- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1120.4-1122.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德为何未予证明便预设运动的存在,指出所有自然学者在构建宇宙以及考察生灭时均公认运动的存在。随后,他梳理了主张无限世界、单一永恒世界、周期性世界以及主张宇宙与运动有开端的诸先哲派别,阐明了探究运动永恒性的必然性。
" Εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν ἕως τοῦ μὴ κινήσεως οὔσης." Ἐπειδὴ τὸ ἀΐδιον εἶναι κίνησιν τοῦ ὁποῖόν τι σημαντικὸν ὑπάρχει, προηγεῖται δὲ ἐν τοῖς προβλήμασι τοῦ ὁποῖόν τι καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ὅλως, καὶ τὸ μὲν τί ἐστιν ἡ κίνησις ἐν τῷ τρίτῳ τῆς πραγματείας ὑπέδειξε, τὸ δ’ εἰ ἔστιν οὐ φαίνεται δεδειχώς. διὸ τὸ περὶ τοῦ ὁποῖόν τι νῦν προθέμενος εἰς ἀπόδειξιν1 εἰκότως τὴν αἰτίαν διδάσκει τοῦ λαβεῖν ὁμολογούμενον, ὅτι ἔστιν ἡ κίνησις. εἰ γὰρ περὶ τὸ εἶναι τὴν κίνησιν πάντες ἀλλήλοις συμφωνοῦσιν οἱ φυσικοί, καίτοι περὶ τὸ ἀΐδιον ἢ μὴ διαφερόμενοι, οὐδὲν ἂν ἄτοπον εἴη τὸ λαβεῖν ὁμολογούμενον, ὅτι ἔστιν ἡ κίνησις· τοὺς γὰρ ἀναιροῦντας τὴν κίνησιν ἔδειξεν μηδὲ φυσικοὺς ὄντας μηδὲ προσήκειν τῷ φυσικῷ τὸν πρὸς αὐτοὺς λόγον ὡς τὰς ἀρχὰς ἀναιροῦντας τὰς φυσικάς. αἴτιον δὲ τοῦ πάντας τοὺς φυσικοὺς περὶ κινήσεως λέγειν τὸ κοσμοποιεῖν, καὶ περὶ γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσιν αὐτοῖς. κοσμοποιεῖν δὲ λέγει τοὺς φυσικοὺς οὐχ ὡς γενητὸν ἀπὸ χρόνου τὸν κόσμον λέγοντας, ἀλλ’ ὡς τὴν σύστασιν αὐτοῦ διὰ κινήσεως παραδιδόντας. οὕτω γὰρ καὶ Δημόκριτος κοσμοποιεῖ καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας, οἱ μὲν συγκρίνεσθαι καὶ διακρίνεσθαι τὰ ἄτομα σώματα καὶ τὰ τέτταρα στοιχεῖα λέγοντες, Ἀναξαγόρας δὲ ἐκκρίνεσθαι τὰς ὁμοιομερείας ἀπὸ τοῦ μίγματος λέγων· καὶ ἡ σύγκρισις δὲ καὶ ἡ διάκρισις καὶ ἡ ἔκκρισις κινήσεις τινές εἰσι. καὶ περὶ γενέσεως δὲ καὶ φθορᾶς διαλέγονται πάντες, αἵτινες κἂν μὴ κινήσεις ὦσιν, ἀλλ’ οὐκ ἄνευ γίνονται κινήσεως· καὶ γὰρ κατὰ τόπον κινήσεις καὶ ἀλλοιώσεις καὶ αὐξήσεις καὶ μειώσεις τῶν γενέσεων προηγοῦνται καὶ τῶν φθορῶν.
“因此,[自然学者们]全都主张运动存在[……]直到:在没有运动存在的情况下。” 由于运动是永恒的属于表明“它具有何种性质”,而在诸论题中,“它是什么”和“它是否全然存在”先于“它具有何种性质”,并且关于运动是什么,他在本探究[《物理学》]的第三卷中已经指明,但关于它是否存在,他似乎尚未证明;因此,他现在既已提出关于“它具有何种性质”的论述以待证明,便理所当然地阐明将运动存在作为公认事实来采纳的原因。因为如果关于运动的存在,自然学者们彼此全都是一致的,即便他们在运动是永恒还是非永恒上存在分歧,那么将运动存在作为公认事实来采纳便毫无不妥;因为他已经证明,那些取消运动的人甚至根本不是自然学者,针对他们的论辩也不属于自然学者,因为他们取消了自然本原。而所有自然学者都论述运动的原因,在于他们构建宇宙,并且对他们所有人而言理论探讨都在于生灭。他说自然学者们构建宇宙,并不是指他们认为宇宙是自时间而生成的,而是指他们表明宇宙的构造是通过运动形成的。因为德谟克利特、恩培多克勒和阿那克萨哥拉也是这样构建宇宙的,前两者主张不可分的物体[原子]与四元素发生结合与分离,而阿那克萨哥拉则主张同质部分[种子]从混合物中分泌出来;结合、分离与分泌都是某种运动。而且他们所有人都讨论生灭,生灭即便不是运动,也绝非不通过运动而发生;因为空间位置上的运动、性质变化、增大与减少都先于生灭。
"Ἀλλ’ ὅσοι μὲν ἀπείρους κόσμους εἶναί φασιν ἕως τοῦ καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον." Τοῦ τὴν κίνησιν ὡς οὖσαν παραλαβεῖν ἀπολογίαν ἑαυτῷ πορίσας τὴν τῶν φυσικῶν περὶ τοῦτο συμφωνίαν ἐκ τῆς περὶ τὴν ἀϊδιότητα τῆς κινήσεως διαφωνίας αὐτῶν, πάλιν ὅτι ἀναγκαία ἡ περὶ τῆς ἀϊδιότητος ζήτησις παραδείκνυσι λέγων, τίνες μὲν τῶν φυσικῶν ἀΐδιον ὑπέθεντο τὴν κίνησιν, τίνες δὲ οὐκ ἀΐδιον, πρὸς τὰς περὶ τῶν κόσμων ὑποθέσεις καὶ τὰ περὶ τῆς κινήσεως προσαρμόσαντες. οἱ μὲν γὰρ ἀπείρους τῷ πλήθει τοὺς κόσμους ὑποθέμενοι, ὡς οἱ περὶ Ἀναξίμανδρον καὶ Λεύκιππον καὶ Δημόκριτον καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον γινομένους αὐτοὺς καὶ φθειρομένους ὑπέθεντο ἐπ’ ἄπειρον ἄλλων μὲν ἀεὶ γινομένων ἄλλων δὲ φθειρομένων, καὶ τὴν κίνησιν ἀΐδιον ἔλεγον· ἄνευ γὰρ κινήσεως οὐκ ἔστι γένεσις ἢ φθορά. τῶν δὲ ἕνα μόνον κόσμον λεγόντων οἱ μὲν ἀγένητόν τε ἀπὸ χρόνου καὶ ἄφθαρτον αὐτὸν λέγοντες ἀΐδιον καὶ τὴν κίνησιν ὑπετίθεντο, ὥσπερ Πλάτων καὶ Ἀριστοτέλης· γενητὸν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν, ὅσοι ἀεὶ μέν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεί, ἀλλὰ ἄλλοτε ἄλλον γινόμενον κατά τινας χρόνων περιόδους, ὡς Ἀναξιμένης τε καὶ Ἡράκλειτος καὶ Διογένης καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς. καὶ δῆλον ὅτι καὶ περὶ κινήσεως οὗτοι τὴν αὐτὴν ἔχουσι δόξαν· ὅτε γὰρ κόσμος ἦν, τότε κίνησιν ἀναγκαῖον εἶναι. Ἐμπεδοκλῆς δέ, εἰ μὲν κατὰ τὸ σχῆμά τις ἀκούοι τοῦ λόγου, ὡς ποτὲ μὲν σφαῖρον ποτὲ δὲ κόσμον λέγοντος, δῆλον ὅτι καὶ τὴν κίνησιν ἐν τῇ γενέσει τοῦ κόσμου θεωρῶν γινομένην καὶ φθειρομένην ὑπετίθετο ἀεί,2 εἰ δὲ καὶ τὸν σφαῖρον εἶναι βούλεται καὶ τὸν κόσμον ἀεί, καὶ κίνησιν ἐνόμιζεν ἐν τῷ κόσμῳ 〈ἀεὶ〉 εἶναι. ἀπ’ ἀρχῆς δὲ χρόνου δοκοῦσι λέγειν γεγονέναι τὸν κόσμον Ἀναξαγόρας τε καὶ Ἀρχέλαος καὶ Μητρόδωρος ὁ Χῖος· οὗτοι δὲ καὶ τὴν κίνησιν ἄρξασθαί φασιν· ἠρεμούντων γὰρ τὸν πρὸ τοῦ χρόνον τῶν ὄντων κίνησιν ἐγγενέσθαι φασὶν ὑπὸ τοῦ νοῦ, ὑφ’ ἧς γεγονέναι τὸν κόσμον. φαίνονται δὲ καὶ οὗτοι τάξεως ἕνεκα διδασκαλικῆς ἀρχὴν τῆς κοσμοποιίας ὑποθέμενοι. καὶ ὅ γε Ἀναξαγόρας σαφῶς ἀπὸ τῆς νοητῆς ἑνώσεως, ἐφ’ ἧς ἦν “ὁμοῦ πάντα χρήματα”, ὥς φησι, τὴν κοσμικὴν διάκρισιν ὑποστῆσαι τὸν νοῦν λέγει.3 ὁ μέντοι Ἀλέξανδρος καὶ τὸν Πλάτωνά φησιν ἀπ’ ἀρχῆς χρόνου τὸν κόσμον ὑφιστάνειν, πλὴν ὅτι καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως κίνησιν ἐν τοῖς οὖσι πλημμελῆ καὶ ἄτακτον ἔλεγε. ‘παραλαβὼν γάρ, φησίν, ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἔχον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας.
“然而凡主张有无限世界的人[……]直到:关于运动也合理地做出了假定。” 他从自然学者们关于运动永恒性的分歧中,为自己找到了关于运动存在的全员一致作为采纳运动存在的辩解,随后他又指出关于永恒性的探究是必然的,述及自然学者中哪些人假定运动是永恒的,哪些人假定不是永恒的,他们使关于运动的见解也与关于世界的假定相调和。因为那些在数量上假定有无限世界的人,如阿那克西曼德、留基伯、德谟克利特派学者,以及后来的伊壁鸠鲁派学者,假定诸世界无止境地生成和消亡,另一些世界始终在生成而另一些在消亡,他们便主张运动是永恒的;因为没有运动就没有生成或消亡。而在主张只有一个世界的人中,那些主张世界自时间上未生成且不灭的人,也假定运动是永恒的,正如柏拉图与亚里士多德;而凡认为世界始终存在,但并非始终是同一个世界,而是按照某些时间的周期在不同时候生成不同世界的人,则把这单一世界当作生成的且可消亡的,如阿那克西美尼、赫拉克利特、狄奥根尼,以及后来的斯多亚学派。显而易见,这些人关于运动也持有相同的观点;因为何时有世界,那时就必然有运动。至于恩培多克勒,如果有人按照其言辞的外在形式来理解,既然他时而谈到圆球[斯派罗斯],时而谈到世界,显然他观察到宇宙生成中的运动,便假定它始终在生成并消亡;但如果他意图使圆球与世界都始终存在,他也就认为运动在世界中〈始终〉存在。而阿那克萨哥拉、阿耳刻拉奥和希俄斯岛的墨特罗多洛似乎主张世界是从时间的起点生成的;这些人主张运动也有开端;因为他们主张存在者在先前的时间里处于静止,后来由理智在其中产生了运动,世界由此生成。然而显而易见,这些人也是为了教学秩序的缘故才假定宇宙构建有一个起点。而且阿那克萨哥拉至少明确地说,理智是从可知性的统一体(如他所言“万物齐一”所在之处)中使宇宙性的分离确立存在的。然而亚历山大主张柏拉图也是从时间的起点确立世界的存在,只不过柏拉图主张在世界的生成之前,存在者之中就已有一种越轨而无序的运动。“因为神,”他[柏拉图]说,“接管了凡可见之物并未保持平静而是越轨且无序地运动着的状态,把它从无序中引导了出来。”
- 8.2Ἐπειδὴ τὸ ἀΐδιον εἶναι κίνησιν τοῦ ὁποῖόν τι σημαντικὸν ὑπάρχει ... διὸ τὸ περὶ τοῦ ὁποῖόν τι νῦν προθέμενος εἰς ἀπόδειξιν
连词 Ἐπειδή 引导了一个包含中间并列说明从句(προηγεῖται δὲ ... τὸ δ’ εἰ ἔστιν οὐ φαίνεται δεδειχώς)的长大原因从句;主句的骨干由其后的 διὸ ... εἰκότως τὴν αἰτίαν διδάσκει 构成。该句式展现了探究论题的层级秩序(“是什么”、“是否存在”、“具有何种性质”)。
- 8.3Ἐμπεδοκλῆς δέ, εἰ μὲν κατὰ τὸ σχῆμά τις ἀκούοι τοῦ λόγου ... εἰ δὲ καὶ τὸν σφαῖρον εἶναι βούλεται καὶ τὸν κόσμον ἀεί
句首的主格 Ἐμπεδοκλῆς 作为悬置主题,统摄其后由两个条件句构成的对比结构(第一分枝:εἰ μέν ... δῆλον ὅτι ... ὑπετίθετο;第二分枝:εἰ δέ ... καὶ κίνησιν ἐνόμιζεν)。它对比了基于其字面/修辞形式(κατὰ τὸ σχῆμα τοῦ λόγου)的解读与基于其实质意图(βούλεται)的解读。
- 8.3ἀπὸ τῆς νοητῆς ἑνώσεως, ἐφ’ ἧς ἦν “ὁμοῦ πάντα χρήματα”, ὥς φησι, τὴν κοσμικὴν διάκρισιν ὑποστῆσαι τὸν νοῦν λέγει
在依存于 λέγει 的对格加不定词结构(τὴν κοσμικὴν διάκρισιν ὑποστῆσαι τὸν νοῦν,其中 τὸν νοῦν 为主语对格,ὑποστῆσαι 为及物动词“使成立/使产生”)中,介词短语 ἀπὸ τῆς νοητῆς ἑνώσεως 修饰不定词,并由关系分句 ἐφ’ ἧς... 修饰先行词 ἑνώσεως。
