← 辛普里丘

亚里士多德《物理学》注释

§1109.21-1110.29

动力与重量的界限及比例关系的失效

辛普里丘指出,仅凭亚里士多德关于潜能与现实的区分不足以充分解释动力比例在极限处失效的原因;他结合阿基米德的豪语论证了动力与重量皆存在最小与最大的界限,比例仅在界限之内成立,且声音的产生同样受此阈值限制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.37#2

Ἀλλ’ ὅτι μὲν οὔτε ὁ εἷς κέγχρος (ἢ ἡ μία κέγχρος) οὔτε τὸ μυριοστὸν τοῦ κέγχρου ψοφήσει οὔτε ὁ εἷς νεωλκὸς τὴν ὅλην ναῦν κινήσει τὸ ὁσονοῦν ἐλάχιστον διάστημα ἐν ὁποσῳοῦν πλείστῳ χρόνῳ, δῆλον· τὴν δὲ αἰτίαν ζητεῖν ἄξιον, δι’ ἣν ἐπὶ μὲν τοῦ ἡμίσεος εἰ τύχοι τῆς δυνάμεως καὶ τοῦ βάρους σῴζεται ἡ ἀναλογία, οὐ μέχρι δὲ παντὸς προχωρεῖ. τὸ γὰρ τὰ μέρη δυνάμει εἶναι ἐν τῷ ὅλῳ καὶ οὐκ ἐνεργείᾳ οὐ τὴν αἰτίαν ἀποδίδωσιν1 οἶμαι τὴν ζητουμένην, ἀλλὰ τοσοῦτον λέγει μόνον, ὅτι δυνάμει ὄντα ἐν τῷ ὅλῳ τὰ μέρη οὔτε ἐκίνει οὔτε ἐκινεῖτο· ὥστε οὐκ ἔστιν ἐκ τῶν συνεχῶν μερῶν ἀναγκάσαι τὸ καὶ διαιρεθέντα κινεῖν καὶ κινεῖσθαι. οὔπω δὲ δῆλον διὰ τί μὴ μέχρι παντὸς ἡ ἀναλογία ἰσχύει. ἂν δὲ ἰσχύειν τις λέγῃ μέχρι παντός, ἔτι τούτου ἀπορώτερον ὑπαντήσει τὸ τὸν ἕνα ἄνδρα τὸν Ἄθων κινεῖν,2 εἰ ἔτυχε διῃρημένος τῆς γῆς. εἰ γὰρ λίθον ἕνα τοῦ Ἄθω κινεῖ τοσόνδε τι διάστημα ἐν τοσῷδε χρόνῳ, διὰ τί μὴ καὶ τὸν ὅλον ἐν πολλαπλασίῳ χρόνῳ πολλοστημόριόν τι κινήσει διαστήματος; ταύτῃ δὲ τῇ ἀναλογίᾳ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου καὶ τοῦ διαστήματος τὸ σταθμιστικὸν ὄργανον τὸν καλούμενον χαριστίωνα συστήσας ὁ Ἀρχιμήδης ὡς μέχρι παντὸς τῆς ἀναλογίας προχωρούσης3 ἐκόμπασεν ἐκεῖνο τὸ “πᾶ βῶ καὶ κινῶ τὰν γᾶν;” ῥητέον οὖν ὅπερ καὶ πρότερον συντόμως ἐρρήθη, ὅτι οὐ πᾶσα δύναμις πᾶν βάρος πέφυκε κινεῖν οὔτε ὁσονοῦν ἐλάχιστον διάστημα οὔτε ἐν ὁποσῳοῦν πλείστῳ χρόνῳ, ἀλλ’ οὐδὲ πᾶν μέγεθος ψοφεῖν πέφυκεν, ἀλλ’ ἔστι τις ὅρος καὶ τῆς δυνάμεως τῆς ἐλαχίστης, ἥτις διαιρουμένη οὐκέτι δύναται κινεῖν οὐδὲ ὁσονοῦν διάστημα οὐδὲ ὁτιοῦν βάρος, καὶ τοῦ κινουμένου βάρους τοῦ μεγίστου, ὅπερ αὐξόμενον οὐκέτι δύναται κινεῖσθαι οὐδὲ ὁσονοῦν διάστημα, οὐδὲ ὑφ’ ἡστινοσοῦν τῶν σωματικῶς κινουσῶν δυνάμεων. ἐν μέσῳ δέ εἰσιν ὅροι τῶν δυνάμεων πρὸς τὰ βάρη καὶ τὰ διαστήματα καὶ τοὺς χρόνους, ἐν οἷς καὶ διαιρεῖσθαι δυνατὸν ἀναλόγως καὶ συντίθεσθαι. τῆς γὰρ τοσῆσδε δυνάμεως τὰ μέρη πάντα μέχρι τοῦ πρὸς τοῦτο ἐλαχίστου ἕκαστον καὶ τὸ ὅλον βάρος δύναται κινεῖν, ὅπερ ἡ ὅλη ἐκίνει, μειουμένου τοῦ διαστήματος ἢ αὐξομένου τοῦ χρόνου ἀναλόγως. δῆλον δὲ ὅτι καὶ τῶν κινεῖν ἰσχυουσῶν δυνάμεων καὶ τῶν κινεῖσθαι πεφυκότων βαρῶν καὶ τῶν διαστημάτων καὶ τῶν χρόνων συμμετρίαι τινές εἰσιν καὶ ἀσυμμετρίαι πρὸς ἄλληλα. ἥδε γὰρ ἡ δύναμις τόδε τὸ βάρος τοσόνδε διάστημα ἐν τοσῷδε χρόνῳ πέφυκε κινεῖν, καὶ πλέον τι βάρος ἔλαττον διάστημα ἐν πλείονι χρόνῳ, τόδε δὲ τὸ βάρος οὐ πέφυκεν οὐδὲ ὁσονοῦν διάστημα οὐδὲ ἐν ὁσῳοῦν χρόνῳ. παρὰ ταύτας οὖν τὰς διαφορὰς τὰ μὲν ἀναλόγως ἔχει πρὸς ἄλληλα, τὰ δὲ οὔ· ἡ δὲ αὐτὴ αἰτία καὶ τοῦ ψόφου πρὸς τὰ ψοφοῦντα μέχρι τινὸς τὴν ἀναλογίαν προχωρεῖν ἀναγκάζει. οὐ γὰρ πᾶν μέγεθος δύναται πλήττειν τοσοῦτον, ὡς καὶ ψόφον ἀποτελεῖν, ἀλλὰ ἀπολείπει τὸ μέγεθος ὁ ψόφος.4 ὥστε τὰ μὲν μεγέθη ἀνάλογον εἶναι ὁπόσον ἂν ᾖ τὸ ἐλάχιστον, τοὺς δὲ τῶν μεγεθῶν ψόφους οὐκέτι. ἀλλὰ ταῦτα μὲν καθ’ ἑαυτὰ θεωρίαν ἔχει τινὰ καὶ ζήτησιν ἀξιόλογον. ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.

然而,无论是那一粒粟子(或单一一颗粟粒),还是一万分之一的粟子,都不会发出响声,而且单独一名拉船人绝不会在无论多漫长的时间内把整艘船移动无论多微小的距离,这都是显而易见的;但值得探求其原因:为何在动力和重量减半时(如果碰巧如此)比例得以保持,却不一直进行到底。因为部分在整体中是潜在地存在而非现实地存在这一论述,在我看来并未给出所探求的原因,而仅仅是说了这么多:部分由于在整体中处于潜在状态,既没有在移动[他物]也没有被移动;因此不能从连续的部分必然推出它们在被分割后也会移动和被移动。但为何比例并不一直有效,却尚未阐明。如果有人说它一直有效到底,那么比起这个还要更加疑难的困难将会摆在他面前:单单一个人就能移动阿索斯山——如果它碰巧已与大地脱离的话。因为,如果他在如此多的时间内将阿索斯山的一块石头移动如此大的距离,为什么他不会在数倍的时间内将整体也移动该距离的几分之一呢?阿基米德正是根据动能者、被动者与距离的这一比例,构造了被称为“衡重器”的秤量工具,并以为这一比例能够一直进行到底,从而夸口说出了那句名言:“我当立于何处来移动地球?”因此,应当说出前面也曾简要提及过的话:并非任何动力都天生能够在无论多漫长的时间内移动任何重量无论多微小的距离,也并非任何大小都天生能够发出响声;相反,无论是对于那一旦被分割就再也不能移动任何距离或任何重量的最小动力,还是对于那一旦增加就再也不能被任何以身体方式产生运动的动力移动任何距离的最大被动重量,都存在着某种界限。而在它们中间,存在着动力相对于重量、距离以及时间的诸多界限,在这些界限内,按比例进行分割和组合都是可能的。因为如此大的动力的所有部分,直到相对于此而言的最小部分为止,只要距离按比例减少或者时间按比例增加,每一部分就都能移动整个动力原先所移动的整个重量。显然,在能够移动的动力、天生被移动的重量、距离和时间之间,彼此存在着某些相称性与不相称性。因为这一动力天生能在如此多的时间内把这一重量移动如此大的距离,也能在更多时间内把更大的重量移动更小的距离,但对于这另一重量,则天生不能在任何时间内移动任何距离。因此,正是由于这些差异,有些事物彼此成比例,而有些则不然;同样的原因也迫使声音相对于发声者的比例仅仅进行到某一限度为止。因为并不是任何大小都能如此有力地撞击以致产生声音,声音乃是不及那[过小的]大小。因此,大小本身无论最小者是多大都是成比例的,但这些大小的声音却不再成比例。不过,这些问题本身包含着某种考量和值得注意的探求。但我们必须继续探讨接下来的内容。

语法注4 条
  1. 7.37τὸ γὰρ τὰ μέρη δυνάμει εἶναι ἐν τῷ ὅλῳ καὶ οὐκ ἐνεργείᾳ οὐ τὴν αἰτίαν ἀποδίδωσιν

    带冠词的不定式短语“τὸ ... εἶναι”作整个句子的主语,动词“ἀποδίδωσιν”的直接宾语为“τὴν αἰτίαν”。“οἶμαι”(我想/在我看来)为插入成分。

  2. 7.37ἔτι τούτου ἀπορώτερον ὑπαντήσει τὸ τὸν ἕνα ἄνδρα τὸν Ἄθων κινεῖν

    主语是带冠词的“对格+不定式”短语“τὸ ... κινεῖν”(单单一个人移动阿索斯山之事),而“ἔτι τούτου ἀπορώτερον”(比这更为疑难的困难)前置作为动词“ὑπαντήσει”的表语/补足语。

  3. 7.37ὡς μέχρι παντὸς τῆς ἀναλογίας προχωρούσης

    连词“ὡς”连接属格独立结构“τῆς ἀναλογίας προχωρούσης”,表示行动主体阿基米德的主观前设或理由(“以为/好像该比例能一直进行到底”)。

  4. 7.37ἀπολείπει τὸ μέγεθος ὁ ψόφος

    主语为带冠词的主格“ὁ ψόφος”,而“τὸ μέγεθος”是对格,作动词“ἀπολείπει”(舍弃、不及、不再伴随)的直接宾语。意指随着大小不断缩减,声音不再伴随该大小产生。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1109.21-1110.29