- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1112.10-1113.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了《物理学》第七卷前部的要点,梳理了施动者无限链条的不合理性、在位移、质变和增长中动能者与被动者之间的空间直接性、诸如德性与恶德之类的状态本身并非质变,以及只有属于同一不可分子种的运动才可相互比较这一条件。
ἐπειδὴ δὲ τῇ ὑποθέσει τῇ λεγούσῃ ἄπειρα εἶναι τὰ κινοῦντα καὶ κινούμενα ἠκολούθησε τὸ ἀδύνατον, ἵνα μή τις εἴπῃ μηδὲν εἶναι δεδειγμένον, εἰ ὑποθέσει τὸ ἀδύνατον ἠκολούθησε, καλῶς ἐπήγαγεν ὅτι ἡ ὑπόθεσις ὡς ἐνδεχομένη εἴληπται· τοῦ δὲ ἐνδεχομένου τεθέντος οὐκ ἔδει τι ἀδύνατον ἀκολουθεῖν· εἰ οὖν ἀδύνατόν τι ἠκολούθησεν, οὐκ ἦν ἐνδεχόμενον τὸ ἄπειρα εἶναι τὰ κινοῦντα καὶ κινούμενα. Χρησάμενος δὲ τῷ τὸ προσεχῶς κινοῦν τὴν σωματικὴν κίνησιν ἢ ἅπτεσθαι ἢ συνεχὲς εἶναι τῷ κινουμένῳ καὶ ἐκ τούτου λαβὼν ἓν εἶναί πως τὰ κινοῦντα καὶ κινούμενα καὶ διὰ τοῦτο καὶ τὴν κίνησιν μίαν καὶ ἄπειρον, ᾧ τὸ ἀδύνατον ἀκολουθεῖ, ἐφεξῆς αὐτὸ τοῦτο δείκνυσιν ἐπὶ τῶν τριῶν εἰδῶν τῆς κινήσεως, ὅτι ἅμα ἐστὶ τὸ κινοῦν καὶ κινούμενον ὡς μηδὲν αὐτῶν εἶναι μεταξύ. καὶ πρῶτον ἐπὶ τῆς φορᾶς· τῶν γὰρ κατὰ τόπον κινουμένων τὰ μὲν ὑφ’ ἑαυτῶν κινεῖται, τὰ δὲ ὑπ’ ἄλλων· καὶ τὰ μὲν ὑφ’ ἑαυτῶν κινούμενα ὡς τὰ ἔμψυχα ἐναργῶς ἅμα ἔχει τὸ κινοῦν καὶ τὸ κινούμενον (οὐ γὰρ ἔστι 〈τι〉 μεταξὺ ψυχῆς καὶ σώματος), τὰ δὲ ἔξωθεν καὶ βίᾳ κινοῦντα ἢ ὠθεῖ ἢ ἕλκει ἢ ὀχεῖ ἢ δινεῖ·1 καὶ γὰρ αἱ ἄλλαι πᾶσαι κινήσεις εἰς ταύτας ἀνάγονται. καὶ τῶν τεττάρων δὲ τὴν ὄχησιν καὶ τὴν δίνησιν ὑπὸ τὴν ὦσιν καὶ τὴν ἕλξιν ἀναγαγὼν ἐπὶ τούτων δείκνυσιν, ὅτι τοῦ κατὰ τόπον κινοῦντος καὶ κινουμένου οὐδέν ἐστι μεταξὺ ἀπὸ τοῦ ὁρισμοῦ τῆς ὤσεως καὶ τῆς ἕλξεως τὴν ἀπόδειξιν ποιούμενος. εἶτα ὅτι καὶ τοῦ ἀλλοιοῦντος καὶ ἀλλοιουμένου οὐδέν ἐστι μεταξὺ δείκνυται· εἰ γὰρ τὰ σώματά ἐστι τὰ κατὰ τὰς παθητικὰς ποιότητας ἀλλοιοῦντα καὶ ἀλλοιούμενα, οὔτε δὲ τὸ σῶμα εἰς κεχωρισμένον σῶμα δρᾷ οὔτε ἡ ποιότης χωρὶς τοῦ σώματος ἐνεργεῖ, οὐκ ἂν εἴη τι μεταξὺ τῶν ἀλλοιούντων καὶ ἀλλοιουμένων. κἂν γὰρ ὁ ἀὴρ ᾖ μεταξύ, οὗτός ἐστι τὸ προσεχῶς κινοῦν. ἐφεξῆς δὲ ὅτι καὶ τοῦ πρώτως αὔξοντος καὶ αὐξομένου οὐδέν ἐστι μεταξὺ οὐδὲ τοῦ μειοῦντος καὶ μειουμένου, εἴπερ πρώτως αὔξει τὸ προστιθέμενον καὶ πρώτως μειοῖ τὸ ἀφαιρούμενον· ταῦτα δὲ συνεχῆ ἐστι τῷ αὐξομένῳ καὶ μειουμένῳ· τῶν δὲ συνεχῶν οὐδέν ἐστι μεταξύ. Χρησάμενος δὲ τῷ τὸ ἀλλοιούμενον ὑπὸ τῶν αἰσθητῶν ἀλλοιοῦσθαι κατὰ τὰς παθητικὰς ποιότητας δείκνυσι τοῦτο ἐκ τοῦ κατὰ μηδεμίαν ἄλλην ποιότητα γίνεσθαι ἀλλοίωσιν· οὔτε γὰρ ἡ κατὰ τὸ σχῆμα μεταβολὴ οὔτε ἡ κατὰ τὴν ἕξιν ἀλλοιώσεις εἰσίν, ἀλλὰ γενέσεις μᾶλλον. ἔτι δὲ καὶ ἄλλως δείκνυσιν ὅτι ἡ κατὰ τὴν ἕξιν μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις· αἱ γὰρ ἀρεταὶ καὶ αἱ κακίαι συμμετρίαι καὶ ἀσυμμετρίαι εἰσί· ταῦτα δὲ πρός τι, τῶν δὲ πρός τι οὐκ ἔστιν ἀλλοίωσις οὐδὲ κίνησις ὅλως ἢ μεταβολὴ καθ’ αὑτό· ὥστε κατὰ τὰς ἕξεις οὐκ ἔστιν ἀλλοίωσις, ἀλλοιουμένων δέ τινων ἐπιγίνονται. δείξας δὲ ταῦτα πρῶτον ἐπὶ τῆς σωματικῆς ἀρετῆς καὶ κακίας μεταβαίνει καὶ ἐπὶ τὰς τῆς ψυχῆς ἕξεις καὶ δείκνυσιν, ὅτι καὶ αὗται πρός τί εἰσι καὶ ὅτι γίνονται ἀλλοιουμένου τοῦ αἰσθητικοῦ καὶ αἱ ἠθικαὶ ἀρεταὶ καὶ αἱ τοῦ νοητικοῦ μέρους.2 καὶ συμπεραίνεται λοιπόν, ὅτι ἡ ἀλλοίωσις ὑπὸ τῶν αἰσθητῶν ἐν τῷ αἰσθητικῷ μορίῳ γίνεται τῆς ψυχῆς κατὰ τὰς παθητικὰς ποιότητας. Δείξας δὲ οὕτως, ὅτι οὐδέν ἐστι μεταξὺ τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου κατά τε φορὰν καὶ κατὰ αὔξησιν καὶ μείωσιν καὶ κατὰ ἀλλοίωσιν, ἐφεξῆς ζητεῖ, εἰ πᾶσα κίνησις πάσῃ συμβλητή ἐστι κατὰ τὰς ἰδίας τῆς κινήσεως διαφοράς, τό τε θᾶττον καὶ τὸ βραδύτερον· καὶ δείκνυσιν, ὅτι οὐ πᾶσαι, ἀλλ’ αἱ κατὰ τὸ ἄτομον εἶδος ὁμοειδεῖς, αἵτινες μόνῳ τῷ ἀριθμῷ διαφέρουσι.
既然在主张动能者与被动者是无限的这一假说之后产生出了不合理的结果,为了不让人说如果假说得出不合理的结果便什么也没有证明,[作者]适当地补充说,该假说是作为可能之事被设定的;而在设定了可能之事时,本不应当得出任何不合理的结果;因此,如果有某种不合理的结果随之而来,那么动能者与被动者是无限的就并非是可能的。并且,在运用了直接产生身体运动的动能者或者接触或者与被动者相连续这一前提,并由此假定动能者与被动者以某种方式成为一体,且因此运动也是单一而无限的——不合理的结果正随之而来——之后,[作者]紧接着在运动的三种形态中证明了这一点:动能者与被动者同时共在,以至于它们之间没有任何居间物。首先在位移中表明:因为在依位置被移动的事物中,有些由自身移动,有些则由他物移动;而那些由自身移动的事物,如具有灵魂者,显然动能者与被动者同时共在(因为灵魂与身体之间没有任何东西),相反,从外部强力施动的事物,或者推,或者拉,或者载,或者转;因为所有其余的运动都归结为这些。而且在将这四种当中的承载和旋转归结为推和拉之后,[作者]在这些运动中表明依位置的动能者与被动者之间没有任何居间物,这一论证是从推和拉的定义做出的。接着表明,在致变者与被变者之间同样没有任何居间物;因为,如果依受动性质造成质变与接受质变的是身体,而身体既不对相分隔的身体发生作用,性质也不能脱离身体而运作,那么在致变者与被变者之间就不会有任何居间物。因为即使空气居于其中,这空气也是直接的动能者。紧接着[他表明],在第一使增长者与被增长者之间、以及在减少者与被减少者之间同样没有任何居间物,只要确实是添加之物第一地使之增长,被剥离之物第一地使之减少;而这些事物与被增长者和被减少者是相连续的;在相连续的事物之间没有任何居间物。而且,在运用了被变者是由感觉对象依受动性质而发生质变这一前提之后,[作者]从质变不依任何其他性质发生这一事实证明了这一点;因为无论是依形状的变化还是依状态的变化都不是质变,而更应说是生成。此外,他还以另一种方式表明依状态的变化不是质变;因为德性与恶德是均称与不均称;而这些是关系项,对于关系项而言,自身根本不存在质变,也不存在任何运动或变化;所以不存在依状态的质变,而〔状态〕是在某些事物发生质变时附随产生的。在首先于身体的德性与恶德中表明了这些之后,[作者]又转向灵魂的状态,并表明这些同样是关系项,且每当感觉部分发生质变时,伦理德性与理智部分的德性就都会产生。最后得出结论:由感觉对象引起的质变,是依受动性质而在灵魂的感觉部分中发生的。在以此方式表明了在位移中、在增长与减少中以及在质变中动能者与被动者之间没有任何居间物之后,[作者]紧接着探讨是否每一种运动都能根据运动特有的差异,即较快与较慢,而与每一种运动相比较;并且他表明,并非所有运动皆能比较,而是只有那些在不可分子种上同种的、仅在数目上有所差异的运动才是可比较的。
- 7.38τὰ δὲ ἔξωθεν καὶ βίᾳ κινοῦντα ἢ ὠθεῖ ἢ ἕλκει ἢ ὀχεῖ ἢ δινεῖ
中性复数主动分词短语 τὰ ἔξωθεν καὶ βίᾳ κινοῦντα(“从外部强力施动的事物”)作主语,谓语动词 ὠθεῖ ἢ ἕλκει ἢ ὀχεῖ ἢ δινεῖ 按常规采用第三人称单数形式(中性复数主语与单数谓语动词一致)。需注意其语态与前面的被动分词 τὰ μὲν ὑφ’ ἑαυτῶν κινούμενα 形成对比。
- 7.38καὶ ὅτι γίνονται ἀλλοιουμένου τοῦ αἰσθητικοῦ καὶ αἱ ἠθικαὶ ἀρεταὶ καὶ αἱ τοῦ νοητικοῦ μέρους
ὅτι 引导的宾语从句的复合主语 καὶ αἱ ἠθικαὶ ἀρεταὶ καὶ αἱ τοῦ νοητικοῦ μέρους(“伦理德性与理智部分的德性”)被倒置在限定动词 γίνονται 以及属格独立结构 ἀλλοιουμένου τοῦ αἰσθητικοῦ(“当感觉部分发生质变时”)之后。需要注意这一倒置结构,明确后置的主语支配复数动词 γίνονται。
