← 辛普里丘

亚里士多德《物理学》注释

§1110.30-1112.10

质变与增长中的比例及第七卷总结

根据亚里士多德《物理学》第七卷末尾(250a28),辛普利丘阐明了位移中动力与对象之间的比例关系同样适用于质变和增长且具有相同限度,最后对第七卷全书的核心要点(第一推动者、排除无穷倒退、直接接触的必然性)进行了概括总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.38#1

" Ἄρα οὖν οὕτω καὶ ἐπὶ ἀλλοιώσεως καὶ αὐξήσεως ἕως τοῦ τέλους." Δείξας ἐπὶ τῆς φορᾶς τὰς τῶν κινούντων καὶ κινουμένων ἀναλογίας μέχρι τινὸς προϊούσας, οὐ μέντοι μέχρι παντός, ζητεῖ λοιπὸν εἰ οὕτως ἕξουσι καὶ ἐπὶ τῶν ἄλλων κινήσεων, τουτέστιν ἐπ’ ἀλλοιώσεως καὶ αὐξήσεως. καὶ δείκνυσιν ὅτι τῶν ἄλλων τῶν αὐτῶν ὄντων ἀναγκαῖον καὶ τὰς συμμετρίας καὶ ἀναλογίας καὶ ἐπὶ τούτων μέχρι τινὸς προϊέναι. καὶ γὰρ ὥσπερ ἐπὶ τῆς φορᾶς τὸ μὲν ἦν κινοῦν τὸ δὲ κινούμενον, οὕτω καὶ τὸ μὲν ἀλλοιοῖ τὸ δὲ ἀλλοιοῦται, καὶ τὸ μὲν αὔξει τὸ δὲ αὔξεται. καὶ ἐν χρόνῳ μέντοι τό τε ἀλλοιοῦν ἀλλοιοῖ καὶ τὸ αὖξον αὔξει, καὶ ποσόν τι τὸ μὲν αὔξει τὸ δὲ αὔξεται, καὶ τὸ μὲν ἀλλοιοῖ τὸ δὲ ἀλλοιοῦται· ἀλλὰ τούτου τὸ ποσὸν κατὰ τὸ μᾶλλον καὶ ἧττον μετρεῖται, ὅταν τὸ ἀλλοιοῦν ἢ πλέον ἢ ἔλαττον ᾖ κατὰ τὴν δύναμιν, καθ’ ἣν ἀλλοιοῖ. εἰ οὖν τὰ αὐτὰ ἀξιώματα καὶ ἐπὶ τούτων ἐστίν, ἅπερ ἐπὶ τῆς κατὰ τόπον κινήσεως, καὶ τὰ ἀπὸ τῶν ἀξιωμάτων τὰ αὐτὰ ἔσται. εἰ γὰρ ὑπὸ τοῦ Α τὸ Β ἀλλοιοῦται ὅσον τὸ Γ ἐν τῷ Δ χρόνῳ, ἐν διπλασίῳ χρόνῳ διπλάσιον ἀλλοιωθήσεται τὸ αὐτὸ ὑπὸ τοῦ αὐτοῦ ἀλλοιωτικοῦ καὶ τὸ διπλάσιον ἐν διπλασίῳ καὶ τὸ ἥμισυ ἐν ἡμίσει χρόνῳ καὶ ἐν τῷ ἡμίσει τὸ ἥμισυ, ἢ αὐξηθείσης τῆς δυνάμεως ἐν ἴσῳ χρόνῳ διπλασίων δύναμις διπλάσιον ἀλλοιώσει· ὁμοίως δὲ καὶ ἐπὶ αὐξήσεως. οὕτω γὰρ ἐδείχθη καὶ ἐπὶ τῆς κατὰ τόπον κινήσεως. οὐκέτι μέντοι εἰ τὸ τοσόνδε ὑπὸ τοῦ τοσοῦδε ἠλλοίωται τήνδε τινὰ τὴν ἀλλοίωσιν ἢ ηὔξηται τήνδε τὴν αὔξησιν, ἀνάγκη καὶ τὸ ἥμισυ ἐν ἡμίσει ἢ ἐν ἡμίσει ἥμισυ ἀλλοιοῦσθαι ἢ αὔξεσθαι ὑπὸ τῆς ἡμισείας δυνάμεως ἢ ὑπὸ τῆς ἡμισείας τὸ ὅλον ἐν διπλασίῳ χρόνῳ ἀλλοιωθήσεται.1 οὐδὲ γὰρ τοῦ ὅλου πάντως κινητικὴ ἡ ἡμίσεια δύναμις, ἀλλ’ εἰ ἔτυχε τοσαύτη ἐστὶν ἡ ἡμίσεια, ὡς μὴ ἰσχύειν ἔτι ἀλλοιοῦν ὅλως ἢ αὔξειν. ἀλλ’ ἐν ὅσοις μὲν ἐπὶ τῆς φορᾶς ἐσῴζετο ἡ ἀναλογία, ἐν τούτοις καὶ ἐπὶ τούτων σωθήσεται τῶν κινήσεων, ἐν ὅσοις δὲ ἐπ’ ἐκείνης ἐδείχθη μὴ προϊοῦσα ἡ ἀναλογία, ἐν τούτοις καὶ ἐπὶ ταύτης οὐ προελεύσεται. τοῦτο μὲν οὖν ἔστω τέλος καὶ τῆς τοῦ ἑβδόμου τοῦδε βιβλίου κατὰ τὸ δυνατὸν ἐξηγήσεως. Οὐ χεῖρον δὲ ἴσως καὶ τοῦτο διὰ κεφαλαίων ἐπιδραμεῖν. δείκνυσιν οὖν εὐθὺς ἐν ἀρχῇ, ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος ἄλλου παρ’ ἑαυτὸ κινεῖται εἴτε ἔμψυχον εἴη εἴτε ἄψυχον, εἶτα ὅτι ἔστι τὸ πρώτως κινοῦν, καὶ οὐκ ἐπ’ ἄπειρον ἄλλο ἄλλο κινεῖ, ἀλλ’ ἔστι τι ὃ κινεῖ μὴ ὑπ’ ἄλλου κινούμενον. δείκνυσι δὲ αὐτὸ ἐκ τοῦ, εἰ ἄπειρα εἴη τὰ κινοῦντα καὶ κινούμενα ἅμα καὶ ἐν τῷ αὐτῷ, συμβαίνειν τὴν τῶν ἀπείρων κίνησιν ἐν πεπερασμένῳ γίνεσθαι χρόνῳ,2 ὅπερ ἀδύνατον ἐδείχθη ἐν τῷ πρὸ τούτου βιβλίῳ· εἶτα ἐφιστάνει τῷ εἰρημένῳ, ὡς οὐδὲν κωλύει τὰς τῶν ἀπείρων κινήσεις ἅμα γίνεσθαι ἐν πεπερασμένῳ χρόνῳ, ἀλλὰ χρὴ δεῖξαι ὅτι μία ἄπειρος ἡ ἐκ πασῶν γίνεται κίνησις· οὕτω γὰρ συναχθήσεται τὸ ἀδύνατον. δείκνυσιν οὖν ὅτι τὸ κατὰ τόπον κινοῦν προσεχῶς τὴν σωματικὴν κίνησιν καὶ μὴ δι’ ἄλλου ἀνάγκη ἢ συνεχὲς ὂν τῷ κινουμένῳ ἢ ἁπτόμενον κινεῖν, ὥστε ἓν εἶναί πως πάντα καὶ μίαν τὴν τοῦ ἑνὸς κίνησιν.

“那么在质变和增长中也是如此吗,直到结尾。” 在表明了于位移中动能者与被动者的比例进行到某一限度为止、但绝不进行到底之后,[作者]接着探求在其余运动中,即在质变和增长中,是否也是如此。并且他表明,在其余条件相同的情况下,相称性与比例在这些运动中同样必然进行到某一限度为止。因为正如在位移中存在动能者与被动者一样,同样也是一方造成质变而另一方接受质变,一方使之增长而另一方被增长。而且,致变者是在时间中进行质变,使增长者也是在时间中使之增长,并且在某一量上,一方使之增长而另一方被增长,一方造成质变而另一方接受质变;但是这[质变]的量是根据“较多与较少”来衡量的,每当致变者就其藉以造成质变的动力而言或多或少时皆是如此。因此,如果在这些运动中适用的公理与在位置运动中相同,那么由公理得出的推论也将相同。因为,如果B由A在时间D中被质变了C那么多,那么同一事物由同一致变者在两倍的时间内将被质变两倍那么多,两倍的事物在两倍的时间内,一半的事物在一半的时间内,在一半的时间内一半的事物被质变,或者在动力增大的情况下,在相等的时间内两倍的动力将质变两倍那么多;对于增长亦同样如此。因为在位置运动中也是这样表明的。然而,如果如此多的事物由如此多的施动者被质变了这特定的质变,或被增长了这特定的增长,那么并不必然地,一半的事物在一半的时间内、或在一半的时间内一半的事物由一半的动力被质变或增长,也不必然地整体由一半的动力在两倍时间内将被质变。因为一半的动力绝非必然能够移动整体,而是如果碰巧的话,一半的动力竟如此微小,以至于根本不再有能力造成质变或使之增长。相反,凡是在位移中比例得以保持的地方,在这些运动中比例也将得以保持;而凡是在位移中表明比例不能继续进行到底的地方,在这些运动中比例也将同样不能继续进行下去。那么,就让这作为对这第七卷尽可能阐释的结尾吧。顺着要点将这些内容回顾一番,或许也不失为一件好事。因此,[作者]一开始就立即表明,一切被移动的事物都是由自身之外的某一他物所移动,无论它是有灵魂的还是无灵魂的;接着表明,存在着第一动能者,并非无止境地一个事物移动另一事物,而是存在着某一不被他物移动而施动的存在。他从下述事实来证明这一点:如果动能者和被动者是无限的,且同时并在同一事物中存在,那么就会导致无限之物的运动发生在有限的时间内,而这在本书前一卷中已被证明是不可能的;接着,他对上述说法提出疑难,指出没有什么妨碍无限之物的诸运动在有限时间内同时发生,而是必须证明由所有运动构成的运动成为一个单一的无限运动;因为只有这样才能得出不合理的结果。因此他表明,以直接方式、而非通过他物产生身体性的位置运动的动能者,必然是或者与被动者相连续、或者与被动者相接触而施动的,从而使所有事物以某种方式成为一体,并且这一整体的运动也是单一的。

语法注2 条
  1. 7.38οὐκέτι μέντοι εἰ τὸ τοσόνδε ὑπὸ τοῦ τοσοῦδε ἠλλοίωται τήνδε τινὰ τὴν ἀλλοίωσιν ἢ ηὔξηται τήνδε τὴν αὔξησιν, ἀνάγκη καὶ τὸ ἥμισυ ἐν ἡμίσει ἢ ἐν ἡμίσει ἥμισυ ἀλλοιοῦσθαι ἢ αὔξεσθαι ὑπὸ τῆς ἡμισείας δυνάμεως ἢ ὑπὸ τῆς ἡμισείας τὸ ὅλον ἐν διπλασίῳ χρόνῳ ἀλλοιωθήσεται.

    在条件句的归结节中,非人称表达 ἀνάγκη(必然)之后,前半句采用了“宾格加不定式”结构(τὸ ἥμισυ... ἀλλοιοῦσθαι ἢ αὔξεσθαι),而在连词 ἤ 之后的后半句中句式转为了将来时直陈语气(ἀλλοιωθήσεται)。在意义上,后半句仍处于 ἀνάγκη 的管辖之下,即“整体也并非必然将被改变”。

  2. 7.38εἶτα ἐφιστάνει τῷ εἰρημένῳ, ὡς οὐδὲν κωλύει τὰς τῶν ἀπείρων κινήσεις ἅμα γίνεσθαι ἐν πεπερασμένῳ χρόνῳ

    动词 ἐφιστάναι 后接与格(τῷ εἰρημένῳ),意为“对……加以留心、提出质疑”,其后的 ὡς 从句则引出所提出的质疑内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1110.30-1112.10