← 辛普里丘

亚里士多德《物理学》注释

§1117.3-1118.11

第八卷的宗旨与反驳斐罗庞努斯的预告

辛普利丘阐述了《物理学》第八卷的卓越性及其神学和形而上学的主旨(skopos),并表明他打算提出并审查同代论者(约翰·斐罗庞努斯)针对天体永恒性所作的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0

Τῆς Φυσικῆς ἀκροάσεως τοῦ Ἀριστοτέλους τὸ τελευταῖον βιβλίον, ὃ κατὰ μὲν τὸν ἀριθμὸν ὄγδοον τῆς ὅλης πραγματείας ἐστί, κατὰ δὲ τὴν τῶν στοιχείων τάξιν Θ τοῖς Περιπατητικοῖς ἐπιγράφειν ἔθος, πολλῶν καὶ καλῶν ἐστι θεωρημάτων μεστόν· τῇ τε γὰρ περὶ τῶν φυσικῶν ἀρχῶν πραγματείᾳ τέλος ἄριστον ἐπιτίθησιν ἀΐδιον οὖσαν τὴν πρώτην φυσικὴν κίνησιν ἀποδεικνύον καὶ τὴν ἀϊδιότητα τοῦ παντὸς διὰ τῆς ἀϊδίου κινήσεως λαμπρῶς ἀνακηρῦττον καὶ τὸ δὴ μέγιστον τὴν φυσικὴν ἅπασαν θεωρίαν τῆς πρώτης ἐξάπτον φιλοσοφίας, καὶ πᾶσαν τὴν φυσικὴν ὕπαρξιν τῆς ὑπερφυοῦς αἰτίας ἐξηρτημένην ἀποδεικνύον, ὅταν καὶ κινούμενον πᾶν τὸ σῶμα τὸ φυσικὸν ἀποδείξῃ καὶ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι. καὶ τὸ πρώτως καὶ κυρίως κινοῦν τῆς ἀκινήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ἐκφαίνῃ.1 τοιοῦτον οὖν ἔχον σκοπὸν τὸ βιβλίον, εἰκότως ἂν εἴη πάσης ἀντιληπτικῆς προθυμίας ἐπάξιον. ἐπειδὴ δὲ τῶν ἐφ’ ἡμῶν τις γεγονότων τελχίνων, οὐδὲν ἡγούμενος νεανικὸν ἀνθρώποις μόνοις βασκαίνειν καὶ διὰ τοῦτο πρὸς τὸν οὐρανὸν αὐτὸν καὶ τὸν ὅλον κόσμον τὴν ἑαυτοῦ βασκανίαν ἐκτείνων, δεινὸν ἡγεῖται τὴν τούτων ἀϊδιότητα, καὶ παρακουσμάτων τινῶν οὐκ εὐτυχῶς οὐδὲ εὐγνωμόνως ἀπὸ φιλοσοφίας μετασχὼν πρός τε τὰ ἐν τῇ Περὶ οὐρανοῦ δεδειγμένα περὶ ἀιδιότητος αὐτοῦ πέντε γέγραφε πολύστιχα βιβλία, ὧν τὸ σαθρὸν καὶ πρὸς ἀνοήτους μόνους ἀκροατὰς τεθαρρηκὸς ἐπειράθην ἐπιδεῖξαι τὸ πρῶτον τῆς Περὶ οὐρανοῦ πραγματείας ἐξηγούμενος, τὸ δὲ ἕκτον αὐτοῦ βιβλίον πρὸς τὴν ἀίδιον ἐνταῦθα δεδειγμένην κίνησιν καὶ τὸν ἀίδιον χρόνον ἀνεζώσατο, διότι τούτων ἀνελέγκτων μενόντων ἀνάγκη πάντως ἦν ἀίδιον εἶναι καὶ αὐτὸ τὸ τὴν ἀίδιον κίνησιν ἐν χρόνῳ ἀιδίῳ κινούμενον, ἔδοξέ μοι τοῦτο τὸ βιβλίον ἐπερχομένῳ καὶ τὰς πρὸς αὐτὸ γενομένας ἀντιλογίας, ὁποῖαί τινές εἰσι καὶ ἀπὸ ποίας ἕξεως προαγόμεναι, τοῖς φιλομαθεστέροις ἐπιδεῖξαι.2 πειράσομαι δὲ κἀνταῦθα μετὰ τὴν ἐξήγησιν τῶν Ἀριστοτέλους λόγων τὰς πρὸς αὐτοὺς ἐνστάσεις παρατιθεὶς οὕτω τὴν βάσανον αὐταῖς προσάγειν.

亚里士多德《物理学》的最后一卷,就全篇著作的数目而言是第八卷,而按照字母顺序逍遥学派的人习惯题名为“忒塔(Θ)”,它充满了许多优秀的定理。因为它通过证明第一自然运动是永恒的,通过永恒的运动光辉地宣告全宇宙的永恒性,并且作为最重大的事情,通过将全部自然观照系于第一哲学,并证明一切自然的存在都依存于那超自然的原因——只要它证明了一切自然物体都是被运动的,一切被运动者都是被某物所推动的,并揭示出最初且本义上的推动者属于那不动且始终保持相同状态与方式的实体——它便赋予了关于自然本原的论著以最完满的终结。因此,具有如此旨趣的这一卷,理当配得上全部领会的渴望。然而,由于我们这个时代出现的某个特尔喀涅斯般的心怀恶意之人,认为仅仅嫉恨人类算不上什么勇敢之举,并因此将自身的怨毒延展至天体本身与整个宇宙,把它们的永恒性视为可怕之事,并且并非幸运也并非明智地从哲学中分得了一些浅陋的道听途说,针对《论天》中关于其永恒性所证明的论点撰写了长达五卷的书籍(当我在注释《论天》全篇的第一卷时,曾试图揭露其虚妄腐朽以及仅仅面对愚昧听众时的狂妄),而且因为只要这些〔永恒运动与永恒时间〕仍未被驳倒,那在永恒时间内以永恒运动而被运动的事物本身完全必然也是永恒的,他便将自己的第六卷书整装用来对抗在此处证明的永恒运动与永恒时间——因此,在我研读这一卷时,便觉得有必要向更为好学的人们展示针对此书所提出的那些反驳究竟是怎样的,以及它们是出于何种心性而产生的。而在此处,我也将在解释了亚里士多德的论述之后,尝试将针对它们的异议并列于此,从而将试金石置于其上。

语法注2 条
  1. 8.0καὶ τὸ πρώτως καὶ κυρίως κινοῦν τῆς ἀκινήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ἐκφαίνῃ

    属格短语 τῆς ... οὐσίας 的句法功能需要判定。动词 ἐκφαίνῃ(“显明/揭示”)的直接宾语是中性冠词分词短语 τὸ πρώτως καὶ κυρίως κινοῦν(“最初且本义上的推动者”),而属格 τῆς ἀκινήτου ... οὐσίας 则作表语性属格,表示归属(“揭示它属于那不动的……实体”)。

  2. 8.0ἐπειδὴ δὲ τῶν ἐφ’ ἡμῶν τις γεγονότων τελχίνων ... ἔδοξέ μοι τοῦτο τὸ βιβλίον ἐπερχομένῳ ... ἐπιδεῖξαι

    这是包含长属格与多重从句的周期长句的骨架。整体句式由表示原因的从属连词 ἐπειδή(“鉴于/由于”)引导的长从句,以及主句的无人称动词 ἔδοξέ μοι(“我认为……是妥当的”)及其支配的不定词 ἐπιδεῖξαι 构成。ἐπειδή 从句的主语是带有部分属格的代词 τις(τῶν ... τελχίνων τις),其下通过连词 τε ... δέ 并列了两个动词谓语部分(πέντε γέγραφε πολύστιχα βιβλία 与 τὸ δὲ ἕκτον αὐτοῦ βιβλίον ... ἀνεζώσατο)。主句中的分词 ἐπερχομένῳ 与与格代词 μοι 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1117.3-1118.11