- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1115.1-1116.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了生成与消灭中等速性的条件,随后详述了亚里士多德关于动力、重量、时间与距离之间相互比例关系的定理,并指出动力分割时比例规则的失效及其对芝诺“粟粒悖论”的解决。
παραδοὺς δὲ οὕτω τὴν διάρθρωσιν τῶν συμβλητῶν κινήσεων ἐπί τε φορᾶς καὶ ἀλλοιώσεως καὶ τὴν αὔξησιν καὶ μείωσιν ὡς ἐκ τούτων δήλας παραδραμών (ἡ γὰρ τοῖς ὁμοειδέσιν ἐν ἴσῳ χρόνῳ ἴση γινομένη δι’ ὅλου προσθήκη ἰσοταχὴς αὔξησίς ἐστι καὶ ἡ ἀφαίρεσις ἡ τοιαύτη μείωσις ἰσοταχής), ταύτας οὖν παραδραμὼν1 ἐπὶ τὴν γένεσιν ἦλθε καὶ φθοράν. καὶ ζητεῖ, ποία γένεσις γενέσει ἰσοταχὴς λέγεται ἢ ἀνισοταχής· καί φησιν ἀνισοταχεῖς εἶναι, ὅταν ἐν τῷ αὐτῷ ἴσῳ χρόνῳ τοῦ μὲν πλείων τοῦ δὲ ἐλάττων ἀριθμὸς μορίων ἐν ὁμοειδέσι γίνηται. Καὶ ἐπὶ τούτοις ἄλλο τι προστίθησι θεώρημα οἰκεῖον τῷ περὶ τῆς τῶν κινήσεων συγκρίσεως λόγῳ· παραβάλλει γὰρ τό τε κινοῦν καὶ τὸ κινούμενον καὶ τὸν χρόνον καὶ τὸ διάστημα καὶ τὰς πρὸς ἄλληλα αὐτῶν ἀναλογίας ἐπιζητεῖ, εἰ2 ὥσπερ ἡ πολλαπλασία δύναμίς τινος δυνάμεως κινούσης τι πολλαπλάσιον ἐκείνου κινεῖ, οὕτω καὶ τὸ πολλοστημόριον τῆς κινούσης τι δυνάμεως τὸ πολλοστημόριον τοῦ ὑπ’ ἐκείνης κινουμένου κινήσει 〈καὶ〉εἰ ἑκατὸν ἄνθρωποι τὴν ναῦν κινοῦσιν, εἰ καὶ ὁ εἷς τὸ ἑκατοστὸν τῆς νεὼς κινήσει ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ διάστημα ἢ τὴν ὅλην ναῦν τὸ ἑκατοστὸν τοῦ διαστήματος. ποιεῖται δὲ τὸν λόγον ἐπὶ πρώτης τῆς φορᾶς, προλαβὼν ὡς ἀξιώματα τὸ πᾶν τὸ κινοῦν τι κινεῖν καὶ ἐν χρόνῳ καὶ ἐπὶ τοσόνδε. διελὼν δὲ πρῶτον τὸ βάρος τὴν αὐτὴν δύναμιν τὸ ἥμισυ τοῦ βάρους ἐν τῷ αὐτῷ χρόνῳ διπλάσιον διάστημα κινεῖν φησιν. εἶτα τὸν χρόνον διελὼν διῃρημένου τοῦ βάρους τὸ ἥμισυ τοῦ βάρους ἐν τῷ ἡμίσει χρόνῳ ὑπὸ τῆς αὐτῆς δυνάμεως τὸ ἥμισυ τοῦ διαστήματος κινήσεσθαί φησιν. εἶτα τὸ διάστημα διελὼν τοῦ βάρους τοῦ ἐξ ἀρχῆς μένοντος συνδιαιρεῖ τὸν χρόνον. καὶ τότε τετάρτην ἀναλογίαν ἐπάγει τὴν δύναμιν μερίζων καὶ τὸ βάρος, καὶ λέγει ὅτι ἡ ἡμίσεια δύναμις τὸ ἥμισυ τοῦ βάρους ἐν τῷ ἐξ ἀρχῆς χρόνῳ τὸ ἐξ ἀρχῆς διάστημα κινήσει· εἶτα τῆς μὲν δυνάμεως τὸ ἥμισυ λαμβάνει, βάρος δὲ τὸ ἐξ ἀρχῆς καὶ χρόνον ἐκεῖνον, καὶ λέγει ὅτι τὸ ἥμισυ κινήσει τοῦ διαστήματος. ταύτην δὲ τὴν ἀναλογίαν εὐθὺς ἀναιρεῖ· εἰ γὰρ μέρος τι τῆς δυνάμεως τὸ ὅλον βάρος ἐν ὁσῳοῦν χρόνῳ διάστημά τι κινήσει, ἡ ναῦς ἂν3 ἡ ὑπὸ ἑκατὸν ἀνδρῶν νεωλκουμένη τοσόνδε διάστημα καὶ ὑπὸ ἑνὸς ἕλκοιτο ἂν ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἑκατοστὸν τοῦ διαστήματος, ὃ ἐκίνησαν οἱ ἑκατὸν νεωλκοί, ἢ καὶ τὸ αὐτὸ διάστημα ἐν ἑκατονταπλασίῳ χρόνῳ. εἰπὼν δὲ μὴ πάσης δυνάμεως τὴν ἡμίσειαν δύνασθαι τὸ αὐτὸ τῇ ὅλῃ βάρος κινεῖν ἢ ὅλως κινεῖν τι βάρος, διὰ τούτου καὶ τὸν Ζήνωνος λύει λόγον τὸν ἐπὶ τοῦ κέγχρου. εἰ γὰρ ὁ μέδιμνος, φησί, τοῦ κέγχρου καταπεσὼν ψοφεῖ, καὶ ὁ εἷς κέγχρος ψοφήσει καὶ τὸ μυριοστὸν τοῦ κέγχρου. λύει οὖν τοῦτον τὸν λόγον λέγων μὴ πᾶσαν δύναμιν παντὸς βάρους κινητικὴν εἶναι μηδὲ ἐν ὁσῳοῦν χρόνῳ. οὕτω δὲ μηδὲ πᾶν μέγεθος ψοφεῖν. καὶ συνελὼν τὸν λόγον λέγει ὅτι μερισθείσης μὲν τῆς δυνάμεως οὐ σῴζεται ἡ ἀναλογία, ἐπειδὴ μὴ πᾶσα δύναμις καὶ ἡ ἐλαχίστη κινεῖν ἢ ψοφεῖν δύναται, συντιθεμένης δὲ σῴζεται. δείξας οὖν ἐπὶ τῆς φορᾶς ταῦτα, λέγει ὅτι καὶ ἐπὶ τῶν ἄλλων κινήσεων, ἐπειδὴ αἱ ἀρχαὶ αἱ αὐταί εἰσι, τό τε κινοῦν καὶ τὸ κινούμενον καὶ ὁ χρόνος καὶ τὸ διάστημα, καὶ τὰ ἀπὸ τούτων συμβαίνοντα τὰ αὐτὰ ἔσται· ὥστε ἐν ὅσοις μὲν ἐπὶ τῆς φορᾶς σῴζεται ἡ ἀναλογία, ἐν τούτοις καὶ ἐπὶ τῶν ἄλλων κινήσεων σωθήσεται, ἐν ὅσοις δὲ ἐπ’ ἐκείνης οὐ προεχώρει ἡ ἀναλογία, ἐν τούτοις καὶ ἐπὶ τούτων οὐ προχωρήσει.
在如此阐明了位移与质变中可比较运动的区分,并将增长与减少视为由此显明而略过之后(因为在相等时间内对同种事物通体发生的相等增加是等速的增长,而此类剥夺则是等速的减少)——既然略过了这些,他便进而讨论生成与消灭。并且他探讨何种生成被称为与另一种生成等速或不等速;他说,当在同一相等的时间内,同种事物中一个产生较多数目的部分而另一个产生较少数目的部分时,它们就是不等速的。在这些之外,他又补充了适于关于运动比较之论述的另一个定理:因为他比较了推动者、被推动者、时间以及距离,并探究它们彼此之间的比例关系,即是否正如某种推动某物的能力的数倍能力能够推动该物的数倍一样,推动某物的能力的分数部分也同样将推动被其推动者的分数部分,以及如果一百个人推动这艘船,单单一个人是否也会在同一时间内将船的百分之一推动相同的距离,或者将整艘船推动距离的百分之一。他在预先将“一切推动者都推动某物、在时间内推动且推动如此数量”确立为公理之后,首先就位移展开论述。他首先分割了重量,说相同的能力在同一时间内将一半的重量推动两倍的距离。接着,在重量已被分割的情况下分割时间,他说一半的重量将在半数时间内被相同的能力推动一半的距离。接着,在保留最初重量的情况下分割距离,他同时分割了时间。随后他引入了第四个比例,同时分割能力与重量,并说一半的能力将在最初的时间内把一半的重量推动最初的距离;接着他取能力的一半,但取最初的重量与那个时间,并说它将推动距离的一半。然而他随即推翻了这个比例:因为如果能力的某个部分无论在多少时间内都将推动整个重量某一距离,那么由一百人拖曳如此距离的船,也将由一人在同一时间内拖曳那一百个拖船者所移动距离的百分之一,或者在百倍时间内拖曳相同的距离。而他说并非任何能力的半数都能推动与整体相同的重量,亦并非都能推动哪怕某个重量,借此他也解决了芝诺关于粟粒的论证。因为[芝诺]说,如果一斛粟粒坠落时发出声响,那么单单一颗粟粒以及粟粒的一万分之一也将发出声响。于是他通过说并非一切能力在无论多少时间内都能推动一切重量,来解决了这个论证。同样,也并非任何量度都会发出声响。在概括其论点时,他说当能力被分割时比例并不成立,因为并非一切能力(即使是极小的能力)都能推动或发声,但在结合起来时则成立。在位移上证明了这些之后,他说在其他运动中亦同样,由于其本原是相同的——即推动者、被推动者、时间以及距离——源自这些本原的结论也将是相同的;因而在位移中比例得以保全的一切情况中,在其他运动中比例也将得以保全,而在位移中比例不能推进的一切情况中,在这些其他运动中比例也将无法推进。
- 7.38ταύτας οὖν παραδραμὼν
此为复取结构(resumptive use):句首分词序列 παραδοὺς ... παραδραμών 因插入括号内的解释而被阻断,故随后借由推论小词 οὖν 重新重复分词 παραδραμών,以恢复与主句动词 ἦλθε 的结构衔接。
- 7.38εἰ ὥσπερ ... οὕτω καὶ ... 〈καὶ〉 εἰ
此为依附于动词 ἐπιζητεῖ 的间接疑问从句结构:疑问词 εἰ 引导了一个包含比照结构(ὥσπερ ... οὕτω)的从句,随后又并列引入了以 〈καὶ〉 εἰ 开头的具体例证从句。
- 7.38ἡ ναῦς ἂν ἡ ὑπὸ ἑκατὸν ἀνδρῶν νεωλκουμένη ... καὶ ὑπὸ ἑνὸς ἕλκοιτο ἄν
虚拟式/潜势语气归结从句,小词 ἄν 在主语名词短语之后(ἡ ναῦς ἄν)与主要动词之后(ἕλκοιτο ἄν)重复出现(双重配置),构成对前述条件从句 εἰ ... κινήσει 的归结。
