἕκαστα περὶ ῥηγμῖνι βίοιο· ὡσαύτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις θηρσί τ’ ὀρειμελέεσσιν ἰδὲ πτεροβάμοσι κύμβαις.

“如果确实有可能在某时没有任何事物在运动”直至“而由此改变这些事物”。 在指出自然哲学家中有人假定运动是永恒的,有人假定不是永恒的,且双方都切合各自关于世界的见解之后,他打算驳斥那些声称运动非永恒、而是处于可能在某时没有任何事物在运动的状态之论调。他在阐明了可能在某时没有任何事物在运动的两种模式,并附注了它们的首倡者阿那克萨戈拉与恩培多克勒之后,通过驳斥这些模式,引入了运动无论如何必然是永恒的这一结论。这两种模式之所以有两个,是因为既然运动如今显然存在,那么如果可能在某时没有任何事物在运动,就必然要么是如同先前不存在运动那样——正如阿那克萨戈拉似乎主张的那样,他通过看似依时间而言的阐明,使得第二位之物来自第一位之物的始终并存的存立基础更为清晰(即便有人假定后来不存在运动,这也是同一种假定模式;因此他甚至没有提及这一点)——因为阿那克萨戈拉似乎主张,当万物聚集在一起且在之前的无限时间中处于静止时,创世的心灵意欲分离那些被他称为同质体的形式,便在它们之中引发了运动;因为没有运动,有形体的分离就不可能发生。而第二种模式则是依恩培多克勒而立的,他使运动与静止交替出现。因为他假定可知世界与可感世界皆由相同的四元素构成,前者显然是范型性的,后者则是摹象性的;可知世界的动力因是通过结合造就圆球——他也称之为神(有时还用中性词称其为“曾为圆球”)——的“爱”,而可感世界的动力因则是在未完全得势时通过分离造就这个世界的“争”。但在这一世界中也同样可以看到结合与分离,其一是在天上,人们理当称天既为圆球亦为神;其二是在月下领域,该领域最需要被整序,因而更本原地被称为世界。但在月下领域中也同样可以观察到结合与分离两者兼有,两者虽然始终存在,但在不同的部分或不同的时间中交替得势。因为恩培多克勒说,在此处的凡人、鱼类、野兽和飞鸟身上,“争”与“爱”也交替得势,他写道: “在凡人肢体的显赫躯干上人们亦可见此:有时在繁茂生命的鼎盛时期,分配得身体的所有肢体藉由爱聚集为一;有时又被邪恶的争劈裂开来,各自在生命的波涛边缘流浪。对于灌木、以水为居的游鱼、山栖的野兽以及展翅的飞禽,亦是如此。”

语法注2 条
  1. 8.4ἀνάγκη ἢ ὡς πρότερον μὴ οὔσης κινήσεως

    连词 ἢ 引导二者择一的第一项(“要么是如同先前不存在运动那样”)。由于随后插入了关于阿那克萨戈拉学说的长篇阐述,导致句法中断(破格),第二项并未以平行的从属结构出现,而是由后文的独立主格短语“δεύτερος δὲ τρόπος ὁ κατ’ Ἐμπεδοκλέα”(而第二种模式则是依恩培多克勒而立的)承接展开。

  2. 8.4γυῖα, τὰ σῶμα λέλογχε

    关系代词 τὰ 作中性复数主格,指代先行词 γυῖα,并在关系从句中充当主语。动词 λέλογχε(λαγχάνω 的完成时)支配宾格 σῶμα,意为“分得身体作为其份的肢体”,即构成肉体躯干的各个部位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1123.7-1124.18