← 辛普里丘

亚里士多德《物理学》注释

§1113.23-1115.1

运动的不可比性与可比性的成立条件

辛普里丘总结了亚里士多德《物理学》第七卷第四章关于运动可比较性的讨论,分析了为何直线运动与圆周运动或不同范畴的运动不可比较,并阐述了可比较性成立的条件(同名同义性、同属同一最下位子种、第一接受者的同一种性)以及质变中等速性的判定准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.38#3

δείκνυσι δὲ τοῦτο καθ’ ἑκάστην κίνησιν καὶ μεταβολήν· καὶ πρῶτον ἐπὶ τῆς φορᾶς, ὅτι ἡ κύκλῳ τῇ ἐπ’ εὐθείας οὐκ ἔστι συμβλητή, ἐπεὶ ἔσται ἴση εὐθεῖα περιφερεῖ, ὅπερ ἀδύνατον. ἔτι δὲ μᾶλλον φορὰ ἀλλοιώσει οὐκ ἔσται συμβλητή, ἐπεὶ ἔσται ἴσον πάθος μήκει. εἶτα ἐνίσταται πρὸς τὸ μὴ εἶναι συμβλητὰς τὰς φορὰς τήν τε ἐπὶ τῆς εὐθείας καὶ τὴν ἐπὶ τῆς περιφερείας μηδὲ αὐτὰς τὰς γραμμάς. καὶ λύει τὴν ἔνστασιν εἰς τὸ αὐτὸ ἀδύνατον ἀπαγαγὼν τὸ ἴσην ἔσεσθαι εὐθεῖαν περιφερείᾳ. ἀπορήσας δὲ ἐφ’ ἑκάτερα περὶ τοῦ συμβλητὰς εἶναι ἢ μὴ τάς τε γραμμὰς τήν τε εὐθεῖαν καὶ τὴν περιφέρειαν καὶ τὰς ἐπ’ αὐτῶν κινήσεις καθολικόν τινα κανόνα παραδίδωσιν, καθ’ ὃν δυνατὸν τάς τε συμβλητὰς καὶ τὰς ἀσυμβλήτους κινήσεις διακρίνειν, τὰς μὲν ὁμώνυμον ἐχούσας τὸ ταχὺ καὶ βραδὺ ἀσυμβλήτους λέγων, τὰς δὲ μὴ ὁμώνυμον ἀλλὰ συνώνυμον συμβλητάς. εἶτα ἐνίσταται πρὸς τοῦτον τὸν κανόνα τὸ πολὺ καὶ τὸ διπλάσιον παρατιθεὶς ἐπὶ ὕδατος καὶ ἀέρος συνωνύμως λεγόμενα καίτοι ἀσυμβλήτων κατὰ ταῦτα ὄντων τοῦ ὕδατος καὶ τοῦ ἀέρος, διότι ὁ δοκῶν πλείων εἶναι ἢ διπλάσιος ἀὴρ κατὰ τὸν ὄγκον ἐλάττων ἐστὶ κατὰ τὴν δύναμιν. καὶ ἐφιστάνει, ὅτι καὶ τὸ πολὺ καὶ τὸ διπλάσιον ὁμωνύμως καὶ οὐ συνωνύμως τοῦ ἀέρος καὶ τοῦ ὕδατος κατηγορεῖται, οὐ δοκεῖ δὲ ὁμώνυμα, ὅτι καὶ οἱ ὁρισμοὶ αὐτῶν ἐξ ὁμωνύμων σύγκεινται. εἶτα καὶ ἄλλον διορισμὸν ἐπάγει τῶν συμβλητῶν τὸ δεῖν τὸ πρῶτον δεδεγμένον τὰ συνωνύμως κατηγορούμενα ταὐτὸν εἶναι τῷ εἴδει.1 οὕτω γὰρ ἵππον κυνὸς λευκότερον λέγομεν, καίτοι διαφέροντα κατ’ εἶδος, διότι τὸ πρώτως δεξάμενον τὸ λευκὸν ἡ ἐπιφάνεια ταὐτόν ἐστιν ἐν ἀμφοτέροις τῷ εἴδει. καὶ πρὸς τοῦτον δὲ ἐνίσταται τὸν λόγον λέγων οὕτω πάντα δυνατὸν εἶναι τὰ ὁμώνυμα ἐκβάλλειν, εἰ διὰ τὴν διαφορὰν τῶν δεχομένων διάφορα γίνεται τὰ ἐνυπάρχοντα τὰ αὐτὰ ὄντα τῇ φύσει.2 καὶ ἐφίστησιν, ὅτι οὐδὲ δυνατὸν τὰ αὐτὰ τῇ φύσει ἐν διαφόροις εἴδεσιν ὑπάρχειν· ἓν γὰρ ἑνὶ ὑπάρχει πρώτως οἷον τὸ χρῶμα τῇ ἐπιφανείᾳ. εἶτα διδάσκει, ὅτι οὐκ ἀρκεῖ τὸ μὴ εἶναι ὁμώνυμα πρὸς τὸ συμβλητὰ εἶναι, ἀλλὰ χρὴ τοῦ αὐτοῦ εἴδους εἶναι τοῦ ἐσχάτου καὶ αὐτὰ καὶ τὰ ἐν οἷς ἐστι· τὸ γὰρ λευκὸν καὶ τὸ μέλαν οὐκ ἔστιν ὁμωνύμως χρώματα, ἀλλὰ συνωνύμως. καὶ ὅμως οὐ συγκρίνεται, πότερον αὐτῶν μᾶλλον χρῶμα, ἐπειδὴ μὴ τοῦ αὐτοῦ ἐστιν εἴδους, ἀλλ’ ὁμογενῆ μόνον. ὥστε, φησί, καὶ ἐπὶ κινήσεως μόναι εἰσὶ συμβληταὶ κινήσεις αἱ κατὰ τὸ αὐτὸ εἶδος τὸ ἔσχατον, ὃ οὐκέτι καὶ γένος ἐστί, γινόμεναι ἐν τῷ αὐτῷ κατ’ εἶδος ὑποκειμένῳ. προστίθησι δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν τῶν ὁμωνύμων τινὰ συμβλητὰ δοκεῖ εἶναι ὥσπερ τὸ πολὺ καὶ τὸ διπλάσιον· διότι γάρ, φησί, τῶν ὁμωνύμων τὰ μὲν πολὺ ἀπέχει τοῦ φύσει τὰ αὐτὰ εἶναι ὡς τὰ ἀπὸ τύχης καὶ κατὰ ἀναλογίαν, τὰ δὲ ἐγγυτέρω ἐστίν. ἐπειδὴ δὲ συμβλητὰς εἶπεν κινήσεις τὰς τῶν ἐν ἴσῳ χρόνῳ ἴσα κινουμένων, ἐπὶ δὲ ἀλλοιώσεως κατὰ ποιότητα γινομένης τῆς παραβολῆς οὐκ ἔστιν εἰπεῖν τὸ ἴσον, ζητεῖ, πῶς ἐπὶ τούτων τὰς συμβλητὰς ῥητέον, καὶ λέγει ὅτι ἀντὶ τοῦ ἴσου καὶ ἀνίσου τὸ ταὐτὸν καὶ ἕτερον καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον ληπτέον, ὥστε τὰ ὡσαύτως ἢ ὁμοίως μεταβάλλοντα ἐν ἴσῳ χρόνῳ ἰσοταχῶς λέγεσθαι ἀλλοιοῦσθαι. ὅταν δὲ τὸ μὲν πάθος ὅμοιον ᾖ οἷον λεύκανσις, αἱ δὲ λευκαινόμεναι ἐπιφάνειαι ἴσαι ἢ ἄνισοι, τότε συμβαίνει τὴν ἀλλοίωσιν κατὰ μὲν τὸ πάθος ὁμοίαν ἢ ἀνομοίαν εἶναι, κατὰ δὲ τὸ ὑποκείμενον ἴσην ἢ ἄνισον.

而且[作者]在每一种运动和变化中证明了这一点:首先在位移中表明,圆周运动不能与直线运动相比较,因为[若能比较]直线将等于圆周,而这是不可能的。进而,位移更不可能与质变相比较,因为受动性质将等于长度。接着,他针对直线上的位移与圆周上的位移不可比较、乃至线条本身[直线与圆周]亦不可比较这一观点提出反驳。然后,他通过将反驳归结为同样的不可能后果——即直线将等于圆周——解决了这一反驳。在对线条(包括直线和圆周)以及其上的运动是否可比较从正反两方面提出疑难之后,他提出了一个普遍的准则,依此准则可以区分可比较的运动与不可比较的运动,称那些在“快”与“慢”上具有同名异义的运动为不可比较的,而称那些非同名异义、而是同名同义的运动为可比较的。接着,他针对这个准则提出反驳,引用了水和空气在同名同义上被称为“多”和“两倍”的例子,尽管水和空气在这些方面是不可比较的,因为在体积上看似更多或两倍的空气,在效力上却更少。随后他指出,“多”和“两倍”对于空气和水同样是同名异义地被述谓的,而不是同名同义的,之所以看起来不是同名异义,是因为它们的定义也是由同名异义项构成的。接着,他又引入了关于可比较事物的另一界定:第一接受同名同义述谓属性的事物,必须在种上是同一的。因为我们正是在这个意义上说马比狗更白,尽管它们在种上不同,因为第一接受白色的事物——即表面——在二者中依种是同一的。而他也针对这个论据提出反驳,说如果由于接受者的差异,原本在自然本性上同一的内在事物就变成了不同的事物,那么依此方式就能够将所有同名异义的事物都排除掉。接着他指出,在自然本性上同一的事物甚至根本不可能存在于不同的种中;因为一物第一地存在于一物之中,如同颜色存在于表面。随后他教导说,并非只要不属于同名异义就足以成为可比较的,而是它们自身以及它们所在的事物都必须属于同一的最下位子种;因为白与黑并非同名异义地是颜色,而是同名同义的。然而人们并不比较它们之中哪一个更是颜色,因为它们不属于同一子种,而仅仅是同属的。所以,他说,在运动中亦同样,唯有那些依不再兼具属地位的同一最下位子种、并在种上同一的底层基质中发生的运动,才是可比较的。他还补充说明了为什么某些同名异义的事物看起来是可比较的(如同“多”和“两倍”)的原因:他说,因为在同名异义的事物中,有些事物远非在自然本性上同一,如偶然的同名异义和依类比的同名异义,而另一些事物则更为相近。由于他说过,可比较的运动是在相等时间内移动相等量的事物的运动,但在依性质发生的质变比较中无法说“相等”,因而他探讨在这些情况下应当如何言说可比较的运动,并说应当用“同一”与“相异”以及“相似”与“不相似”来替代“相等”与“不相等”,从而使在相等时间内以同样方式或相似地变化的事物被称为以等速发生质变。然而,当受动性质相似(例如变白),而被变白的表面相等或不相等时,此时就会出现这样的情况:质变依受动性质而言是相似或不相似的,而依底层基质而言则是相等或不相等的。

语法注2 条
  1. 7.38τὸ δεῖν τὸ πρῶτον δεδεγμένον τὰ συνωνύμως κατηγορούμενα ταὐτὸν εἶναι τῷ εἴδει

    该句是以定冠词引导的宾格不定式短语(τὸ δεῖν...),与名词 διορισμόν 构成同位语。不定式 δεῖν 支配其后的另一层宾格与不定式结构(τὸ πρῶτον δεδεγμένον ... ταὐτὸν εἶναι)。分词 δεδεγμένον 为现在完成时中动态/被动态,支配宾格短语 τὰ συνωνύμως κατηγορούμενα 作其直接宾语(被接受的对象)。

  2. 7.38εἰ διὰ τὴν διαφορὰν τῶν δεχομένων διάφορα γίνεται τὰ ἐνυπάρχοντα τὰ αὐτὰ ὄντα τῇ φύσει

    这是由 εἰ 引导的条件从句,其主语为实质化的现在分词短语 τὰ ἐνυπάρχοντα(“内在之物”)。紧随其后的分词短语 τὰ αὐτὰ ὄντα τῇ φύσει 作让步性状语(“尽管在自然本性上是同一的”)。谓语为 διάφορα γίνεται(“变为不同的”),其中 διάφορα 为谓语形容词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1113.23-1115.1