← 辛普里丘

亚里士多德《物理学》注释

§1118.12-1120.3

普遍运动的永恒性与作为生命的自然运动

辛普利丘针对《物理学》卷八第一章开篇引文(250b11)进行注解,阐明对运动永恒性的探究并非针对具体个别的运动而是就普遍运动而言,并结合柏拉图《法律篇》第十卷解释了自然运动何以因具有内在本原而被称作“一种生命”,同时批判性地评述了亚历山大关于运动永恒性证明路径的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

" Πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον ἕως τοῦ οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσιν." Ὅτι μὲν ὁ περὶ κινήσεως λόγος ἀναγκαῖος τῷ φυσικῷ, διὰ πολλῶν ἤδη πρότερον ἐπιδέδεικται· ὅτι δὲ τῷ περὶ κινήσεως λέγοντι προσήκει ζητεῖν, εἰ ἔστιν ἀίδιος κίνησις ἢ οὕτως ἔχει, ὥστε ποτὲ γεγονέναι μὴ πρότερον οὖσαν καὶ φθείρεσθαι πάλιν, ὥστε μηκέτι εἶναι κίνησιν, οὐδεὶς ἂν ἀμφισβητήσοι· δῆλον δὲ ὅτι οὐ περὶ τῶν ὑπὸ σελήνην καθ’ ἕκαστα κινήσεών τινος ζητεῖ (τούτων γὰρ ἑκάστη καὶ ἀρχὴν ἔχει καὶ τέλος), οὔτε εἰ ὡς μία καὶ συνεχής ἐστι κίνησις ἀίδιος νῦν ζητεῖ (ὅπερ ὕστερον εὑρήσει), ἀλλὰ καθόλου περὶ κινήσεως, εἰ ἦν τις χρόνος ὅτε οὐκ ἦν κίνησις ὁποιαοῦν οὐδὲ ὅλως ἐκινεῖτό τι τῶν ὄντων, ἢ ἔσται τις χρόνος ὅτε οὐδὲν κινήσεται, ἢ ταῦτα μὲν ἀδύνατα φανεῖται, ἦν δὲ ἀεὶ καὶ ἔσται κίνησις, ὥστε τοῦτο, τουτέστι τὴν κίνησιν, ἀθάνατον καὶ ἄπαυστον ὑπάρχειν τοῖς οὖσιν. ἡ γὰρ κίνησις οὐ τῶν καθ’ αὑτὰ ὑφεστηκότων, ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων ἐστί, τουτέστι ταῖς οὐσίαις, αἵπερ ὄντα κυριώτερόν εἰσι τῶν ἐν αὐταῖς τὸ εἶναι ἐχόντων. διὸ τοῖς οὖσιν ὑπάρχειν τὴν κίνησίν φησιν, οὐχ ὅτι μὴ ὄν ἐστιν ἡ κίνησις, ἀλλ’ ὅτι κυρίως ὄντα αἱ οὐσίαι καὶ δι’ αὐτὰς τὰ συμβεβηκότα τοῦ εἶναι μετέχουσι. τὸ δὲ οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσι κατὰ τὴν Ἀριστοτέλους ἀκρίβειαν εἴρηται συμφωνοῦσαν τῷ Πλάτωνι· ζῆν γὰρ ἐκεῖνά φαμεν, ὅσα ἔνδοθεν ἀφ’ ἑαυτῶν κινεῖται· εἰ οὖν καὶ τὰ φυσικὰ πάντα ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἔχει τὴν φύσιν, ζῆν καὶ ταῦτα εἰκότως ἂν λέγοιτο κατὰ τὴν ἔνδοθεν ἐπιτηδειότητα πρὸς κίνησιν. καὶ γὰρ ἐσχάτη τῶν ζωῶν ἡ φύσις. διὸ καὶ ἐν ὑποκειμένῳ τῷ φυσικῷ σώματι τὸ εἶναι ἔχει καὶ οἷον ζῶν μᾶλλόν ἐστιν ἢ ζωὴ κυρίως. καὶ ἡ κατ’ αὐτὴν κίνησις ἐπιτηδειότης ἐστὶ πρὸς κίνησιν, ὡς μαθησόμεθα ἐν τούτῳ τῷ βιβλίῳ· ὅτι δὲ καὶ τοῦτο τῷ Πλάτωνι συμφώνως ὁ Ἀριστοτέλης ἐφθέγξατο ‘οἷον ζωὴν’ εἰπὼν τὴν ὡς φυσικὴν ἔνδοθεν κίνησιν, ἄκουε τῶν ἐν τῷ δεκάτῳ τῶν Νόμων γεγραμμένων περὶ τῆς ἔνδοθεν κινήσεως· “ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος εἶναι. μῶν ἄρα με ἐρωτᾷς, εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ”. ἀλλὰ ταῦτα περὶ τῆς κυρίως αὐτοκινήτου ζωῆς εἴρηται τῆς ψυχικῆς. διὸ καλῶς ὁ Ἀριστοτέλης οἷον ζωὴν εἶπεν εἶναι τὴν φυσικὴν κίνησιν καὶ οὐχ ἁπλῶς ζωήν, ὅτι ὃν ἔχει λόγον ἡ ψυχὴ πρὸς φύσιν, τοῦτον ἔχει τὸν λόγον ἡ κυρίως ζωὴ πρὸς τὴν φυσικὴν κίνησιν. ὁ δὲ Ἀλέξανδρος τὸ οἷον ζωή τις οὖσα τοῖς φύσει συνεστῶσι πᾶσιν ὡς δεικτικὸν τοῦ ἀθάνατον καὶ ἄπαυστον εἰρῆσθαι τὴν κίνησίν φησιν. εἰ γὰρ οὕτως ἔχει ἡ κίνησις πρὸς τὰ φυσικὰ ὡς ἡ ζωὴ πρὸς τὰ ἔμψυχα, ὡς ἀδύνατόν ἐστιν ἄνευ ζωῆς ἔμψυχα εἶναι, οὕτω καὶ φυσικὰ χωρὶς κινήσεως. εἰ οὖν ἀΐδια τὰ φυσικὰ καθὸ φυσικά (οὔτε γὰρ ἤρξατό ποτε οὔτε εἰς τὸ μὴ εἶναι φθαρήσεται, εἴπερ ἡ τῶν φυσικῶν φθορὰ μεταβολή ἐστιν εἰς ἄλλο τι φυσικόν· ὕδατος γὰρ φθαρέντος ἀὴρ γίνεται), δῆλον ὅτι καὶ ἡ κίνησις, καθ’ ἥν ἐστι φυσικά,1 ἀΐδιός ἐστι. μήποτε δὲ ὁ Ἀριστοτέλης οὐκ ἀπὸ τῆς τῶν φυσικῶν ἀϊδιότητος τὸ ἀΐδιον τῆς κινήσεως ἔδειξεν.2 οὐδὲ γὰρ ἀποδέδεικταί που τέως ἀΐδια τὰ φυσικά, ἀλλὰ ἀπ’ αὐτοῦ τοῦ τῆς φυσικῆς κινήσεως ὁρισμοῦ, ὡς μαθησόμεθα, τὴν φυσικὴν κίνησιν ἀΐδιον δείξει, καὶ ἀπὸ ταύτης τὸ φυσικὸν σῶμα. πᾶσι δὲ τοῖς φύσει συνεστῶσιν εἶπεν, διότι οὐχ ὡς ὕδατος ἢ ὡς ἀέρος ζωή ἐστιν ἡ κίνησις, ἀλλ’ ὡς φυσικῶν πάντων καθὸ φυσικὰ καὶ καθὸ ἀρχὴν ἐν ἑαυτοῖς ἔχει κινήσεως· διὸ καὶ ἀΐδιός ἐστιν ἡ κατὰ τὸ κοινὸν λαμβανομένη κίνησις.

“运动究竟是在先前并不存在的情况下在某时生成了[……]直到:宛如对于所有依自然构成的事物而言的一种生命似的。” 关于运动的论述对于自然学者而言是必然的,这一点此前已经通过诸多论证得到阐明。而对于论述运动的人而言,理应探究运动究竟是永恒的,还是处于这样一种状态,以至于在先前并不存在的情况下在某时生成,并再度消亡以至于不再有运动,对此没有人会提出异议。很明显,他所探究的并不是月下具体的个别运动(因为这些运动中的每一个都既有起点又有终点),他现在探究的也不是是否存在一种作为单一且连续的永恒运动(这一点他稍后将会发现),而是普遍地探究运动:是否存在过某个时期,那时完全没有任何运动,存在者中的任何事物也全然没有被运动,或者是否将存在某个时期,那时没有任何事物将被运动,抑或这些情况将显现为不可能,运动过去始终存在且将来也将存在,以至于这一事物——即运动——作为不朽且不息者而存属于存在者。因为运动并不属于那些自存的事物,而是属于存属于他物者,即存属于实体,而实体比起那些在其自身中获得存在者而言是更本义上的存在者。因此他说运动存属于存在者,并不是因为运动不是存在者,而是因为实体是严格本义上的存在者,偶性是通过实体才分有存在。至于“宛如对于所有依自然构成的事物而言的一种生命似的”,则是按照亚里士多德契合于柏拉图的精确性而言的。因为我们说凡是由于自身而由内发动的都在活着;如果说一切自然事物也都在自身之中拥有作为运动本原的自然,那么这些事物按照其由内生发而朝向运动的适应性,自然也可以被称为在活着。事实上自然是生命中最低微的一级。因此它在作为基底的自然物体中获得存在,比起本义上的生命来,它毋宁更像是一个活着之物。而依照自然发生的运动乃是朝向运动的适应性,正如我们将在这一卷中所要领会的那样。而亚里士多德将这种由内生发的自然运动称为“宛如生命”,从而在这一点上也契合于柏拉图而发言,且听《法律篇》第十卷关于由内发动的运动所写的内容:“如果我们看到这在土性的、水性的或火性的事物中发生,无论它是分离的还是混合的,我们究竟会说在这样的事物中存在着什么状态呢?难道你是在问我,当它自身推动自身时,我们是否将称其为活着吗?”但这说的是本义上能自身运动的生命,即灵魂性的生命。因此亚里士多德妥切地说自然运动是“宛如一种生命”,而并非径直就是生命,因为灵魂之于自然具有何种比例,本义上的生命之于自然运动便具有何种比例。然而亚历山大认为,“宛如对于所有依自然构成的事物而言的一种生命似的”表明了运动被称为是不朽且不息的。因为如果运动之于自然事物正如生命之于具魂者一样,既然没有生命便不可能有具魂者,那么没有运动也同样不可能有自然事物。因此,如果自然事物就其为自然事物而言是永恒的(因为它们既未曾开始过,也不会消亡归于非存在,只要自然事物的消亡乃是转变为另一种自然事物;因为水消亡时便生成了空气),那么显而易见,它们据以成为自然事物的运动也是永恒的。然而,或许亚里士多德并没有从自然事物的永恒性中证明运动的永恒性。因为迄今为止自然事物并未在任何地方被证明是永恒的,正如我们将要学到的,他毋宁是从自然运动本身的定义出发来证明自然运动是永恒的,并由此出发证明自然物体也是永恒的。他之所以说“对于所有依自然构成的事物而言”,是因为运动并非作为水或空气的生命,而是作为一切自然事物就其为自然事物而言且就其在自身内拥有运动本原而言的生命;因此按照共同性来把握的运动也是永恒的。

语法注2 条
  1. 8.1καθ’ ἥν ἐστι φυσικά

    关系代词ἥν的先行词是紧接其前的ἡ κίνησις。介词κατά加宾格在此表示规定性的原因或依据(“据以”、“依凭于此”),指自然事物(φυσικά)之所以成其为自然事物所凭借的运动。

  2. 8.1μήποτε δὲ ὁ Ἀριστοτέλης οὐκ ἀπὸ τῆς τῶν φυσικῶν ἀϊδιότητος τὸ ἀΐδιον τῆς κινήσεως ἔδειξεν.

    此处μήποτε后接陈述语气过去时(ἔδειξεν),被理解为晚期古代注疏家中用以对前人观点(此处为亚历山大)提出委婉、谨慎的质疑或反驳的常见句式(“或许亚里士多德并未证明……”)。它构成了表达谦和断言的独立主句,而非疑问从句或表担忧/惧怕的从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1118.12-1120.3