- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1122.3-1123.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出柏拉图并非主张宇宙自时间起点生成,从而驳斥了亚历山大的观点,随后总结了宇宙分类与运动永恒性之间的关联,并对亚里士多德简括的省略句式作了补足与解读。
’ ἀλλ’ ὅτι μὲν οὐχ οὕτως ἀπ’ ἀρχῆς χρονικῆς ὡς προὑπάρχοντος χρόνου γεγονέναι τὸν κόσμον ὁ Πλάτων φησί, δῆλός ἐστι σαφῶς εἰπών,1 ὅτι ὁ χρόνος μετ’ οὐρανοῦ γέγονεν· ὥστε οὐδὲ τὸ πλημμελὲς καὶ ἄτακτον χρόνῳ προϋπάρχειν κατ’ αὐτὸν νομιστέον. ἀλλ’ ἵνα καὶ τὴν γενεσιουργὸν ἐνδείξηται πλημμέλειαν κατὰ τὴν ἀπὸ τοῦ ὄντος ὕφεσιν ὑποστᾶσαν καὶ τὴν ἀπὸ τοῦ δημιουργοῦ τάξιν ἀεὶ διακοσμοῦσαν αὐτήν, χωρὶς ἑκάτερον ὑπέδειξε τῷ λόγῳ. ὅπερ ἐν τῷ Πολιτικῷ πεποίηκεν ἀποστήσας τοῦ κόσμου τῷ λόγῳ τὸν δημιουργὸν καὶ θεασάμενος αὐτὸν ‘εἰς τὸν τῆς ἀνομοιότητος πόντον’ ὑποφερόμενον. τοιαύτης οὖν οὔσης διαιρέσεως τῶν περὶ κόσμου δοξασμάτων οἱ μὲν ἀπείρους λέγοντες ὡς ἄλλων ἀεὶ γινομένων ἄλλους φθείρεσθαι ἀίδιον τὴν κίνησιν ἔλεγον, ὅσοι δὲ ἕνα τὸν αὐτὸν ἀεὶ ἢ ἕνα μὲν μὴ τὸν αὐτὸν δὲ ἀεί, οὗτοι καὶ περὶ τῆς κινήσεως οἰκείως ὑπέθεντο τῇ περὶ τοῦ κόσμου δόξῃ. οἵ τε γὰρ ἕνα ἀεὶ τὸν αὐτὸν λέγοντες ἀίδιον καὶ τὴν κίνησιν λέγουσιν, ὁμοίως δὲ καὶ οἱ ἄλλοτε ἄλλον ἕνα λέγοντες, ὅταν τῇ τοῦ ἑτέρου φθορᾷ ἡ τοῦ ἑτέρου γένεσις ἕπηται, καὶ οὗτοι ἀίδιον τὴν κίνησίν φασιν· ἀεὶ γὰρ ὄντος κόσμου ἀνάγκη καὶ κίνησιν ἀεὶ εἶναι. εἰ δὲ ἕνα λέγοντες ἀπ’ ἀρχῆς τινος χρόνου τοῦτον γεγονέναι φασίν, ὡς ἀληθὲς εἶναι λέγειν, ὅτι ἦν ὅτε οὐκ ἦν κόσμος, καὶ φθειρόμενον ἔν τινι χρόνῳ μηκέτι γίνεσθαι, δῆλον ὅτι καὶ ἡ κίνησις ἀρχὴν ἕξει καὶ τέλος. ἀλλὰ γεγονέναι μὲν τὸν ἕνα πολλοὶ λέγουσι κοσμοποιοῦντες καὶ τῷ λόγῳ τὴν τάξιν τῆς δημιουργίας παραδιδόναι βουλόμενοι, γίνεσθαι δὲ καὶ φθείρεσθαι τὸν ἕνα κόσμον, ὡς μηκέτι εἶναι κόσμον, οὐδένα τῶν φυσιολόγων ἴσμεν λέγοντα. Ἐλλιπὴς δὲ ἡ λέξις δοκεῖ διὰ βραχυλογίαν ἡ λέγουσα ὅσοι δὲ ἢ ἕνα ἢ μὴ ἀεί·2 τῷ μὲν γὰρ ἕνα ἐλλείπει τὸ ‘καὶ ἀεί’, τῷ δὲ μὴ ἀεὶ τὸ ‘καὶ ἕνα’, ὡς εἶναι τὸ τέλεον οὕτως· ‘ὅσοι δὲ ἢ ἕνα καὶ ἀεὶ τὸν αὐτὸν ἢ ἕνα μέν, οὐκ ἀεὶ δέ.’ τοῦτο δὲ διχῶς ἂν διαιρεθείη· ἢ γὰρ ὡς μὴ ἀεὶ μὲν τοῦ αὐτοῦ, ὄντος δὲ ἀεὶ κόσμου, ἢ ὡς μηδὲ ὄντος ἀεί. τὸ δὲ ἐλλιπὲς ἐθεράπευσεν ἡ ἀσφαλὴς ἐπαγωγή· ὡς γὰρ ἂν ἀποφαίνωνται, φησί, περὶ τοῦ κόσμου, κατὰ τὸν αὐτὸν λόγον καὶ περὶ τῆς κινήσεως ὑποτίθενται. καὶ γὰρ ὄντος μὲν κόσμου καὶ γινομένου καὶ φθειρομένου ἀνάγκη κίνησιν εἶναι, μὴ ὄντος δὲ μηδὲ γινομένου ἢ φθειρομένου, ἀνάγκη μὴ εἶναι κίνησιν.
然而,柏拉图并不是在仿佛时间预先存在那样的时间起点上主张世界生成,这一点从他明确说过时间是与天一同生成的便显而易见;因此按照他的观点,也不应当认为越轨且无序的状态在时间上预先存在。相反,为了既表明依照从真实存在者的退降而确立存在的、产生生成的失序,又表明来自造物主的、始终调理它的秩序,他在言辞上将二者分别展示出来。这正是他在《政治家》中所做的,在言辞上将造物主与世界分离开来,并观察到世界被卷入“相异之海”。因此,关于世界的诸见解的划分既然是如此,那么主张无限世界的人,由于一些世界始终在生成而另一些在消亡,便主张运动是永恒的;而凡主张世界始终单一且相同,或者虽是单一但并非始终相同的人,关于运动也做出了切合其世界见解的假定。因为那些主张世界始终单一且相同的人主张运动也是永恒的,同样地,那些主张世界在不同时期相继单一更替的人,每当一个世界的生成紧随着另一个世界的消亡时,这些人也同样主张运动是永恒的;因为既然始终有世界存在,运动也就必然始终存在。然而,如果他们在主张一个世界的同时,又说它是从某个时间的起点生成的,以至于说“曾有一时并无世界”是真实的,并且它在某个时间消亡后便不再生成,那么显而易见运动也将有起点与终点。然而,虽然许多人在构建宇宙并意欲在言辞上传达创世秩序时主张这单一世界已经生成,但就我们所知,没有任何自然哲学家主张单一世界生成并消亡到不再有世界的程度。顺便提及,“而凡[主张世界]要么为一个要么非始终的人”这句文句因简略而显得有所缺失;因为对于“为一个”,缺失了“且始终”,而对于“非始终”,则缺失了“且为一个”,以至于完整的表述应是如此:“而凡主张世界要么单一且始终相同,要么虽为单一却非始终的人”。而这又可作两种划分:因为要么是指并非始终是同一个,但始终有世界存在;要么是指世界甚至并非始终存在。然而那确凿的归纳弥补了这一缺失;因为他说,无论他们关于世界作何宣称,按照同样的道理他们关于运动也做出相应的假定。因为当世界存在、生成并消亡时,必然有运动存在;而当世界不存在,既不生成也不消亡时,必然没有运动存在。
- 8.3δῆλός ἐστι σαφῶς εἰπών
形容词 δῆλος 与主语 ὁ Πλάτων 保持一致,并带主要动词 ἐστί 及分词 εἰπών,构成属人句式(相当于非人称结构 δῆλόν ἐστιν ὅτι ...),意为“从他明确说过……这一点便显而易见”。
- 8.3ὅσοι δὲ ἢ ἕνα ἢ μὴ ἀεί
辛普里丘在此指出了亚里士多德原文(250b18)中极度的简略(βραχυλογία)。根据辛普里丘本人的语法分析,这是一个对比性的省略结构,在 ἕνα 后须补上“且始终”,在 μὴ ἀεί 后须补上“且单一”。
