← 辛普里丘

亚里士多德《物理学》注释

§1107.8-1108.11

拽船者的例子与对亚历山大观点的批评

辛普利丘以拽船者的例子说明力量的部分并非能够推动任何重量,并批评了亚历山大关于字母Ζ的解释,维护了自己的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.36#2

οὔτε οὖν τὸ Ε, φησίν, ὅ ἐστιν ἥμισυ τῆς Α δυνάμεως, κινήσει τὸ Β βάρος ἐν τῷ Δ χρόνῳ οὔτε ἔν τινι τοῦ Δ χρόνου μορίῳ μέρος τοῦ Γ διαστήματος,1 ὃ τὸν αὐτὸν ἕξει λόγον πρὸς ὅλον τὸ Γ διάστημα, ὃν ἔχει τὸ εἰλημμένον μόριον τῆς Α δυνάμεως πρὸς ὅλην τὴν Α· οὐδὲ γὰρ μόριον τῆς Α ὅλον τὸ Β κινήσει μόριον τοῦ Γ οὔτε ἐν τῷ Δ χρόνῳ οὔτε ἐν μορίῳ αὐτοῦ· ἐνδέχεται γὰρ τὸ μόριον τῆς Α δυνάμεως μηδὲ ὅλως κινεῖν τὸ Β μηδὲ ἐν πολλαπλασίῳ τοῦ Δ χρόνῳ τὸ τυχὸν διάστημα. εἰ γὰρ ἡ κινοῦσα ἰσχὺς ἀναλόγως τῷ διαστήματι ἐφ’ οὗ ἡ κίνησις διαιροῖτο, 〈ὥστε〉 ὡς ἡ ὅλη τὸ ὅλον βάρος τὸ ὅλον διάστημα2 κεκίνηκε, καὶ τὴν ἡμίσειαν τῆς ἰσχύος τὸ αὐτὸ βάρος τὸ ἥμισυ κινεῖν διάστημα καὶ τὴν τρίτην τὸ τρίτον, ἡ ναῦς ἂν ἡ ὑπὸ ἑκατὸν ἀνδρῶν νεωλκουμένη τοσόνδε διάστημα καὶ ὑπὸ ἑνὸς ἂν ἕλκοιτο τὸ ἑκατοστὸν τοῦ διαστήματος, οὗ οἱ ἑκατὸν ἐκίνησαν νεωλκοί· ὅπερ ἀδύνατον ὁρᾶται. “Ἐκ δὲ τοῦ παραδείγματος δῆλον, ὅτι τὸ Α καὶ τὸ Ζ ἐπὶ τῆς κινούσης δυνάμεως τέθεικε, τὸ μὲν Α ἀντὶ τῆς ὅλης, τὸ δὲ Ζ3 ἀντὶ τῆς ὁποσησοῦν, ὅπερ ἀντὶ τοῦ Ε παρέλαβε, διότι τὸ Ε ὡρισμένως τὸ ἥμισυ ἐδήλου. ἀσάφειαν δὲ ἐποίησεν εἰπών ‘ὡς γὰρ τὸ μέρος τῆς Γ πρὸς ὅλην αὐτήν, οὕτω τὸ Ζ πρὸς τὸ Α,’ ἀλλ’ οὐ τὸ Α πρὸς τὸ Ζ. εἰ δὲ τὸ Ζ μὴ ὡς μέρος ὁποσονοῦν τῆς δυνάμεως ἔλαβεν, ἀλλ’ ὡς τὸ ἥμισυ τοῦ βάρους, ὡς πρότερον ὅτε ἔλεγε “καὶ τοῦ Β βάρους τὸ Ζ ἥμισυ”, ἐπειδὴ ἡ Α δύναμις τὸ Β βάρος ἐν τῷ Δ χρόνῳ τὸ Γ διάστημα ἐκίνει, δῆλον ὅτι ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἥμισυ τοῦ Β βάρους, τουτέστι τὸ Ζ, διπλάσιον διάστημα τοῦ Γ’ κινήσει. ἀντὶ οὖν τοῦ εἰπεῖν, ὅτι ὃν ἕξει λόγον τὸ μόριον τοῦ Γ διαστήματος πρὸς τὸ ὅλον Γ ἢ τὸ ὅλον Γ πρὸς τὸ διπλάσιον αὐτοῦ, εἶπεν ὡς τὸ Α πρὸς τὸ Ζ.” οὕτως ὁ Ἀλέξανδρος βουλόμενος τὸ Ζ μὴ καινοπρεπῶς ἐνταῦθα παρειλῆφθαι μηδὲ ἀκαίρως εἰρῆσθαι τὸ ὡς τὸ Ζ πρὸς τὸ Α ἀντὶ τοῦ ὡς τὸ Α πρὸς τὸ Ζ, ἀπιθανωτέραν οἶμαι ἐξήγησιν ἐπενόησεν· οὐ γὰρ ἂν εἶπεν ὁ Ἀριστοτέλης, ὅτι οὐδὲ ἔν τινι τοῦ Δ τὴν Γ ἢ τὴν διπλασίαν αὐτῆς τὸ ἥμισυ τῆς Α δυνάμεως κινήσει. εἰ γὰρ τὸ Γ διάστημα μὴ δύναται κινῆσαι τὸ Β βάρος ἡ ἡμίσεια τοῦ Α δύναμις ἡ Ε ἐν τῷ Δ χρόνῳ πολλῷ μᾶλλον τὸ διπλάσιον τοῦ Γ μήκους οὐκ ἂν κινήσοι. κάλλιον οὖν τὸ ἢ ἀνάλογον πρὸς τὴν ὅλην Γ ἐπὶ μέρους τῆς Γ ἀκούειν,4 ὡς εἴρηται πρότερον.

因此他说,作为力量Α之一半的Ε,既不会在时间Δ内推动重量Β,亦不会在时间Δ的某个部分内[推动]距离Γ的某个部分,该部分相对于整个距离Γ所具有的比例,正如同所取的力量Α的部分相对于整个Α所具有的一样;因为Α的一个部分无论在时间Δ内,还是在其某个部分内,都绝不会将整个Β推动Γ的一个部分;因为力量Α的部分完全有可能根本不推动Β,甚至在Δ的若干倍时间内亦根本不推动任何偶得的距离。因为如果推动的力按照运动在其上发生的距离而成比例地被分割,〈以致〉正如整体[力量]将整个重量推动了整个距离,力的一半亦将相同的重量推动距离的一半,且三分之一[的力量亦推动距离的]三分之一,那么由一百人拖曳上岸如此一段距离的船,亦将由一人拖曳这百名拖船人所移动距离的百分之一;然而这显然是不可能的。“但从这个例子可以明白,他将Α和Ζ置于推动的力量上,Α代表整体,而Ζ代表无论多大的[部分],他采用这Ζ来代替Ε,乃是因为Ε确定地表示一半。但他却通过说‘因为正如Γ的部分相对于它整体,Ζ亦如此相对于Α’而非Α相对于Ζ,制造了晦涩。但如果他把Ζ不是当作力量的任意部分,而是当作重量的一半,如同先前当他说‘且重物Β的一半Ζ’时那样,那么既然力量Α在时间Δ内把重量Β推动了距离Γ,显然在相同时间内它将把重量Β的一半(即Ζ)推动距离Γ的两倍。因此,他不去说距离Γ的部分相对于整个Γ具有何种比例,或者整个Γ相对于其两倍具有何种比例,反而说了‘正如Α相对于Ζ’。”亚历山大便是这样,希望Ζ在此处并非新奇地被引入,亦不希望‘正如Ζ相对于Α’被不恰当地说出以代替‘正如Α相对于Ζ’,从而在我看来构想出了一种较不具说服力的解释;因为亚里士多德绝不会说,力量Α的一半甚至在Δ的任何[部分]内都不会推动Γ或其两倍。因为如果力量Α的一半Ε在时间Δ内不能将重量Β推动距离Γ,它就更不可能推动长度Γ的两倍了。因此,正如先前所说的那样,将‘或者按比例相对于整个Γ’这一用语理解为针对Γ的一个部分,乃是更为恰当的。

语法注4 条
  1. 7.36οὔτε οὖν τὸ Ε, φησίν, ὅ ἐστιν ἥμισυ τῆς Α δυνάμεως, κινήσει τὸ Β βάρος ἐν τῷ Δ χρόνῳ οὔτε ἔν τινι τοῦ Δ χρόνου μορίῳ μέρος τοῦ Γ διαστήματος

    在 οὔτε... οὔτε... 关联结构中,动词 κινήσει 支配前后两项;在第二项中,μέρος τοῦ Γ διαστήματος 作为被省略的 κινήσει 的距离受格,与动作对象(隐涵的 τὸ Β)相关联。

  2. 7.36εἰ γὰρ ἡ κινοῦσα ἰσχὺς ἀναλόγως τῷ διαστήματι ἐφ’ οὗ ἡ κίνησις διαιροῖτο, 〈ὥστε〉 ὡς ἡ ὅλη τὸ ὅλον βάρος τὸ ὅλον διάστημα κεκίνηκε, καὶ τὴν ἡμίσειαν τῆς ἰσχύος τὸ αὐτὸ βάρος τὸ ἥμισυ κινεῖν διάστημα

    补入的 <ὥστε> 引出结果不定词结构(καὶ τὴν ἡμίσειαν... κινεῖν),依存于带有希求语气 διαιροῖτο 的条件从句,而整个条件句的主句则由 ἡ ναῦς ἂν... ἕλκοιτο 构成。

  3. 7.36ἀντὶ οὖν τοῦ εἰπεῖν, ὅτι ὃν ἕξει λόγον τὸ μόριον τοῦ Γ διαστήματος πρὸς τὸ ὅλον Γ ἢ τὸ ὅλον Γ πρὸς τὸ διπλάσιον αὐτοῦ, εἶπεν ὡς τὸ Α πρὸς τὸ Ζ.

    在由 ἀντὶ τοῦ εἰπεῖν 支配的结构中,ὅτι 引出的内容包含了关系词先行词合并结构(ὃν ἕξει λόγον...),意即“代替说出[其将具有]距离Γ的部分相对于整个Γ所具有的比例……”。

  4. 7.36κάλλιον οὖν τὸ ἢ ἀνάλογον πρὸς τὴν ὅλην Γ ἐπὶ μέρους τῆς Γ ἀκούειν

    中性冠词 τὸ 将引语 ἢ ἀνάλογον πρὸς τὴν ὅλην Γ 名词化,作为不定词 ἀκούειν 的直接宾语;ἀκούειν 在此意为“理解”、“解释”,与表示对象的 ἐπί 加属格连用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1107.8-1108.11