- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1108.12-1109.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》250a19的注解。辛普利丘论述了基于动力分割后并不守恒比例的原理,来消解芝诺与普罗泰戈拉关于粟粒落响的悖论,并通过拉船人的比喻以及整体中部分仅具潜在性而非现实性的学说进行解释。
" Διὰ τοῦτο ὁ Ζήνωνος λόγος οὐκ ἀληθής ἕως τοῦ τὸ ἴσον κινήσουσι μῆκος καὶ ἐν ἴσῳ χρόνῳ." Εἰπὼν ὅτι οὐκ ἄν, εἰ ἡ ὅλη δύναμις τὸ ὅλον βάρος ἐκίνει ἔν τινι χρόνῳ διάστημά τι, ἤδη καὶ ἡ ἡμίσεια τῆς δυνάμεως τὸ ὅλον βάρος ἐν τῷ αὐτῷ χρόνῳ κινήσει ἥμισυ ἢ μόριόν τι τοῦ διαστήματος (οὐδὲ γὰρ πᾶν μόριον τῆς κινούσης δυνάμεως τὸ ὅλον βάρος κινητικὸν τοῦ ὅλου ἔσται οὐδὲ ἐν ὁσῳοῦν χρόνῳ οὐδὲ ὁσονοῦν διάστημα), διὰ τοῦτο λύει καὶ τὸν Ζήνωνος τοῦ Ἐλεάτου λόγον, ὃν ἤρετο Πρωταγόραν τὸν σοφιστήν. “εἰπὲ γάρ μοι, ἔφη, ὦ Πρωταγόρα, ἆρα ὁ εἷς κέγχρος καταπεσὼν ψόφον ποιεῖ ἢ τὸ μυριοστὸν τοῦ κέγχρου;” τοῦ δὲ εἰπόντος μὴ ποιεῖν “ὁ δὲ μέδιμνος, ἔφη, τῶν κέγχρων καταπεσὼν ποιεῖ ψόφον ἢ οὔ;” τοῦ δὲ ψοφεῖν εἰπόντος τὸν μέδιμνον “τί οὖν, ἔφη ὁ Ζήνων, οὐκ ἔστι λόγος τοῦ μεδίμνου τῶν κέγχρων πρὸς τὸν ἕνα καὶ τὸ μυριοστὸν τὸ τοῦ ἑνός;” τοῦ δὲ φήσαντος εἶναι “τί οὖν, ἔφη ὁ Ζήνων, οὐ καὶ τῶν ψόφων ἔσονται λόγοι πρὸς ἀλλήλους οἱ αὐτοί; ὡς γὰρ τὰ ψοφοῦντα, καὶ οἱ ψόφοι· τούτου δὲ οὕτως ἔχοντος, εἰ ὁ μέδιμνος τοῦ κέγχρου ψοφεῖ, ψοφήσει καὶ ὁ εἷς κέγχρος καὶ τὸ μυριοστὸν τοῦ κέγχρου”. ὁ μὲν οὖν Ζήνων οὕτως ἠρώτα τὸν λόγον. Ὁ δὲ Ἀριστοτέλης λύει λέγων μὴ πᾶσαν δύναμιν παντὸς μεγέθους κινητικὴν εἶναι μηδὲ ἐν ὁσῳοῦν χρόνῳ· κἂν ὁ μέδιμνος οὖν κινῇ τὸν τοσοῦτον ἀέρα, ὅσος κινούμενος ψόφον ποιήσει, οὐκ ἀνάγκη καὶ τὸ μόριον τοῦ μεδίμνου δύνασθαι τοσοῦτον κινεῖν ἀέρα, ὅσος ψοφήσει. ἀλλὰ καὶ τὸ τοσοῦτον μόριον1 τοῦ ἀέρος ἢ βάρους οὑτινοσοῦν, ὅσον ἂν κινήσῃ μόριον δυνάμεως μετὰ τῆς ὅλης δυνάμεως ὄν, εἰ καθ’ ἑαυτὸ εἴη τὸ μόριον τῆς δυνάμεως, οὐ κινήσει τὸ τοσοῦτον τοῦ βάρους μόριον. οἷον εἰ τὸ ἑκατοστὸν τῆς νεὼς εἷς τῶν ἑκατὸν σὺν τοῖς ἄλλοις κινοῦσι καὶ αὐτοῖς τὰ καθ’ ἑαυτοὺς ἑκατοστὰ ἐκίνει,2 οὐκ ἤδη καὶ ὁ εἷς νεωλκὸς καθ’ ἑαυτὸν τὸ ἑκατοστὸν τῆς νεὼς διῃρημένον κινήσει, κἂν ἐδόκει τὸ τοσοῦτον μόριον τοῦ βάρους ὑφ’ ἑκάστου μορίου τῆς δυνάμεως ἅμα ὅλης οὔσης κινεῖσθαι. τούτου δὲ αἰτίαν ἀποδέδωκεν, ὅτι οὐκ ἔστιν ἐν τῷ ὅλῳ τὰ μέρη ἐνεργείᾳ ἀλλὰ δυνάμει, ὅτε ἔστιν ὅλον. ὥστε οὐδὲ τότε τὰ ἑκατοστὰ τῆς δυνάμεως ἐκίνει τὰ ἑκατοστὰ τοῦ βάρους. ὃ γὰρ μὴ ἔστιν ἐνεργείᾳ, τοῦτο οὐδ’ ἂν κινοῖ οὐδὲ κινοῖτο ἐνεργείᾳ. ἀλλὰ μερισθείσης μέν, φησί, τῆς δυνάμεως οὐ σῴζεται ἡ ἀναλογία, συντιθεμένης δὲ σῴζεται. εἰ γὰρ δύο τινά, φησί, κεχωρισμένα ἀπ’ ἀλλήλων ἑκάτερον αὐτῶν ἑκάτερον κινοίη βάρος καὶ αὐτὰ κεχωρισμένα ἀλλήλων διάστημά τι ἐν χρόνῳ τινί, καὶ συντιθέμεναι αἱ τῶν δύο τῶν κινούντων δυνάμεις συντεθέντα τὰ δύο βάρη τὸ αὐτὸ διάστημα κινήσουσιν ἐν τῷ αὐτῷ χρόνῳ. ἀνάλογον γάρ ἐστιν ὡς ἑκάτερον τῶν κινούντων πρὸς ἑκάτερον τῶν κινουμένων, οὕτω καὶ ἄμφω τὰ κινοῦντα πρὸς ἄμφω τὰ κινούμενα, ὥστε καὶ τὸ συναμφότερον ἐν τῷ αὐτῷ χρόνῳ τόσον διάστημα κινήσει.
“因此芝诺的论证是不真实的”直至“它们将在相等的时间内移动相等的长度”。 在指出即使整个动力在某一时间内把整个重量移动了某一距离,并不随之动力的一半也将在同一时间内把整个重量移动该距离的一半或某一部分之后(因为也并非移动整个重量的动力的每一部分哪怕在任何时间内或任何距离上都会成为能移动整体者),正因此,他也消解了厄利亚的芝诺向智者普罗泰戈拉提出的论证。因为他说:“普罗泰戈拉,请告诉我,一粒粟子落下时,或者一粒粟子的一万分之一落下时,会发出响声吗?”在对方说不会之后,他说:“那么一麦地姆诺的粟子落下时,会发出响声,还是不会呢?”在对方说一麦地姆诺会发声之后,芝诺说:“那么怎样,一麦地姆诺的粟子与一粒以及一粒的一万分之一之间,难道没有比例吗?”在对方说有之后,芝诺说:“那么怎样,声音之间彼此难道不也会有同样的比例吗?因为发声者如何,声音也如何;既然如此,如果一麦地姆诺的粟子发声,那么一粒粟子以及粟子的一万分之一也将发声。”芝诺当时就是这样提出这一论证的。但亚里士多德通过指出并非任何动力都能移动任何大小、也不是在任何时间内都能移动,来消解这一论证。因此,即便一麦地姆诺移动了如此多的空气——其被移动便会发出响声,也并不必然一麦地姆诺的部分也能移动足以发声的如此多的空气。相反,即使对于空气或任何重量的如此大的一部分——即动力的一部分与整个动力在一起时所能移动的部分,如果该动力的部分单独存在,它也不会移动该重量的如此大的部分。例如,即使一百人中的一人与其他同样移动各自的一百分之一的人一起移动了船的一百分之一,也绝不随之一名拉船人单独一人就能移动被分割出来的船的一百分之一,哪怕该重量的如此大的部分看似是由同时作为整体存在的动力的各个部分所移动的。他给出的原因是:当整体存在时,部分在整体中并不是现实地存在,而是潜在地存在。因此,即便在当时,动力的各个百分之一也并没有在移动重量的各个百分之一。因为凡不是现实地存在者,既不能现实地移动[他物],也不能现实地被移动。他说:“然而在动力被分割时,比例并不保持,但在组合时则保持。”因为他说:“如果有两个彼此分离的事物,各自在某一时间内将两个彼此分离的重量各自移动某一距离,那么这两个动能事物的动力在组合之后,也将在同一时间内将组合起来的两个重量移动同一距离。”因为正如动能事物的每一者相对于被动事物的每一者,两个动能事物也相对于两个被动事物,是成比例的,因此合在一起的事物也将在同一时间内移动同样大的距离。
- 7.37ἀλλὰ καὶ τὸ τοσοῦτον μόριον τοῦ ἀέρος ἢ βάρους οὑτινοσοῦν, ὅσον ἂν κινήσῃ μόριον δυνάμεως μετὰ τῆς ὅλης δυνάμεως ὄν, εἰ καθ’ ἑαυτὸ εἴη τὸ μόριον τῆς δυνάμεως, οὐ κινήσει τὸ τοσοῦτον τοῦ βάρους μόριον.
句首的宾格短语 τὸ τοσοῦτον μόριον τοῦ ἀέρος ἢ βάρους οὑτινοσοῦν 连同修饰它的关系从句 ὅσον ἂν κινήσῃ ... ὄν 作为先置的主题宾语(前置宾格);在插入条件从句 εἰ καθ' ἑαυτὸ εἴη ... 之后,主句动词 οὐ κινήσει 通过再次出现的宾语短语 τὸ τοσοῦτον τοῦ βάρους μόριον 将其复述并统辖。
- 7.37οἷον εἰ τὸ ἑκατοστὸν τῆς νεὼς εἷς τῶν ἑκατὸν σὺν τοῖς ἄλλοις κινοῦσι καὶ αὐτοῖς τὰ καθ’ ἑαυτοὺς ἑκατοστὰ ἐκίνει
在 σὺν τοῖς ἄλλοις 之后,分词 κινοῦσι 作与格,其后加上起同位与强调作用的代词 καὶ αὐτοῖς(意为“与其他那些本身亦在移动各自百分之一的人一起”)。归结主句为 οὐκ ἤδη καὶ ὁ εἷς νεωλκὸς ... κινήσει,过去事实的假设(ἐκίνει)引出用将来时直陈语气(κινήσει)表达的对必然推论的否定。
