← 辛普里丘

亚里士多德《物理学》注释

§110.12-112.4

存在的静止性与麦里梭否定运动的论证

针对亚里士多德在Bekker 186a16中对否定运动的批评,辛普利丘介绍了亚历山大的解释并予以反驳,进而援引欧德谟及麦里梭本人的原文残篇,论证存在的静止性不仅排除了位置运动,而且排除了包括生成和变质在内的一切变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#1

" Ἔπειτα διὰ τί ἀκίνητον, εἰ ἕν;" “Ὁ Μέλισσος δείξας τὸ ἄπειρον ἐκ τοῦ μήτε ἀρχὴν μήτε τέλος ἔχειν, ἐκ δὲ τοῦ ἀπείρου τὸ ἓν εἶναι, ἐφεξῆς καὶ ὅτι ἀκίνητον δείκνυσιν, ὡς ὁ Ἀλέξανδρός φησι, τῷ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι ἢ διὰ κενοῦ,1 (οὕτω δὲ καὶ ἄλλο τι ἔσεσθαι). ὅτι δὲ διὰ μὲν πλήρους οὐχ οἷόν τέ τι κινηθῆναι, κενὸν δὲ μὴ δύνασθαι ἐν τοῖς οὖσιν εἶναι (μηδὲν γὰρ εἶναι τὸ κενόν, ὄντος τε μηκέτι ἔσεσθαι ἄπειρον τὸ ὄν· εἰ γὰρ εἴη μεθίστασθαι δυνάμενον ἐν ἑαυτῷ, δῆλον ὡς μεῖζον ἂν αὐτοῦ εἴη, οὐδὲν δὲ μεῖζον τοῦ ἀπείρου)...” ταῦτα μὲν οὖν οὕτως αὐτῇ λέξει φησὶν ὁ Ἀλέξανδρος, καὶ ὡς τὴν κατὰ τόπον κίνησιν ἀναιροῦντος τοῦ Μελίσσου μόνην, οὐ μὴν καὶ τὴν ἀλλοίωσιν, οὕτως ποιεῖται τὴν ἐξήγησιν διὰ τὸ ὑπὸ τοῦ Ἀριστοτέλους εἰρημένον τὸ ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη. ἐμοὶ δὲ δοκεῖ συμπεραινόμενος ὁ Μέλισσος τὰ περὶ τοῦ ὄντος εἰρημένα, ὅτι ἀγένητον καὶ ἀίδιον καὶ ἄπειρον καὶ ἓν καὶ ὅμοιον, ἐκ τούτων καὶ τὰς ἄλλας πάσας κινήσεις τὰς περὶ τὴν γένεσιν ἀφαιρεῖν ἀπὸ τοῦ ὄντος, καὶ πρῶτον μὲν δεικνύναι ὅτι οὔτε ὡς ἀπολλύμενον οὔτε ὡς αὐξόμενον ἢ μειούμενον οὔτε ὡς ἀλλοιούμενον κινεῖται τὸ ὂν ἢ ὅλως ἑτεροιούμενον, ὅπερ κοινὸν αὐξήσεως ἂν εἴη καὶ ἀλλοιώσεως. οὔτε γὰρ ἀίδιον οὔτε ἄπειρον οὔτε ἓν οὔτε ὅμοιον ἂν εἴη ταῦτα πάσχον· εἶτα ὅτι οὐδὲ κενόν· τὸ γὰρ κενόν, οὐχὶ σώματος ἀλλὰ κενὸν τοῦ ὄντος, οὐδέν ἐστι. προλαβὼν οὖν ὅτι τὸ ὂν πλέων ἐστί, ταὐτὸν δὲ εἰπεῖν πλῆρες, καὶ δείξας ὅτι κενὸν οὐκ ἔστι, συνάγει ὅτι οὐκ ἂν κινοῖτο κατὰ τόπον οὔτε ὡς εἰς ἄλλον παρ’ ἑαυτὸ τόπον, οὐ γάρ ἐστί τι κενὸν τοῦ ὄντος εἰς ὃ κινηθῇ, οὔτε εἰς ἑαυτό. ἐξ ἀραιοτέρου γὰρ πυκνότερον ἦν ἀνάγκη γενέσθαι. πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἂν εἴη. τὸ γὰρ ἀραιὸν κενόν τι ἔχει, τὸ δὲ κενὸν οὐκ ἔστιν οὔτε ὅλως οὔτε ἐν αὐτῷ μάλιστα, διότι πλέων ἐστίν. ὅτι δὲ πλέων ἐστὶ τὸ ὄν, δείκνυσιν ἐκ τοῦ μηδὲν εἰς ἑαυτὸ εἰσδέχεσθαι· εἰ γὰρ εἰσδέχοιτο, κενόν τι εἶναι τοῦ ὄντος, κενὸν δὲ μὴ εἶναι. Ὅτι δὲ οὐχ ὡς ὁ Ἀλέξανδρος ἤκουσεν, οὕτως ἡ ἀπόδειξις προῆλθεν ἐκ τοῦ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι ἢ διὰ κενοῦ, ἀλλ’ ὅτι δεῖ αὐτὸ τὸ ὂν πλῆρες εἶναι, δηλοῖ καὶ ὁ Εὔδημος λέγων “ἀκίνητον δὲ δὴ πῶς; ἢ ὅτι πλῆρες. πλῆρες δέ, ὅτι οὐκ ἔστιν ἄπειρον κενοῦ μετέχον.” ἀλλ’ ἐπειδὴ κἂν ἀρχαιοπρεπῶς ἀλλ’ οὐκ ἀσαφῶς ταῦτα καὶ ὁ Μέλισσος ἔγραψε, παρακείσθω καὶ αὐτὰ τὰ ἀρχαῖα γράμματα πρὸς τὸ δύνασθαι τοὺς ἐντυγχάνοντας ἀκριβεστέρους γίνεσθαι κριτὰς τῶν προσφυεστέρων ἐξηγήσεων. λέγει δ’ οὖν ὁ Μέλισσος οὕτως τὰ πρότερον εἰρημένα συμπεραινόμενος καὶ οὕτως τὰ περὶ τῆς κινήσεως ἐπάγων. “Οὕτως οὖν ἀίδιόν ἐστι καὶ ἄπειρον καὶ ἓν καὶ ὅμοιον πᾶν. καὶ οὔτ’ ἂν ἀπόλοιτο οὔτε μεῖζον γίνοιτο οὔτε μετακοσμέοιτο οὔτε ἀλγεῖ οὔτε ἀνιᾶται. εἰ γάρ τι τούτων πάσχοι, οὐκ ἂν ἔτι ἓν εἴη. εἰ γὰρ ἑτεροιοῦται, ἀνάγκη τὸ ἐὸν μὴ ὅμοιον εἶναι, ἀλλὰ ἀπόλλυσθαι τὸ πρόσθεν ἐόν, τὸ δὲ οὐκ ἐὸν γίνεσθαι. εἰ τοίνυν τριχὶ μιῇ μυρίοις ἔτεσιν ἑτεροῖον γίνοιτο τὸ πᾶν, ὀλεῖται ἂν ἐν τῷ παντὶ χρόνῳ. Ἀλλ’ οὐδὲ μετακοσμηθῆναι ἀνυστόν· ὁ γὰρ κόσμος ὁ πρόσθεν ἐὼν οὐκ ἀπόλλυται οὔτε ὁ μὴ ἐὼν γίνεται. ὅτε δὲ μήτε προσγίνεται μηδὲν μήτε ἀπόλλυται μήτε ἑτεροιοῦται, πῶς ἂν μετακοσμηθὲν τῶν ἐόντων τι ᾖ.2 εἰ μὲν γάρ τι ἐγίνετο ἑτεροῖον, ἤδη ἂν καὶ μετακοσμηθείη. Οὐδὲ ἀλγεῖ· οὐ γὰρ ἂν πᾶν εἴη ἀλγέον· οὐ γὰρ ἂν δύναιτο ἀεὶ εἶναι χρῆμα ἀλγέον οὐδὲ ἔχει ἴσην δύναμιν τῷ ὑγιεῖ· οὔτ’ ἂν ὅμοιον εἴη, εἰ ἀλγέοι· ἀπογινομένου γάρ τευ ἂν ἀλγέοι ἢ προσγινομένου, κοὐκ ἂν ἔτι ὅμοιον εἴη.

“其次,如果[存在]是一,为什么它是静止的?” “麦里梭在由既无起点亦无终结证明了无限,又由无限证明了一之后,紧接着,正如亚历山大所说,通过运动者必须要么穿过充实之物要么穿过虚空而运动(且这样一来还将有某种别的事物存在),也证明了它是静止的;而通过充实之物是不可能有任何事物被运动的,虚空又不可能存在于存在者之中(因为虚空是无,且若虚空存在,存在便不再是无限的;因为如果它能够在自身内部移动,显然就会有大于它的事物,但没有任何事物大于无限)……”亚历山大便是照字面这样说的,并且由于亚里士多德所说的“其次,为什么变质不可能存在”,他就把这解释为麦里梭仅仅否定了位置运动,而绝非也否定了变质。但在我看来,麦里梭在对关于存在的论述——即它是非生成的、永恒的、无限的、一的和均匀的——进行总结时,乃是从这些结论出发,将关于生成的其余一切运动也从存在中剥离出去,并且首先表明,存在无论作为消灭、作为增大或缩减,还是作为变质或一般而言作为变异(这是增大与变质所共通的),都是不运动的。因为遭受这些,它就既非永恒,亦非无限,亦非一,亦非均匀;接着表明,也没有虚空;因为虚空(不是物体的虚空,而是存在的虚空)是无。因此,既然预先设定了存在是充沛的——这与说充实是同一回事——并且证明了虚空不存在,他就得出结论:它不可能依位置而运动,既不可能作为进入自身之外的另一处所而运动——因为不存在它可以移入的存在的虚空——也不可能进入自身内部。因为那样它就必然从较稀薄变成较致密。但致密与稀薄都不可能存在。因为稀薄包含某种虚空,而虚空无论一般而言还是特别是在它之中都不存在,因为它是充沛的。至于存在是充沛的,他由它不在自身内部容纳任何事物来证明;因为如果它容纳,就会有某种存在的虚空,但虚空并不存在。 证明并不是如亚历山大所理解的那样,从运动者必须要么穿过充实之物要么穿过虚空而运动出发,而是从存在自身必须是充实的出发,欧德谟也指明了这一点,他说:“然而它究竟如何是静止的?毋宁说是因为它是充实的。而之所以充实,是因为不存在分有虚空的无限之物。”但是,既然麦里梭写下这些时纵然措辞古雅却并非不清楚,那么就把古代的文字本身也并列于此,以便读到的人能够对更为恰当的解释做出更为精确的评判。总之,麦里梭在总结之前所述、并如此引入关于运动的论点时是这样说的: “因此,它就这样是永恒的、无限的、一的和全体均匀的。它既不能消灭,也不能变大,也不能被重组,既不受痛苦,也不生忧伤。因为如果它遭受这些中的任何一种,它就不再是一了。因为如果它变异,存在就必然不再是均匀的,而是先前存在之物消灭,非存在之物生成。因此,如果全体在万年之中哪怕变异一根头发那么多,它在全部时间中就会消灭殆尽。但被重组也是不可能的;因为先前存在的秩序并不消灭,非存在的[秩序]也不会生成。当没有任何事物增加、消灭或变异时,存在者之中的任何事物如何能作为被重组者而存在呢?因为如果有什么事物在变异,它立即就会也被重组了。它也不受痛苦;因为受痛苦的事物不可能是全体;因为受痛苦的事物不可能始终存在,也不具有与健康者相等的能力;如果受痛苦,它也不会是均匀的;因为它是由于某物的离开或增加而受痛苦,且它就不再是均匀的了。”

语法注2 条
  1. 1.18τῷ τὸ κινούμενον ἢ διὰ πλήρους ὀφείλειν κινεῖσθαι ἢ διὰ κενοῦ

    与格定冠词不定式短语(τῷ ... ὀφείλειν)作为状语修饰主要动词δείκνυσιν,表示理由或手段(“通过运动者必须要么穿过充实之物要么穿过虚空而运动这一事实[来证明]”),引出随后的ὅτι δὲ διὰ μὲν πλήρους ... κενὸν δὲ μὴ δύνασθαι...对其两难肢的逐一否定。

  2. 1.18πῶς ἂν μετακοσμηθὲν τῶν ἐόντων τι ᾖ

    在这一伊奥尼亚方言残篇中,ἄν搭配连接法动词(ᾖ)表示潜在或假设性的推论,相当于搭配希求法(εἴη)。分词μετακοσμηθέν带有条件含义(“如果被重组”),在逻辑上呼应紧随其后的条件句εἰ μέν γάρ τι ἐγίνετο ἑτεροῖον(“因为如果有什么事物在变异……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:110.12-112.4